- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:256.30-257.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就《前分析篇》卷一第23章(40b30)展开评注,顺应三个格的结构逐层解释为何要得出涉及两极端词项(Α与Β)的结论,就必须引入与两者相联结的前提和中项,而仅凭单一前提或不相关的词项无法推导出所预设的结论。
" Εἰ δὴ δέοι τὸ Α κατὰ τοῦ Β συλλογίζεσθαι ὑπάρχον ἢ μὴ ὑπάρχον." Τοῦτ’ ἔστιν, ἂν ᾖ προκείμενον ἡμῖν καταφατικὸν συμπέρασμα ποιῆσαι τοῦ Α πρὸς τὸ Β ἢ ἀποφατικόν (τὸ γὰρ δεικτικὸν τοιοῦτον), ἀνάγκη μὲν λαβεῖν τι κατά τινος κατηγορούμενον· μηδενὸς γὰρ λαμβανομένου οὐδ’ ἂν δειχθείη τι. ἀλλ’ οὐδ’ ἂν ὑποθετικὸς ληφθῇ, ὁ συλλογισμὸς ἔτι δεικτικός. ἀλλ’ οὐδ’ ἂν ἄλλο τι ἄλλου κατηγορούμενον ληφθῇ, μὴ συνάπτῃ δὲ πρὸς τὸ Α ἢ τὸ Β, οὐδ’ ὅλως περὶ τούτων ὁ λόγος ἔσται. ἀλλὰ μὴν οὐδ’ εἰ τὸ Α κατὰ τοῦ Β λαμβάνοιμεν κατηγορεῖσθαι· εἴημεν γὰρ 〈ἄν〉, ὃ βουλόμεθα δεῖξαι, τοῦτο λαμβάνοντες, ὅπερ ἐστὶ τὸ ἐν ἀρχῇ λαμβάνειν· τὸ γὰρ τὴν ἀρχὴν ζητούμενον1 οὐχ ὡς ζητούμενον ἀλλ’ ὡς οὕτως ἔχον ληψόμεθα. κατ’ ἄλλου ἄρα τὸ Α ἢ ἄλλο κατὰ τοῦ Α. εἰ μὲν οὖν τὸ Α κατὰ τοῦ Γ κατηγορήσαιμεν, τὸ δὲ Γ κατὰ μηδενός, μηδ’ ἄλλο τι κατὰ τοῦ Γ, ἀλλὰ μηδὲ κατὰ τοῦ Α τι ἕτερον, οὐδὲ συλλογισμὸν ὅλως ποιήσομεν. λείπει δὲ τὸ μηδὲ τὸ Α κατ’ ἄλλου·2 τοιαύτη γὰρ ἡ τοῦ δευτέρου σχήματος τάξις. οὐ γὰρ γίνεται συλλογισμὸς ἑνός τινος ληφθέντος· τοῦτο γὰρ σημαίνει τὸ τῷ γὰρ ἓν καθ’ ἑνὸς ληφθῆναι οὐδὲν συμβαίνει ἐξ ἀνάγκης. βούλεται γὰρ εἰπεῖν, ὅτι συλλογιστικῶς οὐδὲν συμβαίνει μιᾶς ληφθείσης προτάσεως· ἦν γὰρ ὁ συλλογισμὸς λόγος, ἐν ᾧ “τεθέντων τινῶν”, ἀλλ’ οὐ ‘τινὸς τεθέντος’. δεῖ ἄρα καὶ ἑτέρας προτάσεως, ἵνα δειχθῇ συλλογιστικῶς 〈τι〉 τινὶ ὑπάρχον ἢ μὴ ὑπάρχον. ἂν μὲν οὖν προσληφθῇ πάλιν τὸ Α κατὰ τινος ἄλλου, φέρε εἰπεῖν τοῦ Δ, ἀποφατικῶς, ἔσται συλλογισμὸς ἐν δευτέρῳ σχήματι τοῦ Γ πρὸς τὸ Δ. ἂν δ’ ἄλλο τι κατὰ τοῦ Α, φέρε εἰπεῖν τὸ Δ, συλλογιστικῶς, ἔσται συλλογισμὸς ἐν πρώτῳ σχήματι τοῦ Δ πρὸς τὸ Γ. ἂν δὲ κατὰ τοῦ Γ ὡς τὸ Α οὕτως καὶ ἄλλο τι συλλογιστικῶς, φέρε εἰπεῖν τὸ Δ, ἔσται συλλογισμὸς ἐν τρίτῳ σχήματι τοῦ Α πρὸς τὸ Δ. διὸ καὶ εἶπεν ‘οὐδὲν μὲν κωλύσει ἐκ τῶν οὕτως λαμβανομένων γίνεσθαι συλλογισμόν, οὐ μέντοι τὸ Β ἢ τὸ Α δειχθήσεται κατηγορούμενον, ὃ προέκειτο, ἢ ὅλως ἄλλο τι τῶν προειρημένων τῷ μηδὲ τὴν ἀρχὴν εἰλῆφθαι τὸ Β ἐν ταῖς κειμέναις προτάσεσι μηδὲ συνῆφθαί τινα αὐτῷ τῶν ὅρων’.3 ἀλλ’ οὐδ’ ἂν ἐπ’ εὐθείας λαμβάνωμεν ὡς τὸ Α κατὰ τοῦ Γ οὕτως τὸ Γ κατ’ ἄλλου κἀκεῖνο πάλιν κατ’ ἄλλου· καὶ γὰρ οὕτως πάλιν, ἂν συλλογιστικῶς ληφθῶσιν αἱ προτάσεις, ἔσται μὲν ἐν πρώτῳ σχήματι τὸ Α τοῦ ἐσχάτου ληφθέντος κατηγορούμενον, οὐ μὴν τοῦ Β, εἰ μὴ τοῦτο εἴη εἰλημμένον. ὅλως γάρ, εἰ μὴ εἴη πρὸς τὸ Β συναπτόμενός τις ὅρος ὥσπερ καὶ πρὸς τὸ Α, οὐδεὶς ἔσται καὶ πρὸς τὸ Β συλλογισμὸς τοῦ Α, ὅπερ ἦν δεῖξαι προκείμενον. οὐδεὶς γὰρ γίνεται συλλογισμὸς ἄλλου πρὸς ἄλλο, εἰ μὴ ληφθείη τις αὐτῶν μέσος ὅρος, ὃς πρὸς ἀμφότερα τὰ ἄκρα, ὧν πρόκειται ποιήσασθαι τὴν δεῖξιν, ἕξει σχέσιν τινὰ ὡς ἀμφοτέροις συνῆφθαι ἢ τῷ κατηγορεῖσθαι ἀμφοτέρων συλλογιστικῶς ἢ τῷ ὑποκεῖσθαι ἀμφοτέροις ἢ τῷ τοῦ μὲν κατηγορεῖσθαι τῷ δὲ ὑποκεῖσθαι.
