- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:268.4-269.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大重构了亚里士多德利用圆与半圆角证明等腰三角形底角相等的论证,并阐明若不在各步骤中进行全称证明而直接采纳前提,就会陷入乞求原论题的谬误。
" Οἷον ὅτι τοῦ ἰσοσκελοῦς ἴσαι αἱ πρὸς τῇ βάσει γωνίαι." Τὸ μὲν πρόβλημα δεῖξαι τὰς πρὸς τῇ βάσει τοῦ ἰσοσκελοῦς τριγώνου δύο γωνίας ἴσας ἀλλήλαις, ὁ Εὐκλείδης μὲν ἐν τῷ πρώτῳ τῶν Στοιχείων δέδειχε διὰ τοῦ πέμπτου θεωρήματος δείξει χρησάμενος ἄλλῃ. ὁ μέντοι Ἀριστοτέλης ἄλλως δείκνυσιν αὐτό, καὶ ἔστιν ἡ δεῖξις τοιαύτη· ἔστω κύκλος ὁ Α Β Γ Δ, καὶ ἔστω κέντρον αὐτοῦ τὸ Ε, καὶ διήχθωσαν ἀπὸ τοῦ κέντρου πρὸς τὴν περιφέρειαν εὐθεῖαι τέμνουσαι ἀλλήλας ἥ τε Α Ε καὶ ἡ Β Ε, διάμετροι οὖσαι δῆλον ὅτι τοῦ κύκλου, καὶ ἐπεζεύχθω ἡ Α Β. βάσις δὴ ἔσται ἡ Α Β τοῦ Ε Α Β τριγώνου. ἔσονται δὴ πρὸς τῇ βάσει αὐτοῦ γωνίαι ἥ τε Α Γ καὶ ἡ Β Δ. ἐπεὶ οὖν ἡμικυκλίου ἐστὶν ἑκατέρα τῶν Α Γ, Β Δ γωνιῶν, ἴσαι εἰσὶν ἀλλήλαις· αἱ γὰρ τῶν ἴσων ἡμικυκλίων γωνίαι ἴσαι τῷ ἐφαρμόζειν ἀλλήλαις. ὧν αἱ ὑπὸ τῆς βάσεως τοῦ τριγώνου καὶ τῆς περιφερείας ἀπολαμβανόμεναι1 ἴσαι εἰσὶν ἀλλήλαις, ἐπεί εἰσιν ἐν τῷ αὐτῷ τμήματι· αἱ γὰρ ἐν τῷ αὐτῷ τμήματι γωνίαι ἴσαι εἰσὶν ἀλλήλαις, ὅτι καὶ καθόλου αἱ τῶν ἴσων τμημάτων γωνίαι ἴσαι. λοιπαὶ ἄρα αἱ πρὸς τῇ βάσει αἱ ἀπολαμβανόμεναι ὑπό τε τῆς βάσεως καὶ ἑκατέρας τῶν τοῦ τριγώνου πλευρῶν ἴσαι εἰσὶν ἀλλήλαις· ἂν γὰρ ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, καὶ τὰ λειπόμενα ἴσα ἐστὶν ἀλλήλοις. καὶ εἰσὶν αἱ πλευραὶ τοῦ τριγώνου, ὑφ’ ἃς αἱ ἴσαι γωνίαι, ἴσαι ἀλλήλαις· ἀπὸ γὰρ τοῦ κέντρου εἰσὶν ἀμφότεραι. τῶν ἄρα ἰσοσκελῶν τριγώνων αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι ἀλλήλαις. ἂν δὴ τούτου [τοῦ] προκειμένου δειχθῆναι λάβῃ τις2 τὴν Α Γ γωνίαν τῇ Β Δ ἴσην μὴ δείξας καθόλου, ὅτι αἱ τῶν ἴσων ἡμικυκλίων γωνίαι ἴσαι, τὸ ζητούμενον ἂν καὶ τὸ ἐν ἀρχῇ λαμβάνοι. ἢ εἰ τοῦτο μὲν δείξειε, τὴν ὅλην τῇ ὅλῃ ἴσην, λάβοι δὲ τὰς ὑπὸ τῆς περιφερείας καὶ τῆς βάσεως τοῦ τριγώνου ἀποτεμνομένας γωνίας ἀπὸ τῶν ἐν τοῖς ἡμικυκλίοις γωνιῶν τῶν ὀρθῶν ἴσας ἀλλήλαις, τὴν Γ τῇ Δ, μὴ δείξας καθόλου, ὅτι αἱ τῶν ἴσων τμημάτων γωνίαι ἴσαι (αἱ γὰρ τῶν ἴσων τμημάτων ἴσαι γωνίαι τῷ ἐφαρμόζειν ἀλλήλοις τὰ τμήματα, ὥσπερ καὶ τὰ ἡμικύκλια, διὸ καὶ 〈αἱ〉 ἐκείνων γωνίαι ἴσαι· τῶν δὲ δύο ἡμικυκλίων τῶν ὑπὸ τῶν Α, Β διαμέτρων τετμημένων κοινὸν τμῆμά ἐστι τὸ ὑπὸ τῇ τοῦ τριγώνου βάσει· ἴσον οὖν αὐτῷ δηλαδὴ καὶ ἐφαρμόζον, καθ’ ὃ ἑκατέρου ἀφῄρηται, δύο πως ὄν· ἴσαι ἄρα καὶ αἱ γωνίαι αὐτοῦ ἀλλήλαις), ἂν δή τις λάβῃ τὰς γωνίας ἴσας εἶναι τὰς ἐν τῷ τμήματι μὴ δείξας, διὰ τί ἴσαι, πάλιν ἂν εἴη τὸ ἐν ἀρχῇ αἰτούμενος καὶ οὐ συλλογιζόμενος. ἢ εἰ δείξειε μὲν καὶ τοῦτο, λαμβάνοι δὲ τὴν λοιπὴν ἴσην τὴν Ε τῇ Ζ, καὶ οὕτως ἂν τὸ ἐν ἀρχῇ λαμβάνοι, ἀλλ’ οὐ δεικνύοι ἄν, εἰ χωρὶς τοῦ ἀξιώματος ἐκείνου τεθείη τοῦ ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, τὰ καταλειφθέντα ἴσα εἶναι ἀλλήλοις. εἶπε δὲ τὰς καταλειπομένας ἀπὸ τῶν γωνιῶν τῶν ἡμικυκλίων τὰς Ε, Ζ, ὡς εἶναι3 τὰς μὲν ὅλας γωνίας τὰς τῶν ἡμικυκλίων τὰς Α Γ, Β Δ, τὰς δὲ ἀφῃρημένας ἀπ’ αὐτῶν τὰς τοῦ τμήματος Γ καὶ Δ, τὰς δὲ καταλειπομένας ἀπ’ αὐτῶν Ε καὶ Ζ, αἳ περιέχονται ὑπό τε τῆς βάσεως καὶ ἑκατέρας τῶν πλευρῶν οὖσαι αἱ πρὸς τῇ βάσει, περὶ ὧν νῦν προκείμενον δεῖξαι, ὅτι ἴσαι. ἔσται δὴ τὸ ἐξ ἀνάγκης αἰτούμενος, ἂν τὰ δεόμενα δείξεως χωρὶς δείξεως ὡς οὕτως ἔχοντα λαμβάνῃ· αἰτήσεται γὰρ τὸ ἴσας εἶναι τοῦ ἰσοσκελοῦς τριγώνου τὰς πρὸς τῇ βάσει, ἀλλ’ οὐ δείξει.
