- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:271.1-272.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明亚里士多德所说的“潜在的”是指能够被完全化的不完全推论,并注解了一切论证在本质上都归结为三个词项与两个直接前提,说明即使是相同的结论,只要通过不同的中项证明就构成多个不同的推论,并列举了关于善、快乐及灵魂不朽的若干论证作为说明。
" Καὶ πότε δυνατὸς καὶ πότε τέλειος." Δυνατὸν εἶπε τὸν ἀτελῆ συλλογισμὸν1 τὸν μήπω μὲν φανερῶς ὄντα συλλογισμὸν δυνάμενον δὲ γενέσθαι φανερὸν ἢ δι’ ἀντιστροφῆς ἢ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· διὰ γὰρ τῶν τοιούτων τρόπων οἱ ἀτελεῖς τελειοῦνται συλλογισμοί. ὅτι δὲ τὸ δυνατὸν οὕτως ἔλαβε, δῆλον ἐκ τοῦ προσθεῖναι τὸν τέλειον. δῆλον δὲ καὶ ὅτι, ἂν ᾖ συλλογισμός, ἀνάγκη τὰς προτάσεις ἔχειν κατά τινα τῶν τρόπων, ὧν προειρήκαμεν· ἢ γὰρ ἐν πρώτῳ ἢ ἐν δευτέρῳ σχήματι ἢ ἐν τρίτῳ ἔσται. πάντες γὰρ οἱ συλλογισμοὶ ἐδείχθησαν ἐν τοῖς σχήμασι τούτοις γινόμενοι καὶ καθ’ ἕκαστον σχῆμα ἔν τινι τῶν δεδειγμένων συζυγιῶν συλλογιστικῶν· κἂν γὰρ σύνθετός τις ᾖ καὶ διὰ πλειόνων μέσων, ὅμως ἡ γένεσις αὐτῷ καὶ ἡ ἀνάλυσις ἐκ τούτων τινὸς τῶν σχημάτων καὶ εἰς τούτων 〈τι〉 ἔσται.2
“并且何时是潜在的,何时是完全的。” 他把不完全的推论称为“潜在的”,即它尚未明显地是一个推论,但能够或者通过换位或者通过归谬法而变得明显;因为通过这样的方式,不完全的推论得以完全化。而他如此理解“潜在的”,从他补充了“完全的”这一点来看是清楚的。而且也很清楚,若是一个推论,前提必然按照我们先前所说的某种方式成立;因为它要么在第一格,要么在第二格,要么在第三格中。因为所有推论都已被表明是在这些格中产生的,并且在每个格中是在某一已被证明的推论组合中产生的;因为即使某个推论是复合的且通过更多的中项,它的生成与分析仍然将出自这些格之一,并且归入这些格之一。
"Δῆλον δὲ καὶ ὅτι πᾶσα ἀπόδειξις ἔστι διὰ τριῶν ὅρων καὶ οὐ πλειόνων, ἂν μὴ δι’ ἄλλων καὶ ἄλλων τὸ αὐτὸ συμπέρασμα γένηται." Κοινότερον δὲ καὶ νῦν τὸν συλλογισμὸν ἀπόδειξιν εἴρηκε. δείκνυσι δέ, ὅτι πᾶς συλλογισμὸς διὰ τριῶν ὅρων γίνεται καὶ οὐ διὰ πλειόνων, τοῦτ’ ἔστι διὰ δύο προτάσεων. λέγει δὲ διὰ τῶν προσεχῶν·3 ἐν γὰρ τοῖς συνθέτοις πλείους μὲν αἱ προτάσεις, ἀλλ’ οὐχ αἱ προσεχεῖς· πάντες γὰρ διὰ δύο προτάσεων προσεχῶν