- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:260.7-261.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德所引用的“对角线与边不可通约”的几何学范例,详细说明了归谬法中定言推论的具体结构,以及通过否定假定确立原论题的机制。
" Οἷον ὅτι ἀσύμμετρος ἡ διάμετρος τῇ πλευρᾷ διὰ τὸ γίνεσθαι τὰ περιττὰ ἴσα τοῖς ἀρτίοις συμμέτρου τεθείσης." Παραδείγματι αὐτὸς κέχρηται τῆς δι’ ἀδυνάτου δείξεως τῷ ἐπὶ τῆς διαμέτρου1 δεικνύς, πῶς, ὃ βούλεται κατασκευάζειν, ὁ τῇ δι’ ἀδυνάτου δείξει χρώμενος δείκνυσιν. οὐ γὰρ συλλογίζεται, ὅτι ἀσύμμετρος ἡ διάμετρος τῇ πλευρᾷ, ὁ οὕτως δεικνύς, ὅπερ ἐστίν, ὃ βούλεται δεῖξαι, ἀλλὰ τοῦ ἀντικειμένου τεθέντος τοῦ σύμμετρον αὐτὴν εἶναι τῇ πλευρᾷ δείκνυσι διὰ συλλογισμοῦ δεικτικῶς, ὅτι τούτου κειμένου γίνεται τὰ περιττὰ τοῖς ἀρτίοις ἴσα· ὃ ἐπεὶ ἀδύνατον, ἀναιρεῖται μὲν ἡ ὑπόθεσις, ᾗ τοῦτο ἠκολούθησεν, ἐν δὲ τῇ ταύτης ἀναιρέσει τὸ ἀντικείμενον αὐτῆς κατασκευάζεται τὸ μὴ εἶναι σύμμετρον τὴν διάμετρον τῇ πλευρᾷ, ἐπειδὴ κατὰ παντὸς θάτερον μέρος τῆς ἀντιφάσεως, ὃ ἦν ἐξ ἀρχῆς προκείμενον. ὁ δὲ συλλογισμὸς τοῦ τὰ περιττὰ τοῖς ἀρτίοις ἴσα γίνεσθαι,2 ἂν ᾖ ἡ διάμετρος σύμμετρος τῇ πλευρᾷ, τοιοῦτος κείσθω· τετράγωνον χωρίον τὰ ΑΒΓΔ, καὶ ἔστω διάμετρος αὐτοῦ ἡ Β· εἰ δὴ σύμμετρός ἐστιν ἡ Β διάμετρος τῇ Α πλευρᾷ, ἕξει λόγον πρὸς αὐτήν, ὃν ἀριθμὸς πρὸς ἀριθμόν· ἔχομεν γὰρ παρὰ Εὐκλείδῃ ἐν τῷ δεκάτῳ τῶν Στοιχείων δεδειγμένον τοῦτο, ὅτι “τὰ σύμμετρα μεγέθη πρὸς ἄλληλα λόγον ἔχει, ὃν ἀριθμὸς πρὸς ἀριθμόν”, καὶ ἔστι τέταρτον θεώρημα ἐν τῷ δεκάτῳ τοῦτο. ἔστω δὴ ὡς ἡ Β διάμετρος πρὸς τὴν Β πλευρὰν ὁ Ε ἀριθμὸς πρὸς τὸν Ζ, καὶ εἰλήφθωσαν οἱ ἐλάχιστοι ἀριθμοὶ τῶν τὸν αὐτὸν λόγον τούτοις ἐχόντων πρῶτοι πρὸς ἀλλήλους· “οἱ γὰρ ἐλάχιστοι ἀριθμοὶ τῶν τὸν αὐτὸν λόγον ἐχόντων πρῶτοι πρὸς ἀλλήλους”. δέδεικται δὲ καὶ τοῦτο ἐν τῷ ἑβδόμῳ τῶν Στοιχείων Εὐκλείδου. εἰσὶ δὲ πρῶτοι πρὸς ἀλλήλους οἱ μονάδι μόνῃ μετρούμενοι. πεπολυπλασιάσθω ἑκάτερος τῶν ΕΖ, καὶ ἔστω ὁ μὲν ἀπὸ τοῦ Η ἐφ’ ἑαυτὸν γενόμενος πολυπλασιασθεὶς Ι, ὁ δὲ ἀπὸ τοῦ Θ Κ. τετράγωνοι ἄρα εἰσὶν ὁ Ι καὶ Κ καὶ πρῶτοι καὶ αὐτοὶ πρὸς ἀλλήλους· δέδεικται γὰρ καὶ τοῦτο ἐν τῷ ἑβδόμῳ τῶν Στοιχείων, ὅτι, ἂν δύο ἀριθμοὶ πρῶτοι πρὸς ἀλλήλους ὦσι καὶ πολλαπλασιασθεὶς ἑκάτερος αὐτῶν ποιήσῃ τινά, οἱ γενόμενοι ἐξ αὐτῶν πρῶτοι καὶ αὐτοὶ πρὸς ἀλλήλους ἔσονται. ἐπεὶ οὖν ἔστιν ὡς ἡ Β διάμετρος πρὸς τὴν Α πλευρὰν οὕτως ὁ Ε ἀριθμὸς πρὸς τὸν Ζ, ὡς δ’ ὁ Ε πρὸς τὸν Ζ οὕτως ὁ Η πρὸς τὸν Θ, καὶ ὡς ἡ Β διάμετρος ἔχει πρὸς τὴν Α πλευράν, οὕτως ἕξει ὁ Η ἀριθμὸς πρὸς τὸν Θ. καὶ ὡς τὸ ἀπὸ τῆς Β ἄρα διαμέτρου τετράγωνον πρὸς τὸ ἀπὸ τῆς Α πλευρᾶς, οὕτως ἕξει καὶ ὁ ἀπὸ τοῦ Η πρὸς τὸν ἀπὸ τοῦ Θ· εἰσὶ δὲ οὗτοι Ι καὶ Κ. διπλάσιον δὲ τὸ ἀπὸ τῆς διαμέτρου τετράγωνον τοῦ ἀπὸ τῆς πλευρᾶς· διπλάσιος ἄρα καὶ ὁ Ι ἀριθμὸς τοῦ Κ ἀριθμοῦ· ἄρτιος ἄρα ὁ Ι· πᾶς γὰρ ὁ διπλάσιός τινος ἄρτιος εἰς ἴσα γε διαιρούμενος. ἀλλὰ μὴν καὶ ὁ ἥμισυς αὐτοῦ ἄρτιος ἔσται· τῶν γὰρ τετραγώνων ἀριθμῶν τῶν εἰς ἴσα διαιρουμένων καὶ τὰ ἡμίση ἄρτιά ἐστιν. ἄρτιος ἄρα ἐστὶ καὶ ὁ Κ ἥμισυς ὢν τοῦ Ι ὄντος τετραγώνου. [οὐ] ἔστι δὲ καὶ περισσός·3 πρῶτοι γὰρ ἦσαν πρὸς ἀλλήλους ὁ Ι καὶ ὁ Κ. ἀδύνατον δὲ πρώτους εἶναι πρὸς ἀλλήλους τοὺς ἀρτίους· οἱ γὰρ ἄρτιοι οὐ μετροῦνται μονάδι μόνῃ κοινῷ μέτρῳ, ὃ ἴδιόν ἐστι τῶν πρώτων. δεῖ δὴ ἤτοι ἀμφοτέρους ἢ τὸν ἕτερον αὐτῶν περισσὸν εἶναι· ἐδείχθησαν δὲ καὶ ἄρτιοι ἀμφότεροι διὰ τὴν ὑπόθεσιν· τὰ περισσὰ ἄρα τοῖς ἀρτίοις ἴσα ὑποτεθείσης τῆς διαμέτρου εἶναι τῇ πλευρᾷ συμμέτρου, ὅπερ ἀδύνατον. ἐπὶ δὴ τῆς δείξεως ταύτης ὁ μὲν συλλογισμὸς ἐγένετο τοῦ τὰ περισσὰ τοῖς ἀρτίοις ἴσα εἶναι, ὅ ἐστι ψεῦδος. τὸ δὲ εἶναι ἀσύμμετρον τὴν διάμετρον τῇ πλευρᾷ διὰ τὴν ὑπόθεσιν δείκνυται· ὅτι γὰρ ὑποτεθέντος τοῦ ἀντικειμένου τούτῳ ἀδύνατόν τι ἀκολουθοῦν ἐδείκνυτο διὰ συλλογισμοῦ, τῇ τῆς ὑποθέσεως ἀναιρέσει ἐκεῖνο ἐτέθη τῷ δεῖν θάτερον αὐτῶν ἀληθὲς εἶναι· τοῦτο γάρ ἐστι τὸ διὰ τὴν ἀντίφασιν. εἰ δὲ καὶ ἐπὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ὁ γινόμενος τοῦ ψεύδους συλλογισμὸς δεικτικός τέ ἐστι, τοῦτ’ ἔστι κατηγορικός, καὶ διά τινος τῶν τριῶν περαίνεται σχημάτων, εἶεν ἂν ἐν τοῖς σχήμασι τοῖς τρισὶ καὶ οἱ δι’ ἀδυνάτου συλλογισμοὶ μέρος ὄντες τῶν ἐξ ὑποθέσεως.