“那么,如果需要推论出Α属于或不属于Β。” 也就是说,如果我们眼前的任务是得出Α相对于Β的肯定结论或否定结论(因为直接推论就是这样的),就必然要取用某物述说某物;因为若什么都不取用,就什么也证明不了。但若取用了假言前提,推论也不再是直接的。此外,若取用了述说另一物的某物,却不与Α或Β相联结,那么论述也根本不会关涉这两者。而且,即使我们取用Α述说Β,情况也是如此;因为我们将是在取用我们想要证明的事项本身,这正是预期理由;因为我们将把从一开始所探求的事项,不当作探求之物,而当作已然如此之物来取用。因此,必然是Α述说另一物,或者另一物述说Α。那么,如果我们把Α述说Γ,而Γ不述说任何事物,其他任何事物也不述说Γ,而且关于Α也没有其他任何事物被述说,我们就根本不会作出任何推论。而“Α也不述说其他事物”这一项被省略了;因为第二格的序列正是如此。因为仅取用单一事项,是不会生成推论的;因为“由一物述说一物被取用,并不能必然得出任何结论”正是意味着这一点。因为他是想说,仅取用一个前提,推论上不会得出任何结论;因为推论乃是这样一种论述,在其中“某些事物被设定”,而非‘一物被设定’。因此还需要另一个前提,以便能推论地证明某物属于或不属于某物。那么,如果Α关于另一物(比方说Δ)再次被否定地取用,就会产生Γ相对于Δ在第二格中的推论。另一方面,如果另一物(比方说Δ)推论地述说Α,就会产生Δ相对于Γ在第一格中的推论。如果像Α一样,另一物(比方说Δ)也推论地述说Γ,就会产生Α相对于Δ在第三格中的推论。因此他也说:‘根据如此取用的前提生成推论,虽并无任何妨碍,但既不会证明Β被述说,也不会证明Α被述说(而这正是所设定的任务),也根本不会证明前述的任何其他事项,这是由于在所设定的诸前提中一开始就没有取用Β,也没有任何词项与它相联结’。不仅如此,即使我们沿直线取用,如Α述说Γ,同样Γ述说另一物,而该物又述说另一物,也不会〔得到证明〕;因为即便如此,若诸前提是推论地被取用的,在第一格中Α确实将述说最后被取用的词项,但绝不会述说Β,除非Β已被取用。因为总的来说,若没有某个词项如同与Α相联结那样与Β相联结,也就根本不会有Α相对于Β的推论,而这本是所设定要证明的事项。因为若不取用两者的某个中项,就不会生成一物相对于另一物的推论;该中项与设定要进行证明的两极端词项必须具有某种关系,从而与两者都相联结,这或者是通过推论地述说两者,或者是通过作为两者的主项,或者是通过述说其一而作为另一项的主项。
- 2.158τὸ γὰρ τὴν ἀρχὴν ζητούμενον
宾格短语 τὴν ἀρχήν 在此处作副词用,意为“从一开始”“压根”。整个短语 τὸ τὴν ἀρχὴν ζητούμενον 构成一个实体化的分词短语(“从一开始所探求的事项”),作为主要动词 ληψόμεθα 的宾语。
- 2.158λείπει δὲ τὸ μηδὲ τὸ Α κατ’ ἄλλου
动词 λείπει 意为“缺少”“被省略”,带冠词的短语 τὸ μηδὲ τὸ Α κατ’ ἄλλου[κατηγορεῖσθαι]作其主语。亚历山大借此指出亚里士多德在文中省略了与第二格相对应的情形(即谓项作为两个前提的述项)。
- 2.158τῷ μηδὲ τὴν ἀρχὴν εἰλῆφθαι τὸ Β ἐν ταῖς κειμέναις προτάσεσι μηδὲ συνῆφθαί τινα αὐτῷ τῶν ὅρων
带与格冠词 τῷ 的完成时不定式结构,表示原因(τῷ ... εἰλῆφθαι ... μηδὲ συνῆφθαι)。不定式的逻辑主语分别为宾格的 τὸ Β 和 τινα τῶν ὅρων。此处的 τὴν ἀρχήν 同样作副词修饰 εἰλῆφθαι,意为“压根”“从一开始”。