καὶ τριῶν ὅρων καὶ οὐ πλειόνων, ἂν μὴ τὸ αὐτὸ συμπέρασμα δι’ ἄλλου καὶ ἄλλου μέσου δεικνύηται. εἰ γὰρ εἴη τινὶ προκείμενον συλλογίσασθαι πᾶσαν ἡδονὴν ἀγαθόν, ὁ δὲ ἄλλοτε ἄλλον μέσον ὅρον λαμβάνων δεικνύοι τοῦτο, καθ’ ὅσον μὲν ταὐτὸ συμπέρασμα καθ’ ἕκαστον τῶν μέσων ποιεῖ, δόξει συλλογισμὸν ἕνα καὶ τὸν αὐτὸν ποιεῖν, καθ’ ὅσον δὲ μὴ διὰ τῶν αὐτῶν μέσων ὅρων μηδὲ διὰ τῶν αὐτῶν προτάσεων γίνεται τὸ συμπέρασμα, διαφέροντες ἔσονται πάλιν οἱ συλλογισμοὶ καὶ πλείονες καὶ τοσοῦτοι, ὁσάκις καὶ τὰ μέσα ὑπήλλακται. οὐ γὰρ ὁ αὐτὸς συλλογισμὸς ὁ λέγων ‘πᾶσα ἡδονὴ αἱρετόν, πᾶν αἱρετὸν ἀγαθόν, πᾶσα ἄρα ἡδονὴ ἀγαθόν’ τῷ λέγοντι ‘πᾶσα ἡδονὴ κατὰ φύσιν, πᾶν τὸ κατὰ φύσιν ἀγαθόν, πᾶσα ἄρα ἡδονὴ ἀγαθόν’. ἀλλ’ οὐδὲ τούτων τις ὁ αὐτὸς τῷ λαμβάνοντι πᾶσαν ἡδονὴν ὑπὸ τέχνης γίνεσθαι, πᾶν τὸ ὑπὸ τέχνης γινόμενον ἀγαθὸν εἶναι, πᾶσαν ἄρα ἡδονὴν ἀγαθὸν εἶναι. καίτοι ἐν πᾶσι τούτοις ταὐτὸ συμπέρασμα. ὁμοίως καὶ εἰ τὸ ἐναντίον τούτου συνάγοι τις, ὅτι μηδεμία ἡδονὴ ἀγαθόν, ποτὲ μὲν διὰ τοῦ ‘πᾶν ἀγαθὸν ὠφέλιμον, οὐδεμία δὲ ἡδονὴ ὠφέλιμος, οὐδεμία ἄρα ἡδονὴ ἀγαθόν’, ποτὲ δὲ διὰ τῶν ‘πᾶσα ἡδονὴ ἀτελής (εἴ γε κίνησις, ἡ δὲ κίνησις ἐνέργεια ἀτελής), οὐδὲν ἀγαθὸν ἀτελές, οὐδεμία ἄρα ἡδονὴ ἀγαθόν’. καὶ γὰρ ἐπὶ τούτων ταὐτὸν συμπέρασμα δι’ ἄλλων καὶ ἄλλων ὅρων τε καὶ προτάσεων δείκνυται· διὸ καὶ πλείους εἰσὶν οἱ συλλογισμοί, ἀλλ’ οὐχ εἷς. καὶ ὡς Πλάτων ἀθάνατον εἶναι τὴν ψυχὴν ποτὲ μὲν διὰ τοῦ τὰς μαθήσεις ἀναμνήσεις εἶναι δείκνυσι, ποτὲ δὲ διὰ τοῦ ἀνεπίδεκτον εἶναι τοῦ ἐναντίου διὰ τὸ συνεπιφέρεσθαι ἑαυτῇ τὸ ἐκείνῳ ἐναντίον,4 ποτὲ δ’ αὖ διὰ τοῦ μὴ φθείρεσθαι ὑπὸ ἀλλοτρίας πονηρίας τὸ ὑπὸ τῆς οἰκείας μὴ φθειρόμενον, ἄλλοτε 〈δὲ〉 διὰ τοῦ αὐτοκίνητον εἶναι τὴν ψυχήν· τὸ γὰρ αὐτὸ διὰ πλειόνων δείκνυσι μέσων, διὸ πλείους οἱ συλλογισμοί.
