← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§258.36-260.6

第三格多个中项与归谬法向诸格的归约

亚历山大补充了在第三格中通过多个词项进行推论的示例,随后解释了基于假定的推论(特别是归谬推论)其推导虚假结论的内部推论本身同样遵循三种格之一的定言推论,并列举了两个具体例证(人与翼、虚空中的运动)加以说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.158#3

ἂν δέ γε τὸ Γ κατὰ παντὸς τοῦ Δ καὶ πάλιν τὸ Β κατὰ παντὸς τοῦ Δ, γίνεται ἐν τρίτῳ σχήματι τὸ Β κατὰ τινος τοῦ Γ· ἂν δὴ προσλάβωμεν τῇ Β προτάσει ἐπὶ μέρους καταφατικῇ τὸ Α παντὶ τῷ Γ, συναχθήσεται τὸ Α τινὶ τῷ Β. ἂν δὴ τὸ Γ καὶ τὸ Β κατὰ παντὸς τοῦ Δ, καὶ πάλιν τὸ Α κατὰ παντὸς τοῦ Γ, γίνεται καὶ τὸ Α κατὰ τινὸς τοῦ Β διὰ πλειόνων μέσων (διὰ γὰρ τῶν Δ, Γ) ἐν τρίτῳ σχήματι. Ἑξῆς δὲ δείκνυσι1 καὶ τοὺς ἐξ ὑποθέσεως γινομένους συλλογισμοὺς διὰ τούτων τινὸς τῶν σχημάτων γινομένους, καὶ προχειρίζεταί γε ἐξ αὐτῶν τοὺς δι’ ἀδυνάτου καὶ δείκνυσι, πῶς καὶ οὗτοι ἐξ ὑποθέσεώς τέ εἰσι καὶ διά τινος τῶν τριῶν σχημάτων συνάγουσιν. ἐξ ὑποθέσεως μὲν οὖν εἰσιν, ὅτι, οὗ βούλονται δεῖξαι, τὸ ἀντικείμενον ἀντιφατικῶς ὑποτίθενται· συλλογιζόμενοι δέ τι διά τε τούτου καὶ ἄλλης τινὸς ἀληθοῦς προτάσεως ἀδύνατον δεικτικῶς, διὰ τοῦτο ἀναιροῦσι μὲν τὴν ὑπόθεσιν οὖσαν αἰτίαν ἀδυνάτου συμπεράσματος, τιθέασι δὲ αὐτοῦ τὸ ἀντικείμενον, οὐκέτι τοῦτο συλλογιζόμενοι. πάντες δὲ οἱ δεικτικοὶ συλλογισμοὶ ἐδείχθησαν διά τινος τῶν τριῶν σχημάτων γινόμενοι, ὥστε καὶ ὁ ἐν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ συλλογισμὸς διά τινος ἂν γένοιτο τῶν τριῶν σχημάτων ὤν γε κατηγορικός τε καὶ δεικτικός. ὁ γὰρ δι’ ἀδυνάτου τι δεικνὺς συλλογίζεται μὲν δεικτικῶς τὸ ψεῦδος, ὡς εἶπον, ὃ δὲ βούλεται δεῖξαι, καὶ ὃ ἐξ ἀρχῆς αὐτῷ πρόκειται τῷ διὰ συλλογισμοῦ δεικτικοῦ τὸ ἀντικείμενον αὐτοῦ, ὃ ὑπέθετο, ἀδύνατον ὂν δεῖξαι, τῇ τούτου ἀναιρέσει τίθησί τε καὶ δείκνυσι. βουλόμενος γάρ τις δεῖξαι, ὅτι μηδείς ἐστιν ἄνθρωπος πτηνός, διά γε τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὑποθέμενος, ᾧ βούλεται δεῖξαι, τὸ ἀντικείμενον2 (τοῦτο δέ ἐστι τὸ τινὰ ἄνθρωπον πτηνὸν εἶναι), ταύτῃ προσλαβὼν ἀληθῆ καὶ ὁμολογουμένην πρότασιν τὴν ‘πᾶν τὸ πτηνὸν πτέρυγας ἔχει’ συλλογίζεται διὰ κατηγορικοῦ συλλογισμοῦ ἐν πρώτῳ σχήματι τὸ τινὰ ἄνθρωπον πτέρυγας ἔχειν. καὶ ὁ μὲν συλλογισμὸς ὁ γινόμενος διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς οὗτος, τὸ δ’ ἐξ ἀρχῆς προκείμενον τὸ μηδένα ἄνθρωπον πτηνὸν εἶναι οὐ διὰ συλλογισμοῦ δείκνυται ἀλλὰ διὰ τὸ τοῦ ἀδυνάτου συμπεράσματος αἰτίαν γενέσθαι τὴν ὑποτεθεῖσαν πρότασιν, ἥτις ἦν ἀντικειμένη τῇ δειχθῆναι προκειμένῃ. καὶ ἀναιρεῖται μὲν ἐκείνη, τίθεται δὲ αὕτη τῷ δεῖν τὸ ἕτερον μόριον τῆς ἀντιφάσεως ἀληθὲς εἶναι. πάλιν τις βουλόμενος δεῖξαι, ὅτι μὴ ἔστι κίνησις διὰ κενοῦ, δι’ ἀδυνάτου, ὑποτίθεται μὲν τὸ εἶναι κίνησιν διὰ κενοῦ, δείξας δὲ καὶ συλλογισάμενός τι ἀδύνατον διὰ τὴν ὑπόθεσιν, ἀνελὼν ταύτην τίθησι τὸ προκείμενον· δείκνυσι γάρ, ὅτι, εἰ ἔστι διὰ κενοῦ κίνησις, ἰσοταχῶς τὰ βαρύτερα καὶ τὰ κουφότερα κινήσεται. διὰ γὰρ κατηγορικοῦ συλλογισμοῦ οὕτως· ἐν ᾧ μηδέν ἐστι τὸ διαιρούμενον ὑπὸ τῶν δι’ αὐτοῦ κινουμένων, ἐν τούτῳ ἀνάγκη πάντα τὰ κινούμενα ἰσοταχῶς κινεῖσθαι· ἐν δὲ τῷ κενῷ οὐδέν ἐστι τὸ διαιρούμενον ὑπὸ τῶν δι’ αὐτοῦ κινουμένων· ἐν τῷ κενῷ ἄρα ἀνάγκη πάντα τὰ κινούμενα ἰσοταχῶς κινεῖσθαι. ἀλλὰ μὴν τοῦτο ἀδύνατον· ἀδύνατον ἄρα καὶ τὸ κίνησιν γίνεσθαι διὰ κενοῦ· οὐκ ἄρα ἔστι κίνησις διὰ κενοῦ. καὶ ἐν τούτῳ δὴ τῷ λόγῳ διὰ μὲν συλλογισμοῦ κατηγορικοῦ τὸ ἀδύνατον δέδεικται, τὸ δὲ μὴ εἶναι κίνησιν διὰ κενοῦ τῇ τῆς ὑποθέσεως ἀναιρέσει τίθεται.

