← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§267.7-268.3

全称前提的选择与避免乞题

他通过快乐和善的具体事例指出,若不采纳包容论题的全称前提而采纳另一特定种则会脱离论题,若直接采纳该论题本身则犯乞题错误,并探讨了对亚里士多德文句的两种解释及其与图形证明的关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.161#2

διὸ εἰ μὲν ἄλλο τι ἡδονῆς εἶδος λάβοι, ποιήσει μέν τινα συλλογισμὸν καὶ συμπέρασμα, οὐ μὴν τοῦ προκειμένου. εἰλήφθω γὰρ ‘πᾶσα ἡ ἀπὸ τοῦ θεωρεῖν ἡδονὴ σπουδαία’· ταύτῃ γὰρ τῇ προτάσει ἂν προσλάβωμεν τὸ ‘ἡ δὲ ἀπὸ τοῦ γεωμετρεῖν ἡδονὴ θεωρητική ἐστιν ἡδονή’, συναχθήσεται μὲν τὸ τὴν ἀπὸ τοῦ γεωμετρεῖν ἡδονὴν σπουδαίαν εἶναι, οὐ μὴν τοῦ προκειμένου συλλογισμὸς ἔσται. εἰ δέ τις1 αὐτὴν ταύτην λάβοι εἰπὼν πᾶσαν μουσικὴν ἡδονὴν εἶναι σπουδαίαν, τὸ ἐν ἀρχῇ αἰτήσεται. δεῖ ἄρα καθόλου τι ὂν τῆς μουσικῆς ἡδονῆς λαβεῖν. τὸ δ’ αὐτό, καὶ εἴ τις προκειμένου δεῖξαι, ὅτι πᾶν τὸ ὡς καλὸν ἀγαθὸν τίμιόν ἐστιν, εἰ ἀδιορίστως λάβοι τὸ ἀγαθὸν τίμιον εἶναι μὴ προσθεὶς τὸ ‘πᾶν’, οὐ ποιήσει συλλογισμὸν τῷ τὸ ἀδιόριστον ὡς ἐπὶ μέρους λαμβάνεσθαι. ἀλλ’ οὐδ’ ἄν τι τῶν ὑπὸ τὸ ἀγαθὸν τῶν ἀντιδιαιρουμένων τῷ καλῷ καθόλου λάβῃ, οὐδ’ οὕτως τὸ προκείμενον συλλογίζεται. ἄλλο μέντοι τι οὐ κωλυθήσεται συλλογίσασθαι· οἷον ἐὰν λάβῃ ‘πᾶν τὸ θεῖον ἀγαθὸν τίμιόν ἐστι’ καὶ προσλάβῃ ‘ὁ δὲ ἥλιος θεῖον ἀγαθόν’· ὁ ἥλιος ἄρα τίμιον. μόνως δὲ δείξει διὰ συλλογισμοῦ τὸ ὡς καλὸν ἀγαθὸν τίμιον εἶναι, ἂν λάβῃ καθόλου τι ὂν τοῦ τοιούτου ἀγαθοῦ τίμιον εἶναι· ἂν γὰρ λάβῃ πᾶν ἀγαθὸν τίμιον εἶναι καὶ προσλάβῃ ‘τὸ δὲ ὡς καλὸν ἀγαθὸν ἀγαθόν ἐστιν’, εἴη ἂν τὸ προκείμενον οὕτως δεδειχὼς διὰ συλλογισμοῦ. ἄν γὰρ λάβῃ πάλιν καθόλου τὸ ‘πᾶν τὸ ὡς καλὸν ἀγαθὸν τίμιον’, τὸ ἐν ἀρχῇ αἰτήσεται, ὥσπερ καὶ ἐπὶ τῆς μουσικῆς ἡδονῆς ἐρρέθη. Δύναται τὸ ἢ οὐ πρὸς τὸ προκείμενον εἰρῆσθαι οὐχ ὡς ἐσομένου μὲν συλλογισμοῦ οὐ μὴν πρὸς τὸ κείμενον, ἀλλ’ ὡς τὴν ἀρχὴν οὐδὲ συναπτούσης2 τῆς λαμβανομένης ἐν μέρει προτάσεως τῷ δειχθῆναι προκειμένῳ. τούτῳ δὲ κἂν ἀκόλουθον δόξειεν εἶναι καὶ τὸ ἐφεξῆς λεγόμενον τὸ εἰ δὲ τινὰ ἡδονήν, εἰ μὲν ἄλλην, οὐδὲν πρὸς τὸν λόγον. ἢ ἔσται μὲν πρὸς τὸ προκείμενον ἡ πρότασις οὐ μὴν συλλογιστική, ἄν τὸ καθόλου τοῦ προκειμένου ἀδιορίστως ληφθῇ. εἰ δὲ μὴ τὸ καθόλου ἀλλὰ τῶν ὑπὸ τὸ καθόλου τι ληφθείη ἢ τοῦτο αὐτό, ἢ οὐδὲ τὴν ἀρχὴν συνάψει τῷ προκειμένῳ, εἰ ἄλλο τι καὶ μὴ αὐτὸ τὸ προκείμενον λαμβάνοι, ἤ, εἰ αὐτὸ λαμβάνοι, τὸ ἐν ἀρχῇ αἰτήσεται. οὐδὲν δὲ τῶν εἰρημένων συλλογιστικόν. τούτῳ δόξει μᾶλλον συνᾴδειν καὶ ἡ ἐπὶ τοῦ διαγράμματος δεῖξις. μᾶλλον δέ φησι τὸ τοιοῦτο φανερὸν ἐπὶ τῶν διαγραμμάτων γίνεσθαι· λέγει δὲ τὸ μὴ γίνεσθαι συλλογισμὸν μηδὲ δείκνυσθαι τὸ προκείμενον, εἰ μὴ ληφθείη καθόλου πρότασις.

