← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§272.11-273.10

通过不同前提或推论格得出同一结论

针对亚里士多德在《前分析篇》41b38中提出的同一结论可通过不同字母组合被证明的例子,亚历山大提供了两种解释:其一是指通过不同的中项得出同一结论,其二是指利用相同的词项在不同的推论格中进行配列。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.169#1

" Οἷον τὸ Ε διά τε τῶν Α, Β καὶ διὰ τῶν Γ, Δ." Τὸ μὲν Ε λαμβάνει τὸ συμπέρασμα, τὸ δὲ Α, Β καὶ τὸ Γ, Δ προτάσεις ἄλλας καὶ ἄλλας, δι’ ὧν δείκνυσι τὸ Ε, ποτὲ μὲν διὰ τῶν Α, Β προτάσεων, ποτὲ δὲ διὰ τῶν Γ, Δ. ἔστω γὰρ τὸ μὲν ‘οὐδὲν αἰσχρὸν καλόν’ συμπέρασμα ὂν τὸ Ε· τοῦτο δὲ συναγέσθω ποτὲ μὲν διὰ τῶν ‘οὐδὲν καλὸν κακόν, πᾶν δὲ αἰσχρὸν κακόν’, ὃς συλλογισμὸς ἐν δευτέρῳ σχήματι, ὧν τὸ μὲν ἔστω τὸ Α τὸ δὲ 〈τὸ〉 Β. πάλιν δὲ τὸ αὐτὸ δεικνύσθω διὰ τῶν ‘πᾶν καλὸν ἀγαθόν, οὐδὲν αἰσχρὸν ἀγαθόν’. συνάγεται γὰρ πάλιν διὰ τούτων τὸ ‘οὐδὲν αἰσχρὸν καλόν’, ὅπερ ἦν τὸ Ε, ἐν δευτέρῳ σχήματι· τῶν δὲ προτάσεων ἡ μὲν ἔστω Γ ἡ δὲ Δ. ἢ πάλιν πᾶν αἰσχρὸν φευκτόν, οὐδὲν φευκτὸν καλόν· συνάγεται γὰρ καὶ ἐκ τούτων ἐν πρώτῳ σχήματι τὸ μηδὲν αἰσχρὸν καλὸν εἶναι. Ὃ δὲ ἐπήνεγκεν ἢ διὰ τῶν Α, Β καὶ τῶν 〈Α, Γ καὶ τῶν〉 Β, Γ δηλωτικόν ἐστι τοῦ καὶ ἄλλα δύνασθαι μέσα λαμβάνεσθαι, ὡς μὴ μόνον δύο συλλογισμοὺς δεικτικοὺς τοῦ αὐτοῦ συμπεράσματος γίνεσθαι ἀλλὰ καὶ πλείους· τὸ γὰρ Ε ποτὲ μὲν διὰ τῶν Α, Β προτάσεων, ποτὲ δὲ διὰ τῶν Α, Γ, ποτὲ δὲ διὰ τῶν Β, Γ δεικνύσθαι δυνήσεται. δύναται τὰ ὕστερα προσκείμενα ἄλλου τινὸς εἶναι δεικτικά· τοῦ γὰρ δύνασθαι πλείους γενέσθαι συλλογισμοὺς τοῦ αὐτοῦ μὴ μόνον ἄλλοτε ἄλλου τοῦ μέσου λαμβανομένου ἀλλὰ καὶ τοῦ αὐτοῦ, ἄλλως δὲ καὶ ἄλλως, δεικτικὸν ἂν εἴη τὸ προσκείμενον· τὸν γὰρ αὐτὸν μέσον λαμβάνοντας ἔσται ποτὲ μὲν ἐν πρώτῳ σχήματι συλλογίσασθαι τὸ προτεθέν,1 ποτὲ δὲ ἐν δευτέρῳ, ποτὲ δὲ ἐν τρίτῳ. καὶ δῆλον ὅτι διαφέροντες ἂν εἴησαν οἱ συλλογισμοὶ ὄντες γε ἐν διαφέρουσι σχήμασιν. τοῦτο δ’ ἂν εἴη λέγων ὑπὲρ τοῦ δεῖξαι, ὅτι οὐ μόνον διαφέροντες συλλογισμοί, ὧν διαφέροντες οἱ μέσοι καὶ αἱ προτάσεις,2 ἀλλὰ καὶ τῶν αὐτῶν ὅρων λαμβανομένων καὶ τῶν αὐτῶν γινομένων συμπερασμάτων ἡ θέσις τοῦ μέσου καὶ ἡ τάξις διαφορὰν ποιεῖ συλλογισμῶν. καὶ εἴη ἂν διὰ μὲν τοῦ Α, Β τὸ πρῶτον λέγων σχῆμα, διὰ δὲ τοῦ Α, Γ τὸ δεύτερον, διὰ δὲ τοῦ Β, Γ τὸ τρίτον. οὐσῶν γὰρ προτάσεων τῶν Α, Β ἐν πρώτῳ σχήματι τῶν δεικνυουσῶν τὸ Ε συμπέρασμα τὸ αὐτὸ συμπέρασμα ἐν μὲν δευτέρῳ δειχθήσεται ἐπὶ τοῖς αὐτοῖς ὅροις τῆς μὲν Α προτάσεως τῆς αὐτῆς ληφθείσης, τῆς δὲ Β ὑπαλλαγείσης, τοῦτ’ ἔστιν ἀντιστραφείσης καὶ γενομένης Γ· αὕτη δ’ ἂν ἡ μείζων εἴη· πάλιν δὲ ἐν τρίτῳ τῆς μὲν Β, τοῦτ’ ἔστι τῆς μείζονος, τῆς αὐτῆς ληφθείσης, ἥτις ἦν καὶ ἐν τῷ πρώτῳ, τῆς δὲ 〈Α〉 ἀντιστραφείσης καὶ γενομένης Γ.

