- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:264.26-266.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明,由于假定推论中需要证明的被替换前提或附加前提都是通过定言推论确立的,因此所有假定推论(包括基于较多、相似和较少的推论)最终都还原为定言推论的三个格,进而还原为第一格的前两个式。
εἰ μέντοι εἴη ὑποθετικῶς τὸ αὐτὸ εἰλημμένον τόνδε τὸν τρόπον ‘εἰ ἡδονὴ τέλος, οὐκ ἔστιν ἀρετὴ δι’ αὑτὴν αἱρετή’, δεικνύοιτο ἂν καὶ ἡ ἀκολουθία διὰ συλλογισμοῦ τοιούτου· πᾶν, ὃ ὡς ποιητικόν τινος αἱρετόν ἐστιν, οὐκ ἔστι δι’ αὑτὸ αἱρετόν· ἡ δ’ ἀρετή, εἰ ἡ ἡδονὴ τέλος, ὡς ποιητικὴ τῆς ἡδονῆς αἱρετὴ γίνεται· ἡ ἀρετὴ ἄρα, εἰ ἡ ἡδονὴ τέλος, οὐκ ἔστι δι’ αὑτὴν αἱρετή. Λέγει δὲ καὶ αὐτὸς πρὸς τὸ μεταλαμβανόμενον γίνεσθαι τὸν συλλογισμόν.1 οὐκ ἔστι δὲ καὶ τῆς ἀκολουθίας ἢ τῆς μάχης συλλογισμὸν γίνεσθαι,2 ὅτι ἥ γ’ ἐπ’ ἐκείνων δεῖξις πρὸς τὸ τεθῆναι τὴν ὑπόθεσιν χρήσιμος, ὁ δ’ ἐξ ὑποθέσεως συλλογισμὸς ὑποκειμένου τινὸς γίνεται, ὥστε οὐ γίνεται ἡ δεῖξις τῆς ὑποθέσεως ἐν τοῖς ἐξ ὑποθέσεως συλλογισμοῖς. ἃ μὲν γὰρ λέγουσι τροπικά, ἐν πᾶσι δι’ ὑποθέσεως καὶ ὁμολογίας ὡς φανερὰ παραλαμβάνεται· ἐπὶ τὸ πλεῖστον δὲ δεῖται δείξεως τὰ μεταλαμβανόμενα καὶ προσλαμβανόμενα, εἰ ὅλως εἶεν χρειώδεις οἱ τοιοῦτοι λόγοι, ὡς, ὅπου μὴ δεῖται δείξεως τὸ μεταλαμβανόμενον, οὐδὲ συλλογισμὸς τὸ γινόμενόν ἐστι πάντων γε φανερῶν ὄντων. εἰ μέντοι δέοιτο δείξεως, εἰ μὲν μὴ δειχθὲν λαμβάνοιτο, οὐδὲν ἐδείχθη οὐδὲ ἐγένετό τινος συλλογισμός· εἰ δὲ δεικνύοιτο, κατηγορικοῦ χρεία συλλογισμοῦ. οὐδὲ γὰρ ὄφελός τι τὴν ἀρχὴν τῆς ὑποθέσεως πρὸς κατασκευήν τινος, ἂν μὴ μεταλαβόντες τι τῶν κειμένων τοῦτο κατασκευάσωμεν κατηγορικῶς, οὗ κατασκευασθέντος συγκατασκευάζεται τούτῳ καὶ τὸ ἑπόμενον. ἄχρηστον γὰρ πρὸς δεῖξιν καὶ θέσιν τοῦ εἶναί τι τὸ δι’ ὅλων ὑποθετικὸν τῶν συλλογισμῶν εἶδος· οὔτε γὰρ ὑπάρχειν τί τινι [μὴ] οὔτε μὴ ὑπάρχειν οὔτε καθόλου οὔτ’ ἐπὶ μέρους δείκνυται δι’ αὐτῶν, ὃ ἴδιον εἶπεν εἶναι συλλογισμοῦ. διὸ καὶ ἡ διὰ τριῶν ἀγωγὴ3 