- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:263.13-264.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大论证了在所有假定推论(假言、析取或连言否定)中,需要证明的前提(附加假定)皆通过定言推论加以证明,并阐明了古代漫步学派的“替换”与近代(斯多亚学派)的“附加假定”之间的严格区别。
λείπεται δὲ τὸ προσλαμβανόμενον ἀμφιδοξούμενον εἶναι, ὥς φησι Θεόφραστος, καὶ δεόμενον δείξεως.1 ὁ δὴ συλλογισμὸς τοῦ τοῦτο οὕτως ἔχειν ἔσται κατηγορικός τε καὶ δεικτικός, ὥστε καὶ ἐν τοῖς ὑποθετικοῖς τοῖς ἐκ τροπικοῦ συνημμένου συλλογισμοῖς τὸ μὲν κατασκευαζόμενον καὶ δεόμενον δείξεως διὰ κατηγορικοῦ δείκνυται συλλογισμοῦ, τὸ δ’ ἐξ ἀρχῆς προκείμενον δείκνυται οὐ διὰ συλλογισμοῦ ἀλλὰ διὰ τῆς ὑποθέσεως τῆς ὑποτεθείσης· ἦν δὲ αὕτη τοῦ συνημμένου. οὐδὲ γὰρ οἷόν τε τὸ μὴ γνώριμον δειχθῆναι, ὅτι τόδε τί ἐστιν ἢ τοιόνδε, ἢ ὅλως κατασκευασθῆναί τι καὶ τεθῆναι κυρίως, εἰ μὴ διὰ κατηγορικοῦ συλλογισμοῦ. κἂν τὸ συνεχὲς δείξεως δέηται συλλογιστικῆς, κἀκεῖνο διὰ κατηγορικοῦ δειχθήσεται συλλογισμοῦ· εἰ γὰρ εἴη ζητούμενον, διὰ τί, εἰ ἡ ἀρετὴ ἐπιστήμη, διδακτή, ληφθείσης καθόλου προτάσεως τῆς ‘πᾶσα ἐπιστήμη διδακτόν, ἡ δ’ ἀρετὴ ἐπιστήμη’ γίνεται κατηγορικὸς συλλογισμός. Διαφέρειν δὲ δοκεῖ κατὰ τοὺς ἀρχαίους τὸ μεταλαμβανόμενον τοῦ προσλαμβανομένου. ἐφ’ ὧν μὲν γὰρ ἐν τοῖς εἰλημμένοις ἔγκειταί τε καὶ ἔστι τὸ λαμβανόμενον, οὐ μὴν οὕτως οὐδὲ τοιοῦτον, οἷον λαμβάνεται, ἐπὶ τούτων τὸ λαμβανόμενον μεταλαμβανόμενόν ἐστιν·2 οὐ γὰρ ἔξωθεν προστίθεται, ἀλλὰ κείμενον ἄλλως μεταλαμβάνεται εἰς ἄλλο. ἐν γὰρ τῷ ‘εἰ ἡμέρα ἐστί, φῶς ἐστι’ τὸ ‘[εἰ] ἡμέρα ἐστίν’, ὃ προσλαμβανόμενον οἱ νεώτεροι λέγουσιν, ἔγκειται μέν, οὐ μὴν τοιοῦτον, ὁποῖον λαμβάνεται· τίθεται μὲν γὰρ ἐν τῷ συνημμένῳ ἐν ὑποθέσει τε καὶ ἀκολουθίᾳ, λαμβάνεται δὲ ὡς ὑπάρχον. ἐπὶ δὲ τούτων καὶ τῶν τοιούτων μετάληψιν γίνεσθαι λέγουσιν· τὸ γὰρ κείμενον οὐχ ὡς κεῖται λαμβανόμενον μεταλαμβανόμενον γίνεται· κείμενον γὰρ ἐν σχέσει καὶ ἀκολουθίᾳ καὶ ὑποθέσει μεταλαμβάνεται