- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:266.6-267.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在《前分析篇》41b6中指出每个推论都需要肯定前提和全称前提;亚历山大就此回顾了纯否定前提无法得出推论的论证,并通过音乐快乐的例子解释了“非全称”的双重含义(即特称命题与相对于所要证明的问题而言不具有全称性)。
" Ἔτι δ’ ἐν ἅπαντι δεῖ κατηγορικόν τινα τῶν ὅρων εἶναι1 καὶ τὸ καθόλου ὑπάρχειν." Ὅτι ἀδύνατόν ἐστιν ἐκ δύο ἀποφατικῶν προτάσεων γίνεσθαι συλλογισμόν, λέγει ὑπομιμνῄσκων ἡμᾶς τῶν δεδειγμένων· δεῖ γάρ, φησί, κατηγορικὸν τινα τῶν ὅρων εἶναι, τοῦτ’ ἔστι καταφατικὴν κἂν τὴν ἑτέραν τῶν προτάσεων εἶναι, εἰ μέλλοι συλλογισμὸς ἔσεσθαι. τοῦτο δὲ ἔδειξεν οὕτως ἔχον ἐν πᾶσι τοῖς σχήμασι δείξας ἀσυλλογίστους τὰς ἐκ δύο ἀποφατικῶν συζυγίας· καὶ γὰρ ἐν οἷς ἐδόκει γίνεσθαι, ὡς ἐπὶ τῶν ἐνδεχομένων, πρῶτον μὲν οὐχ ἁπλῶς ἀποφάσεις αἱ ἐνδεχόμεναι, εἶτα καὶ μεταλαμβανομένων ἢ ἀμφοτέρων ἢ τῆς ἑτέρας εἰς τὴν καταφατικὴν ἐγίνετο συλλογισμός, ἄλλως δὲ οὔ. λέγει δέ, ὅτι δεῖ καὶ τὸ καθόλου ὑπάρχειν, τοῦτ’ ἔστι καθόλου πρότασιν εἰλῆφθαι, εἰ μέλλοι συλλογισμὸς ἔσεσθαι. ὅτι μὲν οὖν ἐκ δύο ἐπὶ μέρους προτάσεων οὐ γίνεται συλλογιστικὴ συζυγία ἐν οὐδενὶ τῶν σχημάτων, ἀλλ’ οὐδὲ ἐξ ἀδιορίστων, δέδειχε. νῦν δὲ εἰπὼν ἢ μὴ ἔσεσθαι συλλογισμὸν προσέθηκεν ἢ οὐ πρὸς τὸ κείμενον, ὡς δυναμένου μέν τινος συλλογιστικῶς συναχθῆναι καὶ μὴ καθόλου ληφθείσης προτάσεως, οὐ μὴν τοῦ προκειμένου·2 τοῦτο δὲ οὐχ ὅτι ἐκ δύο ἐπὶ μέρους οἷόν τε γίνεσθαι συλλογισμόν, ἀλλ’ ὅτι ἐκ τοῦ μὴ καθόλου. διττὸν δὲ τὸ μὴ καθόλου· καὶ γὰρ τὸ ἐπὶ μέρους σημαίνει καὶ 〈τὸ〉 μὴ πρὸς τὸ προκείμενον καθόλου· δύναται γάρ τι ἄλλως καθόλου ὂν μὴ εἶναι τοῦ προκειμένου περιεκτικὸν μηδὲ πρὸς τοῦτο καθόλου. ὅταν δέ τι καθόλου ληφθῇ ὡς μὴ εἶναι πρὸς τὸ κείμενον καθόλου μηδὲ τούτου περιεκτικόν, ἀλλὰ ᾖ τὸ λαμβανόμενον καθόλου ἐπὶ μέρους τινὸς τοῦ κατηγορουμένου ἐν τῷ προβλήματι λαμβανόμενον, συλλογισμὸν μὲν οὐκ ἀδύνατον ἐκ τοιούτου γενέσθαι, δῆλον ὅτι προσληφθείσης τινὸς μερικωτέρας καὶ ὑπ’ αὐτὴν προτάσεως, οὐ μὴν τὸ προκείμενον ἂν δειχθείη, ὡς ἐφ’ οὗ παρέθετο παραδείγματος γνώριμον ποιεῖ. προκείσθω γὰρ δεῖξαι τὴν μουσικὴν ἡδονὴν σπουδαίαν3 εἶναι. ἄν μὲν οὖν ἀδιορίστως λάβῃ ἡδονὴν σπουδαίαν εἶναι βουλόμενος δεῖξαι τὸ προκείμενον τὸ πᾶσαν μουσικὴν ἡδονὴν σπουδαίαν εἶναι μηκέτι προσθεὶς τὸ ‘πᾶσαν’, ἵν’ ᾖ ἡ πρότασις ‘πᾶσα ἡδονὴ σπουδαία ἐστίν’, εἶτα προσλαβὼν τὸ ‘ἡ δὲ μουσικὴ ἡδονή’ συνάγει ‘ἡ μουσικὴ ἄρα ἡδονὴ σπουδαία ἐστίν’, οὐ ποιήσει συλλογισμὸν τῷ τὸ ἀδιόριστον ὡς ἴσον δυνάμενον τῷ ἐπὶ μέρους λαμβάνεσθαι. τῷ 〈δὴ〉 μὴ εἶναι καθόλου πᾶσαν ἡδονὴν σπουδαίαν (ἡ γὰρ οὕτω ληφθεῖσα περιεῖχεν ἂν καὶ τὴν μουσικὴν ἡδονήν) οὐ συλλογίζεται· δύο γὰρ ἐπὶ μέρους οὕτως λαμβάνει. εἰ δὲ ὁρίσας εἶδός τι ἡδονῆς τοῦτο καθόλου λάβοι, οὐκ ἂν συλλογίσαιτο τὸ προκείμενον· οὐδὲν γὰρ τῶν ἀντιδιῃρημένων τῇ μουσικῇ ἡδονῇ ἀπὸ τῆς ἡδονῆς ἐστι περιεκτικὸν τῆς μουσικῆς.