ὑγιὴς μὲν ἂν εἴη, ὡς δείκνυται, οὐ μὴν καὶ συλλογιστικὴ ἂν ἁπλῶς λέγοιτο. καὶ τοῖς ὑποθετικοῖς οὖν λόγοις τὸ εὔχρηστον καὶ τὸ συλλογιστικὸν ἥκει παρὰ τῶν κατηγορικῶν συλλογισμῶν. διὸ καὶ ἁπλῶς ἐκεῖνοι συλλογισμοί, οἱ δ’ ἐξ ὑποθέσεως οὐχ ἁπλῶς, ἀλλὰ τὸ ὅλον τοῦτο ἐξ ὑποθέσεως συλλογισμοί· οἱ μὲν γὰρ κατηγορικοὶ οὐδὲν προσδέονται πρὸς τὸ δεῖξαι τὸ προκείμενον τῶν ὑποθέσεων (διὸ καὶ ἁπλῶς συλλογισμοὶ ἀρκοῦντες αὑτοῖς), οἱ δὲ ὑποθετικοὶ χωρὶς τούτων οὐδὲν δεικνύουσιν. ὥστε, εἰ καὶ οἱ ἐξ ὑποθέσεως πάντες διὰ τῶν κατηγορικῶν συλλογισμῶν, γίνονται δὲ κατηγορικοὶ πάντες διὰ τῶν τριῶν σχημάτων, πάντες ἂν εἶεν οἱ συλλογισμοὶ ἀναγόμενοι εἰς 〈τὰ〉 τρία σχήματα. εἰ δὲ τοῦτο, ἐδείχθησαν δὲ πάντες οἱ ἐν τούτοις γινόμενοι συλλογισμοὶ ἀναγόμενοι εἰς τοὺς δύο τοὺς ἐν πρώτῳ σχήματι τοὺς πρώτους, εἴη ἂν δεδειγμένον, ὅτι πάντες οἱ συλλογισμοὶ εἰς ἐκείνους ἀνάγονται τοὺς δύο. Εἶεν δ’ ἂν ἐν τοῖς ἐξ ὑποθέσεως καὶ οἱ ἀπὸ τοῦ μᾶλλον καὶ τοῦ ὁμοίου καὶ τοῦ ἧττον· καὶ γὰρ ἐν τούτοις τὸ μὲν ὑποτίθεται, τὸ δὲ μεταλαμβάνεται, πρὸς ὃ καὶ συλλογισμοῦ κατηγορικοῦ χρεία· πάντες γὰρ ἐξ ὑποθέσεως, ἐν οἷς μεταλαμβάνεταί τι. καὶ ἐν τούτοις δὲ μετάληψις γίνεται· οἷον εἰ τὸ μᾶλλον ἀγαθόν τινος ὂν μή ἐστιν εὐδαιμονίας ποιητικόν, οὐδὲ τὸ ἧττον· ὑγεία δὲ μᾶλλον ἀγαθὸν οὖσα πλούτου οὐκ ἔστιν εὐδαιμονίας ποιητική· τοῦτο γὰρ μεταλαμβάνεταί τε καὶ δεῖται κατηγορικῆς δείξεως. ὁμοίως καὶ ἐπὶ τοῦ ‘εἰ τὸ ἧττον ἀγαθὸν δι’ αὑτὸ αἱρετόν ἐστι, καὶ τὸ μᾶλλον· πλοῦτος δὲ ἧττον ἀγαθὸν ὢν ὑγείας δι’ αὑτὸν αἱρετός ἐστι’· πάλιν γὰρ τὸ μεταλαμβανόμενον καὶ δεόμενον δείξεως κατηγορικῆς τοῦτο. τοιοῦτος καὶ ὁ ἀπὸ τοῦ ὁμοίου. λέγει δὲ ὁ Ἀριστοτέλης ἰδίως τοὺς ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον καὶ ὁμοίου “κατὰ ποιότητα”, τοὺς δὲ κατὰ πρόσληψιν λεγομένους, οἷοί εἰσιν οἱ μικτοί, ἰδίως “κατὰ μετάληψιν”, ὡς προϊόντος τοῦ λόγου μαθησόμεθα.
