← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§261.29-263.13

由假定而来的推论与被替换命题的归约

针对亚里士多德在《前分析篇》41a37中关于其他所有由假定而来的推论亦同归于三种格的论述,亚历山大阐明:无论是在基于合意的推论中,还是在斯多亚派的条件(混合)推论中,推论本身皆为针对被替换命题的定言推论,而原本的论题则是借助假定或合意得以确立的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.160#1

" Ὡσαύτως δὲ καὶ οἱ ἄλλοι πάντες οἱ ἐξ ὑποθέσεως." Δείξας τοὺς δι’ ἀδυνάτου συλλογισμούς, πῶς ἐξ ὑποθέσεως ὄντες ὑπάγονται τοῖς προειρημένοις τρισὶ σχήμασι, φησὶν ὁμοίως τούτοις καὶ τοὺς ἄλλους πάντας γίνεσθαι τοὺς ἐξ ὑποθέσεως. ὡς γὰρ ἐπὶ τῶν δι’ ἀδυνάτου ὁ συλλογισμὸς πρὸς τὸ ὑποτεθὲν γίνεται, ὃ μεταλαβόντες, ἀνθ’ οὗ βουλόμεθα δεῖξαι, τὸ ἀντικείμενον αὐτῷ ὑποτίθεμεν,1 καὶ δεικτικὸν ἐξ αὐτοῦ τε καὶ ἐξ ἑνὸς τῶν κειμένων ἐποιήσαμεν συλλογισμόν, οὕτως καὶ ἐπὶ τῶν ἄλλων φησὶ τῶν ἐξ ὑποθέσεως γίνεσθαι· ὁ μὲν γὰρ συλλογισμὸς πρὸς τὸ μεταλαμβανόμενον γίνεται δεικτικὸς ὤν· μεταλαμβανόμενον λέγων ἐκεῖνο, οὗ ἡ δεῖξις καὶ ὁ συλλογισμὸς γίνεται, ὅ ἐστι ποτὲ μὲν τὸ ἀντικείμενον τοῦ προκειμένου, ὡς ἐπὶ τῆς δι’ ἀδυνάτου δείξεως, ποτὲ δὲ τὸ ἐξ ὁμολογίας ληφθέν, ποτὲ δέ, ὃ οἱ νεώτεροι προσλαμβανόμενον λέγουσιν. ὁ μὲν οὖν συλλογισμὸς τούτου γίνεται, τὸ δὲ προκείμενον ἐξ ἀρχῆς εἰς δεῖξιν ἤτοι δι’ ὁμολογίας τινὸς τίθεται ἢ διά τινος ἄλλης ὑποθέσεως· ὑπόθεσις γὰρ καὶ ἡ ὁμολογία. οἷον ζητουμένου τοῦ ‘εἰ τὰ ἀντικείμενα συνυπάρχειν δύναται ἢ οὔ’, ἂν συνθώμεθα καὶ ὁμολογήσωμεν ἀλλήλοις ὡς ἐφ’ ἑνὸς τῶν ἀντικειμένων οὕτως ἔχειν καὶ ἐπὶ πάντων, ἔπειτα τὰ ἐναντία προχειρισάμενοι δείξωμεν διὰ συλλογισμοῦ, ὅτι ταῦτα μὴ συνυπάρχει, λαβόντες, ὅτι τὰ ἐναντία ἀλλήλων ἐστὶ φθαρτικά, τὰ δὲ ἀλλήλων φθαρτικὰ οὐχ οἷόν τε συνυπάρχειν ἀλλήλοις, τὰ ἄρα ἐναντία οὐχ οἷόν τε συνυπάρχειν, ὁ μὲν συλλογισμὸς κατηγορικός τε καὶ δεικτικὸς γέγονε πρὸς τὸ μεταληφθὲν ἀντ’ ἐκείνου τοῦ τὴν ἀρχὴν εἰς δεῖξιν προκειμένου. ἦν γὰρ κείμενον ἐκεῖνο μὲν ‘εἰ τὰ ἀντικείμενα δύναται συνυπάρχειν’, μετελήφθη δὲ ἀντ’ ἐκείνου τὰ ἐναντία, καὶ περὶ τούτων ἡ δεῖξις ἐγένετο καὶ ὁ συλλογισμός· τὸ δ’ ἐξ ἀρχῆς προκείμενον τούτου δειχθέντος συλλογιστικῶς ἐξ ὁμολογίας τίθεται, ἐπεὶ συνεθέμεθα καὶ ὡμολογήσαμεν, ὡς ἂν ἐφ’ ἑνὸς τῶν ἀντικειμένων δειχθῇ, οὕτως ἐπὶ πάντων ἕξειν. οὐκ ἐδεήθημεν 〈δὲ〉 τοιαύτης ὁμολογίας ἐπὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ἀλλὰ ψιλῆς τῆς τοῦ ἀντικειμένου ὑποθέσεως· τοῦ δὲ τὸ προκείμενον δειχθῆναι τοῦ συλλογισθέντος εὑρεθέντος ἀδυνάτου ἡ τῆς ἀντιφάσεως φύσις αἰτία.2 Δι’ ὑποθέσεως δὲ ἄλλης, ὡς εἶπεν, εἶεν ἂν καὶ οὓς οἱ νεώτεροι συλλογισμοὺς μόνους βούλονται λέγειν· οὗτοι δ’ εἰσὶν οἱ διὰ τροπικοῦ, ὥς φασι, καὶ τῆς προσλήψεως γινόμενοι, τοῦ τροπικοῦ ἢ συνημμένου ὄντος ἢ διεζευγμένου ἢ συμπεπλεγμένου, οὓς οἱ ἀρχαῖοι λέγουσι μικτοὺς ἐξ ὑποθετικῆς προτάσεως καὶ δεικτικῆς, τοῦτ’ ἔστι κατηγορικῆς. εἰ γὰρ εἴη ὑποκείμενον συνεχὲς καὶ συνημμένον τὸ ‘εἰ ἐπιστήμη ἐστὶν ἡ ἀρετή, διδακτόν ἐστιν ἀρετή’, εἶτα δεικνύοιτο, ὅτι ἐπιστήμη ἡ ἀρετή ἐστιν, δεδειγμένον 〈ἂν〉εἴη, ὅτι καὶ διδακτή· οὕτως γὰρ ἂν προσληφθείη ὡς οὕτως ἔχον, εἰ δειχθείη, ὅτι ἐπιστήμη. ὁ μὲν οὖν συλλογισμὸς πάλιν ἂν εἴη πρὸς τοῦτο καὶ τούτου κατηγορικός· οἷον πᾶσα ἕξις ἀμετάπτωτος ἀπὸ ἀληθοῦς εἰς ψεῦδος ἐπιστήμη· ἡ δ’ ἀρετὴ ἕξις ἀμετάπτωτος ἀπὸ ἀληθοῦς εἰς ψεῦδος· ἡ ἀρετὴ ἄρα ἐπιστήμη. οὐδὲ γὰρ ἄλλως ἄν τεθείη, ὅτι ἡ ἀρετὴ ἐπιστήμη ἐστί, διὰ συλλογισμοῦ, εἰ μὴ διὰ κατηγορικοῦ συλλογισμοῦ. δειχθέντος δὲ τούτου διὰ συλλογισμοῦ τὸ ἐξ ἀρχῆς γίνεται κατασκευαζόμενον διὰ τὴν ὑπόθεσιν· ὑπετέθη γὰρ ἐν τῷ συνεχεῖ τὸ εἰ ἡ ἀρετὴ ἐπιστήμη ἐστίν, διδακτὴν αὐτὴν εἶναι. εἰ γὰρ εἴη τὸ προσλαμβανόμενον δείξεως μὴ δεόμενον ἀλλὰ φανερὸν καὶ γνώριμον ὡς καὶ τὸ συνημμένον, οὐδ’ ἂν συλλογισμὸς ἔτι ὁ λόγος εἴη ὁ τοιοῦτος. οὐδὲ γὰρ χρείαν συλλογισμοῦ τινα τὴν ἀρχὴν τὸν τοιοῦτον παρέχεσθαι λόγον οἷόν τε·3 δεῖ γὰρ τὸν συλλογισμὸν δεικνύναι, ὃ ἄνευ τοῦ συλλογίσασθαι οὐκ ἔστι γνώριμον. τὸ μὲν οὖν συνημμένον ὡς γνώριμον ἐν τοῖς ὑποθετικοῖς, ἃ τροπικὰ λέγουσι, λαμβάνεταί τε καὶ τίθεται, ἐν οἷς γε οὕτως ἔχει.