“此外,在每一个[推论]中,各个词项之一必须是肯定的,且全称的必须从属。” 他说从两个否定前提不可能生成推论,以此提醒我们注意已证明的事实;因为他说,词项之一必须是肯定的,也就是说,如果要有推论,前提中至少有一个必须是肯定的。他通过指出由两个否定前提构成的组合都是非推论性的,证明了这一点在所有格中都是如此;因为即使在似乎可以生成推论的情形中(如关于可能前提的情形),首先,可能前提并非径直的否定命题,其次,也只有在将二者或其中之一转换为肯定命题时才会生成推论,否则就不能。他又说,全称的也必须从属,也就是说,如果要生成推论,就必须采纳一个全称前提。至于在任何格中都不能由两个特称前提生成推论组合,甚至也不能由不定前提生成,他已经证明过了。 但现在,他在说了“要么将没有推论”之后,又补充了“或者不是针对所设定的论题”,理由在于,即使没有采纳全称前提,也可能在推论上得出某种结论,但决不是得出所提出的论题。这并不是因为推论能够由两个特称前提生成,而是因为它来自非全称的前提。而“非全称”具有双重含义:因为它可以表示特称的,也可以表示对于所提出的论题而言不是全称的;因为某物在其他方面虽然是全称的,但可能并不包容所提出的论题,对于该论题而言也不是全称的。当某物被全称地采纳,以至于它对于所设定的论题既非全称亦不包容它,反而所采纳的全称前提只是就问题中被述说之物的某个部分而被采纳时,从这样的前提出发并非不可能生成推论——显然后者是在附加采纳了更具体的、从属于它的某个前提的情况下生成的——然而所提出的论题却无法被证明,正如他在所举的例子中所阐明的那样。 因为假设所提出的论题是要证明音乐的快乐是善好的。如果他想要证明所提出的论题(即所有音乐的快乐都是善好的),却不定地采纳快乐是善好的,不再加上“所有”以使前提成为“所有快乐都是善好的”,然后附加采纳“而音乐是快乐”,从而推导出“因此音乐的快乐是善好的”,那么他就不会作出推论,因为不定前提被采纳为与特称前提具有同等效力。因此,由于〔前提〕不是全称的,〔即〕所有快乐都是善好的(因为如果这样采纳,它本来也会包容音乐的快乐),他并没有进行推论;因为以这种方式他采纳了两个特称前提。另一方面,如果他限定了快乐的某种特定种并全称地采纳之,他就不会推论出所提出的论题;因为在快乐之下与音乐的快乐并列划分出的各分肢中,没有任何一个能够包容音乐的快乐。
- 2.161κατηγορικόν τινα τῶν ὅρων εἶναι
亚里士多德原文使用了ὅροι(词项),但亚历山大紧接着将其解释为τοῦτ’ ἔστι καταφατικὴν κἂν τὴν ἑτέραν τῶν προτάσεων εἶναι(即前提中至少有一个必须是肯定的),表明此处“词项”乃是借指整个前提命题具有肯定/定言性质。
- 2.161ὡς δυναμένου μέν τινος συλλογιστικῶς συναχθῆναι καὶ μὴ καθόλου ληφθείσης προτάσεως, οὐ μὴν τοῦ προκειμένου
连词ὡς后接属格独立结构δυναμένου... τινος(其内部嵌套了另一个属格独立结构μὴ καθόλου ληφθείσης προτάσεως),用于引导亚里士多德作出补充说明(προσέθηκεν)的主观理据。οὐ μὴν τοῦ προκειμένου则与τινος形成对置,均作为δυναμένου(及被动不定式συναχθῆναι)的逻辑主语。
- 2.161τῷ 〈δὴ〉 μὴ εἶναι καθόλου πᾶσαν ἡδονὴν σπουδαίαν
由带冠词不定式τῷ... μὴ εἶναι构成的表示原因的与格结构。不定式εἶναι的逻辑主语是承前文ἡ πρότασις(并为紧接着的阴性分词ἡ ... ληφθεῖσα所复指)而省略的τὴν πρότασιν,καθόλου充当表语,宾格短语πᾶσαν ἡδονὴν σπουδαίαν(“所有快乐都是善好的”)则作为同位语说明该全称前提的内容。