“例如 Ε 是通过 Α、Β 并且是通过 Γ、Δ。” 他把 Ε 当作结论,把 Α、Β 与 Γ、Δ 当作不同的一组组前提,通过它们来证明 Ε,有时是通过前提 Α、Β,有时是通过前提 Γ、Δ。因为,设作为结论的“没有任何可耻之物是优美的”为 Ε;而设这一结论有时是通过“没有任何优美之物是恶的,但所有可耻之物都是恶的”推导出来的,这个推论是在第二格中,其中一个前提设为 Α,另一个设为 Β。又设同一结论通过“所有优美之物都是善的,没有任何可耻之物是善的”来证明;因为通过这些前提,“没有任何可耻之物是优美的”(即 Ε)再次在第二格中被推导出来;在这些前提中,设一个为 Γ,另一个为 Δ。或者又如,“所有可耻之物都是应逃避的,没有任何应逃避之物是优美的”;因为从这些前提中也在第一格中推导出了没有任何可耻之物是优美的。而他附带加上“或者通过 Α、Β,以及 Α、Γ,以及 Β、Γ”,是指明其他的诸中项也能够被选取,以至于不仅有两个证明同一结论的推论产生,而且有更多的推论产生;因为 Ε 将能够有时通过前提 Α、Β,有时通过 Α、Γ,有时通过 Β、Γ 被证明。后来补充的文字也可能是指明另一件事:因为这一补充可能是为了表明,对于同一结论能够产生更多的推论,不仅是在不同的时候选取不同的中项时如此,而且在选取同一中项但以不同方式选取时也是如此;因为对于选取同一中项的人来说,将有可能有时在第一格中、有时在第二格中、有时在第三格中推论出所提出的命题。并且很清楚,这些推论既然处在不同格中,就应当是不同的。而他说这话将是为了表明,不仅中项与前提不同的推论是不同的,而且即使选取相同的词项、产生相同的结论,中项的位置与排列也会造成推论的差异。并且他通过 Α、Β 指的将是第一格,通过 Α、Γ 指的是第二格,通过 Β、Γ 指的是第三格。因为当证明结论 Ε 的前提 Α、Β 处于第一格时,同一结论在相同的词项下将在第二格中被证明,只要前提 Α 取为相同的,而前提 Β 被改变(即被换位并成为 Γ,而这应当是大前提);而在第三格中则是当 Β(即大前提)取为与在第一格中相同的,而 Α 被换位并成为 Γ 时。

语法注2 条
  1. 2.169τὸν γὰρ αὐτὸν μέσον λαμβάνοντας ἔσται ποτὲ μὲν ἐν πρώτῳ σχήματι συλλογίσασθαι τὸ προτεθέν

    ἔσται 作非人称动词使用(相当于 ἔξεστι 的将来时,表示“将有可能”),支配不定式 συλλογίσασθαι(“进行推论”)。分词 λαμβάνοντας 作为不定式的逻辑主语采用了宾格,而非与潜在的与格受益者一致。

  2. 2.169ὧν διαφέροντες οἱ μέσοι καὶ αἱ προτάσεις

    关系代词 ὧν 是从属于前文 διαφέροντες συλλογισμοί 的属格(表示所属或领有),意为“那些其中项与前提各不相同的[推论]”。关系从句中省略了系动词 εἰσίν,形容词 διαφέροντες 作为主语 οἱ μέσοι καὶ αἱ προτάσεις 的表语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:272.11-273.10