因此,如果他采纳快乐的另一种特定种,他固然会作出某种推论和结论,却绝不是针对所提出的论题。因为设已采纳“所有来自观相的快乐都是善好的”;因为如果在这个前提上我们附加采纳“而来自从事几何学的快乐是观相的快乐”,那么就会推导出来自从事几何学的快乐是善好的,但这决不会是针对所提出论题的推论。另一方面,如果有人恰恰采纳这个本身,说所有音乐的快乐都是善好的,他就会乞求原论题。因此,必须采纳对音乐的快乐而言是全称的某个东西。 同样地,当所提出的论题是要证明作为高尚之物的一切善都是尊贵的时,如果有人不定地采纳善是尊贵的而没有加上“所有”,他也不会作出推论,因为不定前提被采纳为与特称前提等同。但是,即使他全称地采纳从属于善的、且在划分中与高尚之物并列的任一事物,他也决不能以此方式推论出所提出的论题。不过,这并不妨碍他推论出别的某种东西;例如,如果他采纳“所有神圣的善都是尊贵的”,并附加采纳“而太阳是神圣的善”,那么“因此太阳是尊贵的”。然而,他能够通过推论证明作为高尚之物的善是尊贵的,仅当他采纳对这种善而言是全称的某个东西是尊贵的时候;因为如果他采纳一切善都是尊贵的,并附加采纳“而作为高尚之物的善是善”,他就会以此方式通过推论证明了所提出的论题。因为如果他再次全称地采纳“作为高尚之物的一切善都是尊贵的”,他就会乞求原论题,正如在音乐的快乐的情形中所说的那样。 “或者不是针对所提出的论题”这一表述之所以被说出,也可能是由于这样的理由:并非因为将有推论产生却不是针对所设定的论题,而是因为就部分而言所采纳的前提从一开始甚至根本没有与所提出要证明的论题联系起来。紧接着所说的话,即“但如果采纳某种快乐,若是另一种,则与论证毫无关系”,似乎也与这[一解释]相吻合。或者[另一种解释是]:如果对所提出论题而言是全称的东西被不定地采纳,该前提固然针对所提出的论题,却不是推论性的;而如果采纳的不是全称的,而是从属于全称的某个东西或这本身,那么,如果他采纳了别的东西而非所提出的论题本身,它从一开始就不会与所提出的论题联系起来,或者,如果他采纳其自身,他就会乞求原论题。而所说的这些情况没有一个是推论性的。在图形上的证明似乎更为符合这一[后一种解释]。他说这种事情在图形上变得更为显然;他的意思是指,如果不采纳全称前提,就不会生成推论,所提出的论题也不会被证明。

语法注2 条
  1. 2.161τὸ δ’ αὐτό, καὶ εἴ τις

    独立短语 τὸ δ’ αὐτό 省略了主句谓语动词(如 συμβήσεται 或 ἔσται),通过连词 καί 连接条件从句 εἴ τις...。在这一结构内部,属格独立结构 προκειμένου δεῖξαι 与内嵌条件从句 εἰ ἀδιορίστως λάβοι 重叠,最终引出归结句主动词 οὐ ποιήσει συλλογισμόν,呈现出带有省略的复杂句式。

  2. 2.161οὐχ ὡς ἐσομένου μὲν συλλογισμοῦ ... ἀλλ’ ὡς τὴν ἀρχὴν οὐδὲ συναπτούσης

    相关连词 οὐχ ὡς 与 ἀλλ’ ὡς 分别引导属格独立结构(ἐσομένου συλλογισμοῦ 与 συναπτούσης τῆς ... προτάσεως),作为前述被动不定词 εἰρῆσθαι 的主观解释性理由,构成两项对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:267.7-268.3