“例如,由于假定对角线可通约时奇数会等于偶数,从而得出对角线与边不可通约。” 他自己使用关于对角线的例子作为归谬证明的范例,展示运用归谬证明的人如何证明自己想要确立的事项。因为这样证明的人并不推论“对角线与边不可通约”(这正是他想要证明的),而是在设定其对立面(即对角线与边可通约)之后,通过推论直接表明:当此命题被设定时,奇数会等于偶数;既然这是不可能的,得出这一结果的假定便被否定,而在此假定的否定中,其对立面即“对角线与边不可通约”得以确立,因为在一切情况下矛盾的两方必有一方[为真],这正是自始设定的任务。如果对角线与边可通约,奇数等于偶数的推论可作如下设定。设正方形区域为ΑΒΓΔ,设其对角线为Β;那么,如果对角线Β与边Α可通约,它对边Α的比就如同一数对一数之比;因为我们在欧几里得《几何原本》第十卷中见到了这一证明,即“可通约的量彼此之间的比,如同一数对一数之比”,这是第十卷中的第四定理。那么,设对角线Β对边[Α]之比如同数Ε对数Ζ之比,并取与这些数具有相同比的最小数互质;“因为具有相同比的最小数彼此互质”。这一点在欧几里得《几何原本》第七卷中也已被证明。而仅以单位为度量的数彼此互质。将Ε和Ζ各自自乘,设由Η自乘所生之[数]为Ι,由Θ所生之[数]为Κ。因此Ι和Κ是平方数,且它们彼此也互质;因为这一点在《几何原本》第七卷中也已被证明,即:如果两数彼此互质,且它们各自相乘产生某个数,则由它们产生的数彼此也将互质。既然对角线Β对边Α之比如同数Ε对数Ζ之比,而Ε对Ζ之比又如同Η对Θ之比,那么对角线Β对边Α之比也就如同数Η对Θ之比。因此,对角线Β上的正方形对边Α上的正方形之比,也如同Η上的[平方数]对Θ上的[平方数]之比;而这些数就是Ι和Κ。但对角线上的正方形是边上正方形的二倍;因此数Ι也是数Κ的二倍;所以Ι是偶数;因为凡是某数的二倍者都是偶数,因其被等分。然而它的半数也必定是偶数;因为在被等分的平方数中,其半数也是偶数。因此Κ也是偶数,因为它是作为平方数的Ι的半数。但它也是奇数;因为Ι和Κ原本彼此互质。然而偶数彼此互质是不可能的;因为偶数并非仅以单位作为公共度量,而这正是互质数的特性。因此,必定要么二者皆为奇数,要么其中之一为奇数;但由于假定,二者又被证明皆为偶数;因此,若假定对角线与边可通约,奇数就等于偶数,而这是不可能的。那么,在这一证明中,推论得出的是奇数等于偶数,这是假的;另一方面,对角线与边不可通约则是通过假定被证明的;因为当设定其对立面时,推论表明有某种不可能的事随之而来,从而由于二者必有一方为真,通过对假定的否定而确立了原命题;这就是通过矛盾对立而成立的意思。如果在归谬法中对假命题产生的推论也是直接的,即定言的,并且是通过三种格之一完成的,那么作为由假定生成的推论之一部分的归谬推论,也将存在于这三种格之中。
- 2.159Παραδείγματι αὐτὸς κέχρηται τῆς δι’ ἀδυνάτου δείξεως τῷ ἐπὶ τῆς διαμέτρου
与格短语 παραδείγματι ... τῷ ἐπὶ τῆς διαμέτρου 构成了修辞倒置(hyperbaton),作动词 κέχρηται 的宾语。属格短语 τῆς δι’ ἀδυνάτου δείξεως 是修饰 παραδείγματι 的限定性属格(“归谬证明的范例”)。
- 2.159ὁ δὲ συλλογισμὸς τοῦ τὰ περιττὰ τοῖς ἀρτίοις ἴσα γίνεσθαι
带冠词不定式从句 τοῦ τὰ περιττὰ τοῖς ἀρτίοις ἴσα γίνεσθαι 为属格,充当说明性(同位语式)属格,指明名词 ὁ συλλογισμός 所得出的结论内容。
- 2.159[οὐ] ἔστι δὲ καὶ περισσός
抄本中的否定词 οὐ 在校勘中已被删除(加方括号)。在此处刚刚证明了Κ是偶数之后,文脉要求由互质的条件推出相矛盾的双重性(“但它也是奇数”,ἔστι δὲ καὶ περισσός),因此按无否定词的肯定句解读。
