← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§257.33-258.36

通过中项的推论构成与归约至三种格

亚历山大注疏亚里士多德《前分析篇》40b30及以下内容,论证了任何推论都必然要求通过中项联结两极端词项,中项的位置关系仅限于三种格,并且即使包含多个中项的连锁推论也同样归约至此三种格。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.158#2

καθόλου μὲν γὰρ ὁ συλλογισμὸς ἐκ προτάσεών ἐστιν ἐχουσῶν μέσον ὅρον τινὰ καὶ κοινόν· ὁ δὲ πρὸς ὡρισμένον τι συλλογισμὸς ἐκ τῶν πρὸς τοῦτο συναπτουσῶν προτάσεων, ὥστ’, εἰ μὴ πρὸς τοῦτο συνάπτοιέν πως αἱ λαμβανόμεναι προτάσεις, συλλογισμὸν μὲν οὐδὲν κωλύσει γενέσθαι, οὐ μὴν πρὸς τοῦτο. εἰ γὰρ εἴη προκείμενον πρὸς τὸ Α ποιήσασθαί τινα συλλογισμόν, δεῖ τὸ πρῶτον ἄκρον ὅρον ληφθῆναι κατά τι τῶν τριῶν σχημάτων συνάπτοντα πρός τινα μέσον καὶ ἕτερον ἄκρον· ἄλλως γὰρ οὐκ ἂν γένοιτο πρὸς αὐτὸ συλλογισμός. οἷον εἰ εἴη προκείμενον περὶ ἡδονῆς τι συλλογίσασθαι, ἂν λάβωμεν, ὅτι πᾶσα ἡδονὴ κατὰ φύσιν, πᾶν τὸ κατὰ φύσιν αἱρετόν, ποιήσομέν τινα συλλογισμὸν πρὸς τὸ προκείμενον. οὐδὲν ἔλαττον ἔσται πρὸς τὸ προκείμενον, κἂν λάβωμεν ‘πᾶσα ἡδονὴ κίνησις, πᾶσα κίνησις ἀτελής’· οὐ γὰρ ἦν ἡμῖν ὡρισμένος ὁ κατηγορούμενος. πάλιν δὲ ὁ τοῦδέ τινος πρὸς τόδε συλλογισμὸς ἀμφοτέρων ὡρισμένων ἐκ τῶν πρὸς τόδε καὶ τόδε συναπτουσῶν προτάσεων. εἰ [δὲ] δὴ πρόκειται τοῦ Α πρὸς τὸ Β1 ποιήσασθαι συμπέρασμα, δεῖ καὶ πρὸς τὸ Β συνάπτειν τὰς προτάσεις, μὴ μόνον πρὸς τὸ Α, ὡς ἔχουσιν, ἃς ἐλάβομεν·2 ἀδύνατον γὰρ συνάπτειν πρός τι πρότασίν τινα μηδενὸς τούτων μήτε ὑποκειμένου λαμβανομένου μήτε κατηγορουμένου αὐτοῦ. ἀλλ’ οὐδὲ τοῦ Α πρὸς τὸ Β γένοιτ’ ἄν ποτε συμπέρασμα, εἰ μηδὲν κοινὸν αὐτῶν ληφθείη, ὃ συνάψει αὐτά, ἀλλ’ ἑκατέρου αὐτῶν ἰδίᾳ τινὰ ἢ καταφάσκοιτο ἢ ἀποφάσκοιτο. εἰ δὴ μόνως μὲν γένοιτο3 συλλογισμὸς τοῦδέ τινος πρὸς τόδε τι, εἰ κοινόν τι καὶ μέσον αὐτῶν ληφθείη, ἡ δὲ τοῦ μέσου σχέσις πρὸς τά, ὧν λαμβάνεται μέσον, τριχῶς γίνεται (ἢ γὰρ ἐν μέσῳ τίθεται αὐτῶν τῷ μὲν ὑποκείμενος αὐτῶν τοῦ δὲ κατηγορούμενος, ἢ ἀμφοτέρων κατηγορεῖται, ἢ ἀμφοτέροις ὑπόκειται), καὶ παρὰ ταύτας οὐχ οἷόν τε αὐτὸν σχέσιν καὶ θέσιν πρὸς τούς, ὧν λαμβάνεται μέσος, ἔχειν, αἱ δὲ προειρημέναι θέσεις αὐτοῦ ποιοῦσι τὰ τρία σχήματα, φανερὸν ὡς πᾶς δεικτικὸς συλλογισμὸς διά τινος τῶν τριῶν γίνεται σχημάτων, ὧν εἰρήκαμεν, καὶ κατὰ τὰς ἐν ἑκάστῳ συλλογιστικὰς συζυγίας πάσας· πᾶς ἄρα κατηγορικός, τοῦτ’ ἔστι δεικτικὸς συλλογισμὸς εἷς, ὧν εἰρήκαμεν, ἔσται συλλογισμῶν.4 Εἰπὼν δὲ καὶ δείξας τοῦτο ἐπήνεγκεν ὁ γὰρ αὐτὸς λόγος, καὶ εἰ διὰ πλειόνων συνάπτοιτο πρὸς τὸ Β· καὶ γὰρ εἰ μὴ δι’ ἑνὸς ὅρου μέσου τὸ Α τῷ Β συνάπτοιτο ἀλλὰ διὰ πλειόνων, καὶ ἡ τῶν πλειόνων μέσων λῆψις κατά τι τῶν τριῶν σχημάτων ἔσται. ἂν μὲν γὰρ ἐπ’ εὐθείας ᾖ τὰ μέσα πλείω εἰλημμένα ὡς εἶναι τὸ Α κατὰ τοῦ Γ, τὸ Γ κατὰ τοῦ Δ, τὸ Δ κατὰ τοῦ Ε, τὸ Ε κατὰ τοῦ Β, ἐν πρώτῳ σχήματι συλλογισμὸς τοῦ Α πρὸς τὸ Β. ἂν δὲ ᾖ τὸ Γ κατὰ μὲν τοῦ Α ἀποφατικῶς, κατὰ δὲ τοῦ Δ καταφατικῶς, ἐν δευτέρῳ σχήματι τὸ Α κατ’ οὐδενὸς τοῦ Δ συναχθήσεται· ἂν δὴ προσλάβωμεν τῇ Α Δ προτάσει καθόλου οὔσῃ ἀποφατικῇ τὸ Δ παντὶ τῷ Β, συναχθήσεται τὸ Α οὐδενὶ τῷ Β ἐν δευτέρῳ σχήματι διὰ μέσων τοῦ τε Γ καὶ τοῦ Δ.