“而且很清楚,每一证明都是通过三个词项而不是更多的词项,除非同一结论是通过不同的一组组词项产生的。” 他在这里也是在较宽泛的意义上把推论称为“证明”。他表明,每一推论都是通过三个词项而不是通过更多的词项产生的,也就是说,通过两个前提。但他指的是通过直接的前提;因为在复合推论中,前提虽然更多,但不是直接的前提。因为所有的推论都是通过两个直接的前提和三个词项而不是更多的词项产生的,除非同一结论是通过不同的中项被证明的。因为如果某人提出的任务是要推论“所有的快乐都是善”,而他在不同的时候采取不同的中项来证明这一点,那么就他在每个中项下得出相同的结论而言,他似乎是在构成一个且相同的推论;但就结论并非通过相同的诸中项、也非通过相同的诸前提产生而言,推论又将是相异的和更多的,并且中项被更换了多少次,推论就有多少个。因为说“所有的快乐都是可选择的,所有可选择的都是善,所以所有的快乐都是善”的推论,并不等同于说“所有的快乐都是顺应自然的,所有顺应自然的都是善,所以所有的快乐都是善”的推论。而这些推论中的任何一个,也都不等同于设定“所有的快乐都是由技艺产生的,所有由技艺产生的东西都是善,所以所有的快乐都是善”的推论。尽管在所有这些推论中结论是相同的。同样,如果有人推导与此相反的结论,即“没有任何快乐是善”,有时是通过“所有的善都是有益的,但没有快乐是有益的,所以没有快乐是善”,有时则是通过“所有的快乐都是不完全的(只要它是运动,而运动是不完全的实现活动),没有善是不完全的,所以没有快乐是善”。因为在这些情况下,同一结论也是通过不同的词项与前提被证明的;因此推论也是更多的,而不是一个。这正如柏拉图证明灵魂是不朽的时,有时通过学习即回忆来证明,有时通过灵魂不接受相反者、因为它自身携带着与那相反者相对立的东西来证明,有时又通过不被自身的恶所毁灭之物不会被外来的恶所毁灭来证明,有时又通过灵魂是自发运动的来证明;因为他是通过更多的中项来证明同一事物,所以推论也是更多的。
- 2.167Δυνατὸν εἶπε τὸν ἀτελῆ συλλογισμὸν
Δυνατόν 为谓词宾格,τὸν ἀτελῆ συλλογισμὸν 为直接宾语,构成与动词 εἶπε 连用的双宾格结构(“他称不完全推论为‘潜在的’”)。
- 2.167ἡ γένεσις αὐτῷ καὶ ἡ ἀνάλυσις ἐκ τούτων τινὸς τῶν σχημάτων καὶ εἰς τούτων 〈τι〉 ἔσται
αὐτῷ 为领属性与格(“其生成与分析”)。介词短语 ἐκ τούτων τινὸς 与 εἰς τούτων 〈τι〉 分别对应 γένεσις 与 ἀνάλυσις,表明其起点与终点。
- 2.168λέγει δὲ διὰ τῶν προσεχῶν
承接前句的省略结构:需补出上文的 γίνεσθαι τὸν συλλογισμόν(“但他所说的[产生]是指通过直接的前提”)。
- 2.168διὰ τὸ συνεπιφέρεσθαι ἑαυτῇ τὸ ἐκείνῳ ἐναντίον
διά 连用带冠词不定词构成的表原因短语。ἑαυτῇ 为与格代词,指自身(灵魂);ἐκείνῳ 指代前文的相反者(死亡);τὸ ἐναντίον 为与那相对立者(即生命)。
