← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§269.16-270.35

前提到结论的对应关系与向其他述谓的扩展

亚历山大注解了亚里士多德在《前分析篇》第一卷第24章中关于全称结论、质(肯定/否定)和模态上前提到结论的对应关系的讨论,并进一步将其扩展至真假、可几性、范畴等其他述谓,并解释了“简单地”这一措辞。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.163

" Καὶ ὅτι τὸ μὲν καθόλου ἐκ τῶν καθόλου προτάσεων δείκνυται." Δείξας, ὅτι ἐν παντὶ συλλογισμῷ δεῖ καθόλου τινὰ πρότασιν εἶναι, ὑπομιμνήσκει ἡμᾶς καὶ τοῦ ὅτι, εἰ καθόλου τὸ συμπέρασμα εἴη, δεῖ ἀμφοτέρας εἰλῆφθαι καθόλου τὰς προτάσεις· οὐ γὰρ ἂν ἄλλως γένοιτο τοῦ καθόλου συμπέρασμα. οὐ μὴν ἂν ὦσιν αἱ προτάσεις καθόλου ἀμφότεραι, ἤδη καὶ τὸ συμπέρασμα ἀνάγκη καθόλου εἶναι· γίνεται γάρ ποτε ἐπὶ μέρους συμπέρασμα καὶ ἐκ καθόλου προτάσεων, ὡς ἐπὶ τῶν ἐν τρίτῳ σχήματι ἐδείχθη.

“并且,全称的结论由全称的前提所证明。” 在表明了在每一个推论中都必须有某个全称前提之后,他又提醒我们注意这一点:如果结论是全称的,那么两个前提都必须被采纳为全称的;因为否则就不可能产生全称的结论。然而,并不是说如果两个前提都是全称的,结论就必然已经是全称的;因为有时即使从全称前提中也会产生特称的结论,正如在第三格的推论中所展示的那样。

§2.164

"Δῆλον δὲ καὶ ὅτι ἐν ἅπαντι συλλογισμῷ "Καὶ τοῦτο ὑπομιμνῄσκει ἡμᾶς, ὅτι ἐν παντὶ συλλογισμῷ ἢ ἀμφοτέρας ὁμοίας ἀνάγκη τῷ συμπεράσματι εἶναι τὰς προτάσεις ἢ πάντως γε τὴν ἑτέραν, κατὰ μὲν τὸ καταφατικὸν ἀμφοτέρας (οὐ γὰρ ἂν ἄλλως γίνοιτο καταφατικὸν τὸ συμπέρασμα, εἰ μὴ ἀμφότεραι αἱ προτάσεις εἶεν καταφατικαί), εἰ δὲ ἀποφατικόν, τὴν ἑτέραν· οὔτε γὰρ ἐκ δύο καταφατικῶν ἀποφατικὸν ἂν γένοιτο συμπέρασμα οὔτε ἐκ δύο ἀποφατικῶν· οὐδὲ γὰρ ὅλως συλλογισμὸς ἐκ δύο ἀποφατικῶν γένοιτ’ ἄν ποτε προτάσεων. οὐ τὸ καταφατικὸν δὲ καὶ ἀποφατικὸν μόνα δεῖν φησιν ἢ ἀμφοτέρας τὰς προτάσεις ὁμοίας εἶναι τῷ συμπεράσματι ἢ πάντως γε τὴν ἑτέραν, ἀλλὰ καὶ κατὰ τὸ ἀναγκαῖον1 καὶ τὸ ὑπάρχον καὶ ἐνδεχόμενον. οὔτε γὰρ ἀναγκαῖον γένοιτ’ ἂν συμπέρασμα μηδεμιᾶς οὔσης προτάσεως ἀναγκαίας, ὥς φησιν (ἀλλὰ δεῖ ἢ ἀμφοτέρας ἀναγκαίας εἶναι ἢ πάντως γε τὴν ἑτέραν, τὴν γὰρ μείζονα), οὔτε ὑπάρχον οὔτε ἐνδεχόμενον· ὁμοίως γὰρ καὶ ἐπὶ τοῦ ὑπάρχοντος συμπεράσματος καὶ ἐπὶ τοῦ ἐνδεχομένου αἱ προτάσεις ἕξουσιν. πῶς οὖν εἶπεν ἐν ταῖς μίξεσιν ἐξ ἀναγκαίας ἀποφατικῆς καθόλου καὶ ἐνδεχομένης καταφατικῆς ὑπάρχον ἀποφατικὸν γίνεσθαι συμπέρασμα;

