- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:25.24-27.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《前分析论》25a1–25a2,阐明前提的模态区分(必然、实然、可能)与质的区分(肯定、否定)相结合构成六种前提,并论证模态并非取决于事物本身的实际状态,而是取决于陈述中附加的模态限定词。
" Ἐπεὶ δὲ πᾶσα πρότασίς ἐστιν ἢ τοῦ ὑπάρχειν ἢ τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν." Τῷ πᾶσα πρότασις δεῖ τὸ ‘κατηγορική’ προσυπακούειν· περὶ γὰρ τῶν τοιούτων προτάσεών τε καὶ συλλογισμῶν τὸν λόγον νῦν ποιεῖται, ὧν καὶ τὸν λόγον ἀπέδωκεν. ἐπεὶ τοίνυν πᾶσα πρότασις κατηγορικὴ ὅρον ὅρου κατηγορούμενον ἔχει ἢ καταφατικῶς ἢ ἀποφατικῶς, τοῦτ’ ἔστιν ὡς ὑπάρχοντα τῷ ὑποκειμένῳ ἢ μὴ ὑπάρχοντα, τῶν δὲ ὑπαρχόντων τισὶ τὰ μὲν ἀεὶ ὑπάρχει, τὰ δὲ ποτὲ μὲν ὑπάρχει, ποτὲ δὲ οὐχ ὑπάρχει, εἰ μὲν ἀεὶ ὑπάρχοι τὸ ὑπάρχειν λεγόμενον καὶ οὕτως λαμβάνοιτο ὑπάρχειν, ἀναγκαία γίνεται ἡ τοιαύτη πρότασις καταφατικὴ ἀληθής, ἀναγκαία δὲ ἀποφατικὴ ἀληθὴς ἡ τὸ μηδέποτε πεφυκὸς ὑπάρχειν τινὶ οὕτως μὴ ὑπάρχειν αὐτῷ λαμβάνουσα. εἰ δὲ μὴ ἀεὶ ὑπάρχοι τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ, εἰ μὲν κατὰ τὸ ἐνεστὼς ὑπάρχοι, ἡ τοῦτο μηνύουσα πρότασις ὑπάρχουσα γίνεται καταφατικὴ ἀληθής. ὁμοίως καὶ ὑπάρχουσα ἀποφατικὴ ἀληθὴς ἡ τὸ νῦν μὴ ὑπάρχον μὴ ὑπάρχειν λέγουσα. εἰ δὲ μὴ ὑπάρχοι ἐπὶ τοῦ παρόντος τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ δυνάμενον αὐτῷ ὑπάρχειν καὶ οὕτως, ὡς δυνάμενον, λαμβάνοιτο, ἐνδεχομένη καταφατικὴ ἀληθὴς ἡ πρότασις. ἡ δὲ ἐνδέχεσθαι μὴ ὑπάρχειν ἢ τὸ ὑπάρχον ἢ τὸ μὴ ὑπάρχον μὲν οἷόν τε δὲ καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν λέγουσα ἐνδεχομένη ἀποφατικὴ ἀληθής. ψευδεῖς δέ γε αἱ τὰ μὴ τοῦτον ἔχοντα τὸν τρόπον ὡς οὕτως ἔχοντα μηνύουσαι· δηλωτικαὶ γὰρ οὖσαι τῆς ὑπάρξεως τῶν ὑπ’ αὐτῶν δηλουμένων αἱ προτάσεις, ὡς ἂν ἐκεῖνα ἔχῃ ὑπάρξεως,1 