另一方面,如果Γ述说一切Δ,并且Β也述说一切Δ,那么在第三格中Β就述说某部分Γ;那么,如果我们向作为特称肯定前提的前提Β额外取用“Α属于一切Γ”,就会推导出“Α属于某部分Β”。那么,如果Γ和Β述说一切Δ,并且Α又述说一切Γ,在第三格中通过更多中项(即通过Δ和Γ)也会产生“Α述说某部分Β”。接下来,他表明由假定生成的推论也是通过这些格之一生成的,并且从中选取了归谬推论,表明它们如何既是由假定生成的,又是通过三种格之一得出结论的。它们是由假定生成的,是因为它们假定了自己想要证明之事的矛盾对立面;而通过这一个前提以及另一个真实的前提直接推导出某种不可能的事情,正因如此,它们否定了作为不可能结论之原因的假定,却确立了它的对立面,而不再去推论这个对立面。但是,既然已经证明一切直接推论都是通过三种格之一生成的,因而在归谬法中的推论既然是定言的且是直接的,也就必定是通过三种格之一生成的。因为正如我所说,通过不可能之事证明某事的人,是通过直接推论推导出假命题,但至于他所想要证明的、并且自始就是他所设定的任务的事项,他则是通过直接推论证明自己所假定的对立面是不可能的,从而通过对这一假定的否定来确立并证明它的。例如,如果有人想通过归谬法证明“没有任何人是有翼的”,他假定了与自己想证明之事相对立的命题(即“某人是有翼的”),并对此额外取用一条真实且公认的前提“凡有翼者皆有翅膀”,便通过第一格中的定言推论推导出“某人有翅膀”。由归谬法生成的推论就是这一推论,而自始设定的任务“没有任何人是有翼的”却不是通过推论证明的,而是因为所假定的、与原本要证明之事相对立的前提,成了不可能结论的原因。由于矛盾的两方必有一方为真,那个假定便被否定,而这一命题则被确立。同样,有人若想通过不可能之事证明“没有穿过虚空的运动”,便假定“存在穿过虚空的运动”,在由于这一假定而证明并推导出了某种不可能的事之后,通过否定这一假定确立了原本设定的任务;因为他证明了,如果存在穿过虚空的运动,较重之物和较轻之物将以相同的速度运动。因为通过定言推论过程如下:“在其中没有任何可被穿过它运动的事物所分割之物的所在,在其中运动的一切事物必然以相同速度运动;但在虚空中,没有任何可被穿过它运动的事物所分割之物;因此在虚空中,运动的一切事物必然以相同速度运动”。然而这确实是不可能的;因此穿过虚空产生运动也是不可能的;所以不存在穿过虚空的运动。正是在这一论证中,不可能之事是通过定言推论被证明的,而“不存在穿过虚空的运动”则是通过对假定的否定而被确立的。