“例如,等腰三角形的底角相等。” 关于证明等腰三角形底边上的两个角彼此相等这一论题,欧几里得在《几何原本》第一卷中通过第五定理使用了另一种证明来展示;然而亚里士多德却以另一种方式来证明它,其证明如下。设有一圆Α Β Γ Δ,设其圆心为Ε,并设从圆心向圆周引出彼此相交的直线Α Ε和Β Ε(显见它们是圆的直径),且连接Α Β。那么Α Β将是三角形Ε Α Β的底边。位于其底边的角将是Α Γ与Β Δ。既然角Α Γ与Β Δ中的每一个都是半圆之角,它们便彼此相等;因为相等半圆的角因彼此重合而相等。而在这些角之中,由三角形的底边与圆周所截取的角彼此相等,因为它们位于同一弓形之中;因为位于同一弓形中的角彼此相等,这是由于在全称上相等弓形的角亦相等。因此,由底边与三角形的两边分别截取的其余底角彼此相等;因为如果从相等之物中减去相等之物,余下的部分也彼此相等。并且三角形中与相等诸角相对的各边彼此相等;因为二者皆是从圆心引出的。因此,等腰三角形的底角彼此相等。 因此,当这一论题被提出要证明时,如果有人在未全称地证明相等半圆的角相等的情况下,便采纳角Α Γ等于角Β Δ,他就会采纳所探求之事本身即乞求原论题。或者,即使他证明了这一点(即整体等于整体),却在未全称地证明相等弓形的角相等的情况下,便采纳由圆周与三角形底边从半圆的直角中所截出的角(即Γ与Δ)彼此相等(因为相等弓形的角由于弓形彼此重合而相等,正如半圆一样,因此它们的角也相等;而在由直径Α、Β所截出的两个半圆中,位于三角形底边之下的弓形是共同的弓形;所以它显然与自身相等并重合,就其从每一个中被减去而言,在某种意义上是两个;因此它的角也彼此相等)——因此,如果有人在未展示为何相等的情况下便采纳弓形中的诸角相等,他又会是在乞求原论题而不是在进行推论。或者,即使他也证明了这一点,但采纳剩余的角Ε等于Ζ,即便如此,如果脱离了那条公理(即“若从相等之物中减去相等之物,留下的余量彼此相等”)而被设定,他同样是在采纳最初之事,而不会是在证明。他说从半圆的诸角中所留下的余量是Ε、Ζ,其含义在于:半圆的整个诸角是Α Γ、Β Δ,从它们中减去的是弓形的角Γ和Δ,而从它们中留下的余量是Ε和Ζ,它们由底边与两边分别包围,也就是底角,关于它们现在所提出的正是要证明它们相等。因此,如果他把需要证明的事情在未经证明的情况下便当作如此这般而采纳,他必然是在乞求[原论题];因为他将是把等腰三角形的底角相等当作前提来要求,而不是证明它。
- 2.162ὧν αἱ ὑπὸ τῆς βάσεως τοῦ τριγώνου καὶ τῆς περιφερείας ἀπολαμβανόμεναι
属格关系代词 ὧν 是表示整体与部分的关系的属格(partitive genitive),其先行词为前文提及的两个半圆之角(Α Γ 与 Β Δ),意为“在这些角中,由底边和圆周所截出的角”,用于从复合角中分出弓形角。
- 2.162ἂν δὴ τούτου [τοῦ] προκειμένου δειχθῆναι λάβῃ τις
短语 τούτου προκειμένου δειχθῆναι 为属格绝对结构(genitive absolute),其中被动不定词 δειχθῆναι 附属于分词 προκειμένου,表示目的或说明(“当这一论题被提出要证明时”)。
- 2.162εἶπε δὲ τὰς καταλειπομένας ἀπὸ τῶν γωνιῶν τῶν ἡμικυκλίων τὰς Ε, Ζ, ὡς εἶναι
主动词 εἶπε 的主语指亚里士多德。宾格 τὰς καταλειπομένας... τὰς Ε, Ζ 充当受词及宾语补足结构,随后的 ὡς εἶναι 不定词短语用于说明其用语的意图与所指(“他说从半圆角所留下的余量是Ε、Ζ,其含义在于……”)。