“显而易见,在每一个推论中”他也提醒我们这一点:在每一个推论中,两个前提必然要么都与结论相似,要么至少其中之一必定与结论相似。就肯定而言,两个前提都相似(因为除非两个前提都是肯定的,否则结论不可能成为肯定的);但如果是否定的,则是其中之一。因为从两个肯定前提中既不能产生否定的结论,从两个否定前提中也不能产生否定的结论;因为从两个否定前提根本不可能产生任何推论。并且他说,不仅在肯定与否定上,两个前提要么都必须与结论相似,要么至少其中之一必须相似,而且在必然、实然和或然上也是如此。因为正如他所说,若没有任何前提是必然的,就不可能产生必然的结论(而是要么两者都必须是必然的,要么至少其中之一,即大前提必须是必然的),实然或或然的结论也是如此;因为在实然结论和或然结论的情况下,前提也是同样的关系。那么,他为何在诸前提的混合中说,从全称必然否定前提与或然肯定前提中会产生实然否定的结论呢?

§2.165

"Ἐπισκέψασθαι δὲ δεῖ καὶ τὰς ἄλλας κατηγορίας." Λέγοι ἂν τὰς ἄλλας κατηγορίας τὰς παρὰ τοὺς εἰρημένους τρόπους· εἶεν δ’ ἂν αἱ τοιαῦται, εἰ ψεῦδος τὸ συμπέρασμα 〈ἢ〉 εἰ ἀδύνατον. δεῖ γὰρ καὶ τὰς προτάσεις ἀμφοτέρας ψευδεῖς εἶναι ἢ πάντως τὴν ἑτέραν· ὁμοίως δέ, καὶ εἰ ἀδύνατον, ἢ ἀμφοτέρας ἢ πάντως γε τὴν ἑτέραν ἀδύνατον ἀνάγκη εἶναι, εἴ γε ἀδύνατον μὲν ἀδυνάτῳ, ψεῦδος δὲ ψεύδει ἀκολουθεῖ. οὐ μὴν ἐπεὶ ἀληθὲς τὸ συμπέρασμα, πάντως καὶ αἱ προτάσεις ἢ ἀμφότεραι ἀληθεῖς ἢ 〈ἡ〉 ἑτέρα· καὶ γὰρ ἐξ ἀμφοτέρων ψευδῶν ἀληθές ποτε συναχθήσεται, ὡς δείξει. καὶ διὰ τοῦτο εἶπε τὸ ἐπισκέψασθαι δεῖν καὶ τὰς ἄλλας κατηγορίας ὑπὲρ τοῦ γνῶναι, ἐπὶ τίνων οὕτως ἔχειν ἀνάγκη· οὐ γὰρ ἐπὶ πάντων ὁμοίως ἔχει. δεήσει δέ, καὶ εἰ ἔνδοξον τὸ συμπέρασμα ἢ ἄδοξον, καὶ τῶν προτάσεων ἢ τινὰ ἢ τινὰς οὕτως ἔχειν. καὶ εἰ ἄδηλον τὸ συμπέρασμα, καὶ τῶν προτάσεών τις ἄδηλος ἔσται· εἰ γάρ τις συλλογίζοιτο καὶ συνάγοι ἀρτίους εἶναι τοὺς ἀστέρας διὰ τοῦ τὰ ἡμισφαίρια ἐξ ἴσων ἀστέρων κατ’ ἀριθμὸν εἶναι, ἄδηλον δι’ ἀδήλου συνάξει. ἀλλὰ καὶ εἰ τοῦ ὡς ἐπὶ τὸ πλεῖστον ἐνδεχομένου ἢ τοῦ κατὰ φύσιν ἢ τοῦ κατὰ προαίρεσιν τὸ συμπέρασμα, οὕτω τις καὶ τῶν προτάσεων ἕξει ἢ καὶ ἀμφότεραι. λέγοι δ’ ἂν κατηγορίας2 καὶ τὰς κατὰ γένη· εἰ γὰρ ἐν τῷ ποιῷ τὸ δεικνύμενόν τε καὶ συμπεραινόμενον, δεῖ καὶ πρότασίν τινα τοιαύτην εἰλῆφθαι· ὁμοίως, εἰ ποσὸν ἢ πρός τι. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν.