“其他所有由假定而来的[推论]同样也是如此。” 在指出了归谬推论尽管是由假定而来的,如何归属于前述的三种格之后,他说其他所有由假定而来的推论也与这些类似地生成。因为正如在归谬推论的情形中,推论是针对所假定的命题而生成的——我们将[该命题]替换,设立与其相对立的命题来代替我们想要证明的命题,并由此命题与已设定前提之一构成了直接推论——他说在其他由假定而来的推论中也是如此生成的;因为推论是作为直接推论针对被替换的命题而生成的;他所称的“被替换者”,就是证明和推论所针对的那个项,它有时是目下论题的对立面(如在归谬证明中),有时是从合意中取得的,有时则是近代人所谓的附加假定。那么,推论是针对这一项生成的,而最初提出以待证明的论题,则是或者通过某种合意或者通过某种其他假定而被确立的;因为合意也是一种假定。例如,当探究“对立者能否共存,或者不能”时,如果我们彼此约定并合意,在一类对立者上的情况在所有对立者上也是如此,然后我们取出相反者,通过推论表明它们不能共存——假定相反者彼此毁灭,而彼此毁灭者不能相互共存,因此相反者不能共存——此时,推论便是作为定言的和直接的推论,针对代替最初提出待证之论题而被替换的那一项而生成的。因为原本设定的是“对立者能否共存”,但相反者被替换来代替了它,证明和推论是关于这些相反者生成的;而当这一项被推论证明之后,最初设定的论题便由合意而得以确立,因为我们已经约定并合意:凡在某一类对立者上所证明的,在所有对立者上也同样成立。另一方面,在归谬法中我们并不需要这样的合意,而只需要对对立面的单纯假定;而在所推论出的结论被发现为不可能时,最初设定的论题得以被证明的原因,乃是矛盾对立的本性。正如他所说,通过另一种假定的推论,也包括近代人主张唯独它们才应被称为推论的那些;正如他们所言,这些是通过条件前提和附加假定而生成的,其条件前提要么是相联(假言)的,要么是析取的,要么是合取的,古代人称之为由假定前提与直接前提(即定言前提)组成的混合推论。因为如果设定连续且相联的前提“如果德性是知识,德性就是可教的”,然后表明德性是知识,那么也就证明了它也是可教的;因为若表明它是知识,它就会作为这样成立而被附加假定。那么,推论便再次是针对这一项并关于这一项的定言推论;例如,“凡从真到假不可转变的品质皆为知识;德性是从真到假不可转变的品质;因此德性是知识”。因为德性是知识这一命题,若非通过定言推论,绝不可能通过其他推论方式被确立。而当这一点通过推论被证明时,最初的论题便通过假定而得以确立;因为在连续前提中已经假定了:如果德性是知识,它就是可教的。因为如果附加假定的命题不需要证明,而是如同相联前提一样显明且已知,那么这样的论证甚至根本就不再是推论了。因为这样的论证从一开始就根本不可能提供对推论的任何需求;推论必须证明那些若不经推论就不是已知的事项。因此,在他们称为条件前提的假定命题中,相联前提是作为已知而被接受并设定的,至少在确实如此的情形中是这样。