因为普遍而言,推论是由具有某种作为公共项的中项的诸前提构成的;而关于某一确定事物的推论,则是由与此事物相联结的诸前提构成的,所以,如果所取用的前提没有以某种方式与此相联结,虽并无妨碍产生推论,却绝不是关于此项的。因为如果设定的任务是作出关于Α的某种推论,就必须按照三种格之一,取用第一个极端词项,使之与某个中项以及另一个极端词项相联结;因为若非如此,就不会产生关于它的推论。例如,如果设定的任务是关于快乐推论出某事,若我们取用“一切快乐都合乎本性”,“一切合乎本性的事物都值得选择”,我们就会作出关于所设定任务的某种推论。即便我们取用“一切快乐都是运动”,“一切运动都是不完满的”,它也同样是关于所设定任务的;因为谓项对我们来说并不是确定的。但另一方面,在两者都被确定的情况下,关于此一特定事物相对于彼一特定事物的推论,是由与此和彼都相联结的诸前提构成的。那么,如果设定的任务是得出Α相对于Β的结论,前提就也必须与Β相联结,而不能像我们所取用的那些前提那样仅仅与Α相联结;因为任何前提都不可能与某物相联结,如果这些之中既没有任何一个作为主项被取用,也没有任何一个述说它。不仅如此,如果取用的前提中没有任何能将它们联结起来的共同之物,而是各自独立地对它们每一方加以肯定或否定,也就绝不会得出Α相对于Β的结论。那么,既然关于此一特定事物相对于彼一特定事物的推论,唯有在取用了它们两者的某种公共中项时才能生成,而中项相对于以其为中项的事物的关系有三种方式产生(因为它或者是作为其中一方的主项且述说另一方而置于它们之间,或者是述说两者,或者是作为两者的主项),而且中项对于以其为中项的词项不可能具有除这些之外的关系和位置,同时中项的前述位置构成了三种格,那么显而易见,一切直接推论都是通过我们所说的三种格之一,并按照各格中所有推论性的组合生成的;因此,一切定言推论(即直接推论)都必然是我们所说的诸推论之一。在说完并证明了这一点之后,他又接着说:“因为即使通过更多项与Β相联结,道理也是一样的”;因为即使Α不是通过单个中项而是通过更多项与Β相联结,更多中项的取用也同样会依照三种格之一进行。因为如果取用更多中项是沿直线进行的,如Α述说Γ,Γ述说Δ,Δ述说Ε,Ε述说Β,那么就会在第一格中产生Α相对于Β的推论。另一方面,如果Γ否定地述说Α,而肯定地述说Δ,那么在第二格中就会推导出“Α不属于任何Δ”;那么,如果我们向作为全称否定前提的ΑΔ额外取用“Δ属于一切Β”,就会在第二格中通过中项Γ和Δ推导出“Α不属于任何Β”。

语法注4 条
  1. 2.158ὁ γὰρ αὐτὸς λόγος, καὶ εἰ διὰ πλειόνων συνάπτοιτο πρὸς τὸ Β

    对亚里士多德原文(41a2–3)的直接引用。此处省略了系动词:ὁ αὐτὸς λόγος [ἐστί],καὶ εἰ 则引出一个让步条件从句(“即使……也”)。

  2. 2.158ὡς ἔχουσιν, ἃς ἐλάβομεν

    指前文(§2.158#1)中所举出的仅取用Α与Γ而遗漏Β的前提配置状态:“正如我们所取用的那些前提那样”。ἔχουσιν 的主语是关系从句 ἃς ἐλάβομεν [προτάσεις],并与 ὡς 引出的方式结构相呼应。

  3. 2.158εἰ δὴ μόνως μὲν γένοιτο

    由 εἰ δὴ 引出的长复合句。在达到主句 φανερὸν ὡς πᾶς δεικτικὸς συλλογισμὸς... 之前,通过 μέν... δέ 和 καί 连续累加了四个前提性从属命题:(1) μόνως μὲν γένοιτο... εἰ..., (2) ἡ δὲ τοῦ μέσου σχέσις... τριχῶς γίνεται..., (3) καὶ παρὰ ταύτας οὐχ οἷόν τε..., (4) αἱ δὲ προειρημέναι θέσεις...,共同构成推导结论的前提骨架。

  4. 2.158εἷς, ὧν εἰρήκαμεν, ἔσται συλλογισμῶν

    倒装与离隔(hyperbaton)结构。正常的句法顺序为 εἷς τῶν συλλογισμῶν, ὧν εἰρήκαμεν;部分属格 συλλογισμῶν 脱离其被修饰词 εἷς 被置于句末,而关系代词 ὧν 则被同化为其先行词的属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:257.33-258.36