εἰς ὕπαρξιν. προσλαμβανόμενον δὲ λέγουσιν, ἐφ’ ὧν τοῖς κειμένοις ἔξωθέν τι προστίθεται δυνάμει πως ἐν αὐτοῖς περιεχόμενον οὐ μὴν ἐνεργείᾳ, ὡς ἔχει ἐπὶ τῶν κατὰ πρόσληψιν γινομένων συλλογισμῶν· ἐν γὰρ τῷ ‘καθ’ οὗ τὸ Β, κατ’ ἐκείνου τὸ Α, κατὰ δὲ τοῦ Γ τὸ Β’, ἔξωθεν τὸ ‘κατὰ δὲ τοῦ Γ τὸ Β’ προσείληπται· οὐ γὰρ ἔκειτο ἐνεργείᾳ ἐν τῇ προτάσει τῇ ‘καθ’ οὗ τὸ Β, κατ’ ἐκείνου τὸ Α’ τὸ κατὰ τοῦ Γ τὸ Β λέγεσθαι. χρῶνται μέντοι καὶ τῇ προσλήψει ἀντὶ τῆς μεταλήψεως. Ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ διαιρετικοῦ ‘ἤτοι τόδε ἢ τόδε’, ὃ καὶ αὐτὸ ἐκ τροπικοῦ καὶ τῆς προσλήψεως λέγουσιν· ὁποῖον γὰρ ἂν αὐτῶν λαμβάνηται δείξεως δεόμενον, δεῖται κατηγορικοῦ πρὸς τὸ δειχθῆναι [διὰ] συλλογισμοῦ. οἷον εἰ ληφθείη διαιρετικὸν τὸ ‘ἤτοι σῶμά ἐστιν ἡ ψυχὴ ἢ ἀσώματος’, εἶτα κατασκευάζοιτο, ὅτι οὐ σῶμα (οὕτως γὰρ ἂν προσληφθείη τὸ ‘ἀλλὰ μὴν οὐ σῶμα, ἀσώματος ἄρα’), ἀνάγκη καὶ αὐτὸ δειχθῆναι διὰ κατηγορικοῦ συλλογισμοῦ· οἷον πᾶν σῶμα ἢ στοιχεῖον ἢ ἐκ στοιχείων· ἡ δὲ ψυχὴ οὔτε στοιχεῖον οὔτε ἐκ στοιχείων· ἡ ψυχὴ ἄρα οὐ σῶμα. ἀλλὰ καὶ ἐπὶ τοῦ ἐξ ἀποφατικῆς συμπλοκῆς, εἴ γε καὶ αὐτὸς ἄλλος τῶν προκειμένων τρόπων καὶ μὴ ὁ αὐτὸς τῷ διὰ συνημμένου τοῦ ἀρχομένου ἀπὸ καταφατικοῦ καὶ λήγοντος εἰς ἀποφατικόν,3 οἷόν ἐστιν τὸ ‘εἰ τὸ Α, οὐ τὸ Β’· καὶ γὰρ ἐν τούτοις, εἰ εἴη τὸ μεταλαμβανόμενον δείξεως δεόμενον, διὰ κατηγορικοῦ δειχθήσεται συλλογισμοῦ· οἷον οὐχὶ καὶ τὸ ἡδέως ζῆν τέλος καὶ ἡ ἀρετὴ δι’ αὑτὴν αἱρετή· ἀλλὰ μὴν ἡ ἀρετὴ δι’ αὑτὴν αἱρετή· οὐκ ἄρα τὸ ἡδέως ζῆν τέλος. τὸ γὰρ μεταληφθὲν τὸ ‘ἡ ἀρετὴ δι’ αὑτὴν αἱρετή’ διὰ κατηγορικοῦ δείκνυται συλλογισμοῦ· οἷον ἀφ’ ἧς ἕξεως αὐτό τε τὸ ἔχον αὑτὴν ἄριστα ἔχει καὶ κάλλιστα τὸ ἴδιον ἔργον ἐπιτελεῖ, αὕτη δι’ αὑτήν ἐστιν αἱρετή· ἀπὸ δὲ τῆς ἀρετῆς ἕξεως οὔσης αὐτό τε τὸ ἔχον αὑτὴν ἄριστα ἔχει καὶ κάλλιστα τὸ ἴδιον ἔργον ἐπιτελεῖ· ἡ ἀρετὴ ἄρα δι’ αὑτήν ἐστιν αἱρετή.
正如泰奥弗拉斯托所言,剩下的则是附加假定是存疑的且需要证明。表明此点确实如此的推论必将是定言的且直接的,因此,即使在由相联条件前提构成的假定推论中,被确立且需要证明的部分也是通过定言推论来证明的,而最初提出的论题则不是通过推论,而是通过所设立的假定来证明的;而这一假定乃是相联前提的假定。因为非已知的事物若要被证明是某一特定事物或具有某种性质,或者任何事物若要从根本上被确立并真正设定,除了通过定言推论之外是不可能的。即使连续前提需要推论性的证明,它也将通过定言推论而被证明;因为如果探究为何“如果德性是知识,德性就是可教的”,那么一旦采纳了全称前提“凡知识皆可教,而德性是知识”,就生成了定言推论。另一方面,根据古代人的看法,被替换者似乎不同于附加假定。因为在那些所采纳的内容虽然内在且现存于已设立的前提中,却并非以其被采纳的方式或性质而存在的情形中,所采纳者乃是被替换者;因为它不是从外部添加的,而是原本以另一种方式设立的命题被替换为另一种状态。因为在“如果是白天,就有光”中,近代人所谓的附加假定“是白天”,虽然确实内在于其中,却并非以其被采纳的性质存在;因为在相联前提中它是以假定和推论关联的方式设立的,但被采纳时却是作为实存而被采纳的。对于这些情形和类似情形,他们说发生了替换;因为设立的前提若不按其被设立的方式而被采纳,就成了被替换者;原本设立于关联、推论和假定之中的命题,被替换为了实存。而他们所谓的附加假定,是指在原本设立的前提上从外部添加了某种在能力上以某种方式包含于其中、却并未在现实活动中包含的内容,正如在通过附加假定生成的推论中那样;因为在“凡B所从属者,A亦从属之;但B从属于C”中,“但B从属于C”是从外部附加假定的;因为“B述说C”这一项并未在现实活动中设立于“凡B所从属者,A亦从属之”这一前提之中。不过,他们也用“附加假定”来代替“替换”。同样的道理也适用于析取命题“要么是这个,要么是那个”,他们说它本身也是由条件前提和附加假定构成的;因为无论其中哪一个被采纳为需要证明的,都需要定言推论以便得到证明。例如,如果采纳析取命题“灵魂要么是物体,要么是非物体”,然后确立它不是物体(因为这样就会附加假定“然而它不是物体,因此是非物体”),那么这一项本身也必然通过定言推论来证明;例如,“凡物体要么是元素要么由元素构成;而灵魂既非元素亦非由元素构成;因此灵魂不是物体”。但对于由连言否定构成的推论也是如此,只要它本身确实是所列举诸式的另一种,而不是与始于肯定而终于否定的相联前提所构成的推论(如“如果A,则非B”)相同的话;因为在这些推论中,如果被替换者需要证明,它也将通过定言推论来证明;例如,“不能既是愉快地生活为目的,又是德性因其自身而被选择;然而德性是因其自身而被选择的;因此愉快地生活不是目的”。因为被替换的“德性因其自身而被选择”是通过定言推论来证明的;例如,“凡因某种品质而使拥有者自身处于最佳状态并最出色地完成其特有功能者,此品质即因其自身而被选择;而因德性(德性是一种品质),拥有者自身处于最佳状态并最出色地完成其特有功能;因此德性因其自身而被选择”。
- 2.160λείπεται δὲ τὸ προσλαμβανόμενον ἀμφιδοξούμενον εἶναι, ὥς φησι Θεόφραστος, καὶ δεόμενον δείξεως
非人称动词 λείπεται 引导以不定词短语 τὸ προσλαμβανόμενον ἀμφιδοξούμενον εἶναι ... καὶ δεόμενον 作主语的主宾格不定词结构,意为“剩下的则是附加假定是存疑的……”。
- 2.160ἐφ’ ὧν μὲν γὰρ ἐν τοῖς εἰλημμένοις ἔγκειταί τε καὶ ἔστι τὸ λαμβανόμενον, οὐ μὴν οὕτως οὐδὲ τοιοῦτον, οἷον λαμβάνεται, ἐπὶ τούτων τὸ λαμβανόμενον μεταλαμβανόμενόν ἐστιν
关系从句 ἐφ' ὧν ... 与主句的 ἐπὶ τούτων 形成呼应的关联结构。在从句中,τὸ λαμβανόμενον(所采纳者)作主语,支配 ἔγκειταί τε καὶ ἔστι(内在且存在),而 οὐ μὴν οὕτως οὐδὲ τοιοῦτον[ἐστιν], οἷον λαμβάνεται 对其进行了限制修饰。
- 2.160ἀλλὰ καὶ ἐπὶ τοῦ ἐξ ἀποφατικῆς συμπλοκῆς, εἴ γε καὶ αὐτὸς ἄλλος τῶν προκειμένων τρόπων καὶ μὴ ὁ αὐτὸς τῷ διὰ συνημμένου τοῦ ἀρχομένου ἀπὸ καταφατικοῦ καὶ λήγοντος εἰς ἀποφατικόν
句首承前省略了谓语部分(省略了前句的 ὁ δ' αὐτὸς λόγος ἐστίν 或 δεῖται)。条件从句中,ἄλλος 支配表示分离/比较的属格(τῶν προκειμένων τρόπων),而 ὁ αὐτός 则支配表示同一关系的与格(τῷ διὰ συνημμένου...)。