“并且还必须考察其他的述谓。” 他所说的“其他的述谓”指的大概是除了所提及的那些模态之外的述谓;这类情形会是:若结论是假的,或者是不可能的。因为两个前提也必须都是假的,或者至少其中之一是假的;同样,若是不可能的,必然要么两者都是不可能的,要么至少其中之一是不可能的,只要不可能随不可能而来,假随假而来。然而,并不是因为结论是真的,两个前提就必定两者皆真或其中之一必真;因为正如他将要展示的那样,有时即使从两个假前提中也能推导出真的结论。正因如此,他说必须也考察其他的述谓,以便得知在哪些情况下必然如此;因为并非在所有情况下都是同样的。而且,若结论是合乎公意的或违背公意的,前提中也必须有某一个或某几个是如此的。若结论是不明晰的,前提中也必有某个是不明晰的;因为如果有人通过“〔两个〕半球由数目相等的星辰组成”来推论并得出“星辰是偶数”,他就是通过不明晰之物来推导出不明晰之物。而且,若结论是多半如此的或然之物,或是出于本性的,或是出于抉择的,前提中也必有某个或两者都是如此。他也可能用“述谓”指按属而言的范畴:因为如果所证明和所结论之物属于质,就必须也采纳某个这样性质的前提;同样,若是量或关系亦然。对于其余的范畴,道理也是一样的。

§2.166

"Φανερὸν δὲ καὶ πότε ἁπλῶς ἔσται, καὶ πότε οὐκ ἔσται συλλογισμός." Τὸ ἁπλῶς ἀντὶ τοῦ ‘καθόλου’ εἶπε·3 δῆλον γὰρ καθόλου, πότε καὶ πῶς τῶν προτάσεων λαμβανομένων συλλογισμὸς ἔσται, καὶ πότε καὶ πῶς λαμβανομένων οὐκ ἔσται· ἐδείχθη γὰρ τοῦτο καθ’ ἕκαστον σχῆμα. [φανερὸν δὲ καὶ πότε ἁπλῶς ἔσται ἀντὶ τοῦ ‘φανερὸν δὲ ἁπλῶς’, ἀντὶ τοῦ ‘καθόλου’ εἶπε· δῆλον γὰρ καθόλου, καὶ πότε 〈ἔσται καὶ πότε〉 οὐκ ἔσται συλλογισμός.]

“而且很清楚,何时简单地会有推论,何时不会有。” 他用“简单地”代替了“全称地”;因为前提在何时以及如何被采纳时会有推论,在何时以及如何被采纳时不会有推论,在全称上是很清楚的;因为这一点在每一个格中都已被证明了。[“而且很清楚何时简单地会有”是他用以代替“简单地很清楚”,也就是代替“全称地”说的;因为推论在全称上既在何时会有,也在何时不会有,都是很清楚的。]

语法注3 条
  1. 2.164οὐ τὸ καταφατικὸν δὲ καὶ ἀποφατικὸν μόνα δεῖν φησιν ἢ ἀμφοτέρας τὰς προτάσεις ὁμοίας εἶναι τῷ συμπεράσματι ἢ πάντως γε τὴν ἑτέραν, ἀλλὰ καὶ κατὰ τὸ ἀναγκαῖον

    不定式 δεῖν 依附于 φησί,其后引导带宾格的不定式短语(ἢ ἀμφοτέρας... ὁμοίας εἶναι...)。短语 οὐ ... μόνα 起表语性的限定作用,与后文的 ἀλλὰ καὶ κατὰ τὸ ἀναγκαῖον 相应,表示“两个前提或其中之一必须与结论相似,并不仅仅在肯定与否定上如此”。

  2. 2.165λέγοι ἂν τὰς ἄλλας κατηγορίας

    带有 ἄν 的愿望语气(潜在愿望语气 λέγοι ἄν),表达注解者推测和阐释的语气(“他大概指的是……”)。此处的 κατηγορίας 不仅指亚里士多德严格意义上的十范畴,而且泛指关于命题特性(真假、模态、认识确定性等)的各种“述谓/判定”。

  3. 2.166Τὸ ἁπλῶς ἀντὶ τοῦ ‘καθόλου’ εἶπε

    中性单数冠词 τό 加在副词 ἁπλῶς 之前,将该词作为自身指称(autonymous)对待,构成“他用‘简单地’指‘全称地’”这一语词替换说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:269.16-270.35