语法注2 条
  1. 2.158τῷ διὰ συλλογισμοῦ δεικτικοῦ τὸ ἀντικείμενον αὐτοῦ, ὃ ὑπέθετο, ἀδύνατον ὂν δεῖξαι, τῇ τούτου ἀναιρέσει τίθησί τε καὶ δείκνυσι.

    τῷ δεῖξαι 是表示手段方式的带冠词不定式与格短语。通过倒装隔开(hyperbaton),它将直接宾语(τὸ ἀντικείμενον αὐτοῦ, ὃ ὑπέθετο, ἀδύνατον ὄν)以及修饰成分(διὰ συλλογισμοῦ δεικτικοῦ)包含在内,置于主动词 τίθησί τε καὶ δείκνυσι 之前。在语义上它与后面的与格短语 τῇ τούτου ἀναιρέσει(“通过对这一假定的否定”)相呼应并列,构成了“[归谬法的论述者]通过直接推论证明自己所假定的对立面是不可能的,从而通过否定这一假定来确立并证明[原本的命题]”的主干结构。

  2. 2.158ὑποθέμενος, ᾧ βούλεται δεῖξαι, τὸ ἀντικείμενον

    ᾧ 体现了关系代词的格吸引(assimilation)以及先行词的省略。在常规散文中通常写作 τὸ ἀντικείμενον [τούτῳ] ὃ βούλεται δεῖξαι(“与[他]想要证明之事相对立的命题”),此处省略了先行词 τούτῳ,而原本作宾格的 ὃ 被 ἀντικείμενον 所要求的与格(或所省略的先行词)所吸引而变为了与格 ᾧ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:258.36-260.6