语法注3 条
  1. 2.160ὃ μεταλαβόντες, ἀνθ’ οὗ βουλόμεθα δεῖξαι, τὸ ἀντικείμενον αὐτῷ ὑποτίθεμεν

    关系代词 ὃ 指向前行词 τὸ ὑποτεθέν,并作分词 μεταλαβόντες 的宾语。从句中的 ἀνθ’ οὗ βουλόμεθα δεῖξαι 是 ἀντὶ τούτου, ὃ βουλόμεθα δεῖξαι 的紧缩结构(意为“代替我们想要证明的命题”)。τὸ ἀντικείμενον αὐτῷ 是动词 ὑποτίθεμεν 的直接宾语,其中的 αὐτῷ 指代原本意图证明的命题。

  2. 2.160τοῦ δὲ τὸ προκείμενον δειχθῆναι τοῦ συλλογισθέντος εὑρεθέντος ἀδυνάτου ἡ τῆς ἀντιφάσεως φύσις αἰτία

    句子的核心结构是“ἡ τῆς ἀντιφάσεως φύσις(主语)[为]αἰτία(表语)+属格定冠词不定式短语 τοῦ τὸ προκείμενον δειχθῆναι(最初命题得以证明的原因)”。中间插入的 τοῦ συλλογισθέντος εὑρεθέντος ἀδυνάτου 为属格绝对结构,表示时间或条件(“当所推论出的项被发现为不可能时”)。

  3. 2.160οὐδὲ γὰρ χρείαν συλλογισμοῦ τινα τὴν ἀρχὴν τὸν τοιοῦτον παρέχεσθαι λόγον οἷόν τε

    这是由 οὐδὲ οἷόν τε(“也不可能……”)支配中间态不定式 παρέχεσθαι(“提供/产生”)的非人称句式。不定式的逻辑主语是对格的 τὸν τοιοῦτον λόγον(“此类论证”),其宾语是 χρείαν συλλογισμοῦ τινα(“对推论的某种需求”)。短语 τὴν ἀρχήν 在否定句中作副词性对格,意为“从根本上/一开始就”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:261.29-263.13