οὕτως ἔχουσι καὶ αὐταὶ συνεξομοιούμεναι τῷ τῶν δηλουμένων ὑπ’ αὐτῶν τρόπῳ. ἔτι ἐπεὶ πᾶν τὸ ὑπάρχον τινὶ ἢ ἀχώριστον αὐτοῦ ἐστι καὶ καθ’ αὑτὸ ὑπάρχον ἢ χωριστόν, εἰ μὲν ἀχώριστον ἦν, ἡ τοῦτο δηλοῦσα πρότασις ἀναγκαία, εἰ δὲ χωριστόν, ἐνδεχομένη, ἧς ἡ μὲν τὸ παρὸν ἤδη δηλοῦσα ὑπάρχουσα, ἡ δὲ τὸ κεχωρισμένον ἢ τὸ μήπω παρὸν οἷόν τε δὲ ὑπάρξαι ἐνδεχομένη ἰδίως.2
“既然每一个前提要么是关于属于的,要么是关于必然属于的,要么是关于可能属于的。” 在“每一个前提”之后,必须在理解中补足“直言的”;因为他现在正针对这类前提和三段论进行论述,并且之前也已经给出了它们的定义。既然每一个直言前提都含有一个词项肯定地或否定地述说于另一个词项,也就是说,作为属于主项或不属于主项而被述说;而在属于某些事物的事物中,有些是始终属于的,有些则是时而属于、时而并不属于的:那么,如果那被称为属于的事物是始终属于的,并且按这样属于被选取,那么这样的前提就成为真的必然肯定前提;而那把在本性上决不属于某物的事物按这样不属于它来选取的前提,则成为真的必然否定前提。另一方面,如果谓项并不是始终属于主项,若是在当下属于,那么表明这一点的就成为真的实然肯定前提。同样,断言现时不属于者并不属于的前提,也是真的实然否定前提。而如果谓项在目前并不属于主项,但能够属于它,并且按这样——作为能够属于——被选取,那么该前提就是真的可能肯定前提。至于那把现已属于的事物,或者把现虽不属于但能够既属于又不属于的事物,断言为可能不属于的前提,则是真的可能否定前提。然而,那些把并非具有这种状况的事物当作如此这般来表明的前提则是假的;因为既然前提是它们所表明之事物的存在状态的显示者,那么那些事物在存在上具有怎样的状况,前提自身也同样适应于它们所表明之事物的样态而具有怎样的状况。此外,既然凡属于某物的一切,要么是与其不可分离且自身属于的,要么是可分离的;如果它是不可分离的,表明这一点的就是必然前提;如果是可分离的,就是可能前提[广义];在这类可能前提中,表明现已在场的是实然前提,而表明已被分离或尚未在场但能够属于的,则是严格意义上的可能前提[狭义]。
"Τούτων δὲ αἱ μὲν καταφατικαὶ αἱ δὲ ἀποφατικαὶ καθ’ ἑκάστην πρόσρησιν.3" Τρεῖς διαφορὰς προτάσεων εἰπών, ἀναγκαίαν, ὑπάρχουσαν, ἐνδεχομένην, καθ’ ἑκάστην τούτων διαφορὰν τὰς μὲν καταφατικάς φησι γίνεσθαι τῶν προτάσεων τὰς δὲ ἀποφατικάς· καὶ γὰρ ἀναγκαία καταφατικὴ καὶ ἀναγκαία ἀποφατική ἐστιν, ὡς εἰρήκαμεν, ὁμοίως καὶ ὑπάρχουσα καὶ ἐνδεχομένη, ὥσθ’ ἓξ διαφοραὶ προτάσεων αὗται. τὸ δὲ καθ’ ἑκάστην πρόσρησιν τὸ καθ’ ἑκάστην κατηγορίας διαφορὰν καὶ καθ’ ἑκάστην τρόπου προσθήκην δηλοῖ· οὐ γὰρ ἀξιοῖ τὰς προτάσεις ἀπὸ τῶν ὑποκειμένων αὐταῖς καὶ δηλουμένων ὑπ’ αὐτῶν λαμβάνειν τὸ ἀναγκαῖον καὶ τὸ ὑπάρχον καὶ τὸ ἐνδεχόμενον, ἀλλὰ ἀπὸ τῆς προσθήκης τῆς προστιθεμένης καὶ προσκατηγορουμένης τῆς λεγούσης, ὅτι τόδε τῷδε ἐξ ἀνάγκης ὑπάρχει 〈ἢ ὑπάρχει〉 ἢ ἐνδέχεται ὑπάρχειν· οὕτως γὰρ ἔσονταί τινες καὶ ἀληθεῖς ἀναγκαῖαι καὶ ψευδεῖς, ὁμοίως καὶ ὑπάρχουσαι καὶ ἐνδεχόμεναι· οὐδεὶς γὰρ ἂν λόγος ψευδὴς γίνοιτο, εἰ μόνος οὗτος λέγοιτο ὁ δηλῶν τὴν τῶν πραγμάτων φύσιν καὶ ὢν τοιοῦτος, ὁποῖα τὰ δηλούμενα. ἐπεὶ δὲ λέγομεν τὸν ἀποφαντικὸν λόγον τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ὁμοίως δέχεσθαι, ὡς λέγομεν κατάφασίν τινα ἀληθῆ καὶ ἄλλην τινὰ ψευδῆ τὴν οὐχ ὡς ἔχει τό, περὶ οὗ λέγεται, λέγουσαν, οὕτως ἐροῦμεν καὶ ἀναγκαίαν τινὰ ψευδῆ· ψευδὴς δὲ ἔσται ἀναγκαία ἡ λέγουσα τὸ μὴ ἀναγκαῖον ἀναγκαῖον. δεῖ ἄρα ταῖς προτάσεσι προσκεῖσθαι τὰς τοιαύτας προσρήσεις καὶ τοὺς τοιούτους τρόπους.
“而在这些前提中,依每一种称谓,有些是肯定的,有些是否定的。” 在说出了前提的三种差异——必然前提、实然前提、可能前提——之后,他说依这些差异中的每一种,前提中有些成为肯定的,有些成为否定的;因为正如我们所说过的,既有必然肯定前提也有必然否定前提,对于实然和可能前提而言也是同样,因而一共形成了前提的这六种差异。而“依每一种称谓”表明的是“依述说的每一种差异以及依样态的每一种附加”;因为他不认为前提是从它们所依据并由它们所表明的实际事物中获取“必然”、“实然”和“可能”,而是从那被附加并被协同述说的附加成分中获取的,即断言“此物必然属于〈或属于〉或可能属于彼物”的附加成分;因为只有这样,才会既有某些真的又有某些假的必然前提,对于实然和可能前提也是同样;因为如果唯有表明事物的本性、且具有与其所表明之事物相同性质的语句才被言说,那么没有任何语句会成为假的。但是,既然我们说断述语句同等地容纳真与假,正如我们说某个肯定陈述是真的,而另一个并不按所论之事物原本的所是来表述的陈述是假的一样,那么我们同样也会称某个必然前提是假的;而说非必然之物为必然的必然前提,就会是假的。因此,必须将这样的称谓和这样的样态附加给前提。
- 1.10ὡς ἂν ἐκεῖνα ἔχῃ ὑπάρξεως
这是动词 ἔχω 支配表示方面或状态的属格(ὑπάρξεως)的结构,意为“无论那些事物在存在/实际状态上处于何种状况”。
- 1.10ἧς ἡ μὲν τὸ παρὸν ἤδη δηλοῦσα ὑπάρχουσα, ἡ δὲ τὸ κεχωρισμένον ἢ τὸ μήπω παρὸν οἷόν τε δὲ ὑπάρξαι ἐνδεχομένη ἰδίως
关系代词 ἧς 是部分属格,先行词是紧接在前的 ἐνδεχομένη(广义的“可能前提”)。它引出将这一属分为实然前提(ὑπάρχουσα)与狭义的可能前提(ἐνδεχομένη ἰδίως)的划分,分句中省略了系动词 ἐστί。
- 1.11καθ’ ἑκάστην πρόσρησιν
注解者对亚里士多德原文(25a2)该词组的解释。介词 κατά 接宾格表示依据或准则(“依……”、“按照……”),注解者将其同义替换为“依述说的每一种差异以及依样态的每一种附加”。