然而,如果同样的内容以假定的方式按这种形式被采纳:“如果快乐是目的,德性就不是因其自身而被选择的”,那么其推论关联也可以通过如下的推论来证明:“凡作为某物的产出者而被选择的事物,都不是因其自身而被选择的;而德性,如果快乐是目的,就是作为快乐的产出者而被选择的;因此德性,如果快乐是目的,就不是因其自身而被选择的”。而且他本人也说,推论是针对被替换者而生成的。也不可能生成关于推论关联或冲突的推论,因为在这些情形中的证明乃是有助于假定的设立,而假定推论是在设定了某项基础的前提下生成的,所以对假定的证明并不在假定推论内部生成。因为他们所谓的条件前提,在所有情形中都是通过假定和共识作为显明之物而被接受的;而在大多数情形中,被替换者和附加假定都需要证明(如果此类论证整体上是有用的话),以至于在被替换者不需要证明的地方,既然一切都是显明的,生成的内容甚至都算不上推论。然而,如果它需要证明,若未经证明即被采纳,就没有任何东西被证明,也没有生成关于任何事物的推论;但若它被证明,就需要定言推论。因为对于确立某事而言,假定根本毫无益处,除非我们替换了所设立前提中的某项并以定言的方式确立之,而在该项被确立后,随之而来的结论也随之被一同确立。因为完全假定性的推论形式对于证明和设立某物的存在是无用的;因为某物从属于或不从属于某物,无论是全称地还是特称地,都不能通过它们被证明,而他[亚里士多德]曾说这正是推论所特有的。因此,通过三个命题的引申虽然如所证明的那样是健全的,但绝不能被径直称为推论性的。因此,对于假定性论证而言,其实用性和推论特性乃是来自定言推论。正因如此,定言推论是径直的推论,而基于假定的推论不是径直的推论,而是这整个整体被称为假定推论;因为定言推论为了证明所提出的论题完全不需要假定(因此它们自给自足且是径直的推论),而假定推论若没有定言推论就什么也证明不了。因此,如果所有假定推论都是通过定言推论而进行的,而所有定言推论都是通过三个格生成的,那么所有的推论都将还原为这三个格。如果这是成立的,并且在这些格中生成的所有推论都被证明可以还原为第一格中的前两个,那么就已经证明了所有的推论都可以还原为那两个推论。 此外,基于较多、相似和较少的推论也将属于基于假定的推论;因为在这些推论中,一部分被假定,另一部分被替换,针对后者同样需要定言推论;因为凡是有某种东西被替换的推论都是基于假定的。在这些推论中同样发生了替换;例如,“如果比某物更善之物不能产出幸福,那么较次之物也不能;然而健康比财富更善,却不能产出幸福”;因为这就是被替换且需要定言证明的部分。同样在如下情形中也是如此:“如果较次的善是因其自身而被选择的,那么较高级的善亦然;然而财富比健康是较次的善,却是因其自身而被选择的”;因为这里被替换且需要定言证明的又是这一项。基于相似的推论也是如此。而亚里士多德——正如我们在论述的后文中将要学到的那样——特异地将基于较多、较少和相似的推论称为“依质的”,而将依附加假定而言的推论(如混合推论)特异地称为“依替换的”。
- 2.160Λέγει δὲ καὶ αὐτὸς πρὸς τὸ μεταλαμβανόμενον γίνεσθαι τὸν συλλογισμόν
按照古代注疏的惯例,αὐτός 指代亚里士多德本人。前置词句 πρὸς τὸ μεταλαμβανόμενον 中 πρός 加宾格表示目标或对象(“针对被替换者”),构成从属于动词 λέγει 的宾格不定式从句(τὸν συλλογισμὸν γίνεσθαι)。
- 2.160οὐκ ἔστι δὲ καὶ τῆς ἀκολουθίας ἢ τῆς μάχης συλλογισμὸν γίνεσθαι
οὐκ ἔστι 搭配不定式(γίνεσθαι)是非人称句式,表示客观上的不可能(“不可能发生……”)。属格 καὶ τῆς ἀκολουθίας ἢ τῆς μάχης 作 συλλογισμὸν 的限定成分,表示该推论所针对的内容,即“推论不可能针对推论关联或矛盾冲突而生成”。
- 2.160ἡ διὰ τριῶν ἀγωγὴ
字面义为“通过三者的引申/还原”,指通过三个命题或三个项进行的推理过程(古典逻辑中标准的三命题论证程式)。接续的 ὡς δείκνυται(“正如所表明的”)修饰主句谓语,表明这种推演即使具有逻辑正确性(ὑγιής),也不能径直被称为(定言)推论。
