- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:255.18-256.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德在《前分析篇》40b20–40b23中的论述,即亚里士多德为证明所有推论均属于三个格并归纳至第一格的全称推论,首先对推论的结论类型(肯定/否定、全称/特称)以及论证方式(直接证明与基于假设的证明)进行了划分。
" Ὅτι δ’ ἁπλῶς πᾶς συλλογισμὸς οὕτως ἕξει, νῦν ἔσται φανερόν." Ἡ πρόθεσις αὐτῷ δεῖξαι, ὅτι μηδεὶς συλλογισμὸς ἔξω τῶν εἰρημένων γίνεται τριῶν σχημάτων, ἀλλὰ πᾶς ἔν τινι τῶν σχημάτων ἐστὶ τούτων. οὕτως δ’ ἂν εἴη συναποδεικνύμενον καὶ τὸ ὅτι πᾶς συλλογισμὸς εἰς τοὺς δύο τοὺς ἐν τῷ πρώτῳ σχήματι τοὺς ἐκ καθόλου προτάσεων ἀμφοτέρων ἀνάγεται. τὸ δὲ ἁπλῶς πᾶς συλλογισμὸς οὕτως ἕξει1 ἤτοι λέγει, ὅτι οὕτως ἕξει, ὡς ἐξηριθμησάμεθα καὶ κατελέξαμεν τοὺς καθ’ ἕκαστον σχῆμα δεικνύντες συλλογισμούς (εἷς γάρ τις τούτων ἔσται τῶν εἰρημένων ἡμῖν ἢ πᾶς ὁ λαμβανόμενος· τοῦτο δὲ δειχθήσεται, ἂν δειχθῇ μηδεὶς ἔξω τῶν τριῶν σχημάτων, ὧν ἐξεθέμεθα, γινόμενος· εἰ γὰρ πᾶς μὲν ὁ γινόμενος ἐν τούτοις, οἱ δ’ ἐν τούτοις εἰσίν, οὓς ἐξεθέμεθα, πᾶς ὁ γινόμενος συλλογισμὸς εἴη ἂν ἐν τούτοις, οἷς ἐξεθέμεθα), ἢ ἁπλῶς πᾶς συλλογισμὸς οὕτως ἕξει ὡς ἀνάγεσθαι εἰς τοὺς ἐν πρώτῳ σχήματι καθόλου.
“但是单纯地所有推论都将是如此状态,现在将变得明了。” 他的意图是证明,在前述三个格之外没有任何推论生成,而是每一个推论都在这些格之一当中。这样一来,所有推论都归纳至第一格中由两个全称前提构成的两个推论这一结论,也将同时被证明。至于“单纯地所有推论都将是如此状态”,他或者是指,推论将如我们在按各格论证推论时所清点和列举的那样(因为被取用的任何推论,或者是我们所述的这些推论之一,或者是全部;如果证明了在我们所列出的三个格之外没有任何推论生成,这一点就将得到证明;因为如果每一个生成的推论都在这些之中,而在这些之中的推论正是我们所列出的那些,那么每一个生成的推论就都将在我们所列出的这些之中);或者“单纯地所有推论都将是如此状态”是指,处于归纳至第一格全称推论的这种状态。
"Ἀνάγκη δὴ πάντα συλλογισμὸν καὶ πᾶσαν ἀπόδειξιν ἢ ὑπάρχον τί τινι ἢ μὴ ὑπάρχον δεικνύναι." Δεικνύς, ὅτι πᾶς συλλογισμὸς τῶν εἰρημένων τις ἔσται καὶ ἔν τινι τῶν τριῶν σχημάτων, διαίρεσιν τῶν δεικνυμένων συλλογιστικῶς πρῶτον ποιεῖται, καὶ οὕτως ἕκαστον τῶν ἐκ τῆς διαιρέσεως δείκνυσι μὴ δυνάμενον ἄλλως δειχθῆναι, εἰ μὴ διά τινος τῶν προειρημένων τριῶν σχημάτων καὶ τῶν ἐν τούτοις συζυγιῶν· τούτου γὰρ δειχθέντος ἀποδειχθὲν ἂν εἴη τὸ προκείμενον. λαμβάνει δὴ τὸ πᾶσαν ἀπόδειξιν καὶ πάντα συλλογισμὸν (κοινότερον νῦν τῆς ἀποδείξεως ὀνόματι χρώμενος)2 ἢ ὑπάρχον τί τινι δεικνύναι ἢ μὴ ὑπάρχον, καὶ ἑκάτερον τούτων ἢ καθόλου ἢ κατὰ μέρος· ἢ γὰρ παντὶ ὑπάρχειν ἢ μηδενὶ δείκνυσιν ὁ συλλογιζόμενος (ταῦτα γὰρ τὰ καθόλου) ἢ τινὶ ὑπάρχειν ἢ μὴ παντί· ταῦτα γὰρ τὰ ἐπὶ μέρους. εἰπὼν δέ, ὅτι τὰ δεικνύμενα ταῦτά ἐστι συλλογιστικῶς, ἑξῆς παρατίθεται καὶ τοὺς τρόπους τῶν δείξεων λέγων ἔτι ἢ δεικτικῶς ἢ ἐξ ὑποθέσεως, δεικτικῶς μὲν λέγων τοὺς κατηγορικῶς καὶ δι’ οὐδεμιᾶς ὑποθέσεως ἀλλὰ τὸ προκείμενον ἄντικρυς καὶ αὐτόθεν δεικνύντας (οὐ γὰρ χρῶνται τῷ κατηγορικῷ ὀνόματι ἐπὶ τούτου τοῦ τρόπου τῆς δείξεως ἀλλὰ τῷ δεικτικῷ, κατηγορικὸν δὲ ἐν ἔθει αὐτοῖς τὸ καταφατικὸν λέγειν), ἐξ ὑποθέσεως δὲ τοὺς ὑπόθεσίν τινα θέντας ἐν τῇ δείξει καὶ ὑποτεθείσῃ προσχρωμένους προτάσει ἢ μιᾷ ἢ καὶ πλείοσι. δείξει δέ, ὅτι καὶ ἐν τοῖς ἐξ ὑποθέσεως τὸ συλλογιστικῶς δεικνύμενον ἢ ὑπάρχειν τινὶ ἢ μὴ ὑπάρχειν δείκνυται, καὶ τούτων ἑκάτερον ἢ καθόλου ἢ κατὰ μέρος διὰ τούτων δείκνυται. φησὶ δὲ τοῦ ἐξ ὑποθέσεως μέρος καὶ εἶδος εἶναι καὶ τὴν δι’ ἀδυνάτου δεῖξιν ἐνδεικνύμενος ἡμῖν, τί ποτέ ἐστι τὸ ἐξ ὑποθέσεως, καὶ διὰ τί ἐξ ὑποθέσεως καλεῖται· καὶ γὰρ ἐν τοῖς δι’ ἀδυνάτου ὑποθέντες τὸ ἀντικείμενον, οὗ βουλόμεθα δεῖξαι,3 πρὸς τοῦτο τὸν συλλογισμὸν ποιούμεθα δεικνύντες ἀδύνατον αὐτό, προηγουμένως μὲν συλλογιζόμενοι καὶ δεικνύντες τὸ ψεῦδός τε καὶ ἀδύνατον, κατὰ συμβεβηκὸς δὲ καὶ κατασκευάζοντες τἀληθές τε καὶ τὸ προκείμενον. περὶ μὲν οὖν τῶν ἐξ ὑποθέσεως ποιήσεται τὸν λόγον· ἀκολουθήσει γὰρ ὁ περὶ ἐκείνων λόγος τούτοις. πρῶτον δὲ τοὺς κατηγορικῶς καὶ δεικτικῶς, ὥς φησι, δεικνύντας δείκνυσι πάντας διὰ τῶν προειρημένων γινομένους σχημάτων· ἐκ γὰρ τούτων φησὶν ἔσεσθαι γνώριμον καὶ τὸ τῶν ὑποθετικῶν.
“那么,一切推论和一切证明都必然证明某物属于某物,或者不属于。” 在证明所有推论都是前述推论之一且在三个格之一当中时,他首先对推论所证明的事项进行划分,并以此方式证明,划分得出的每一项若非通过前述三个格之一以及其中的配对,便无法以其他方式得到证明;因为一旦这一点得到证明,眼前的论题就将被论证。因此他设定,一切证明和一切推论(此时是在更普遍的意义上使用‘证明’这一名称)要么证明某物属于某物,要么证明不属于,且这两者中的每一者要么是全称的,要么是特称的;因为进行推论者要么证明属于所有,要么证明不属于任何(因为这些是全称的),要么证明属于某些,要么证明不属于所有(因为这些是特称的)。在说明了推论所证明的事项是这些之后,他接着也列出了论证的方式,进而说“或者直接地,或者基于假设”,将那些直言地且不通过任何假设,而是直截了当地直接证明所设定论题的称为直接的(因为对于这种论证方式他们并不使用‘直言的’这一名称,而是使用‘直接的’,而称肯定为‘直言的’是他们的习惯),而将那些在论证中设定了某种假设,并附带使用一个或多个被假设的前提的称为基于假设的。并且他将证明,在基于假设的推论中,推论所证明的事项同样被证明要么属于某物,要么不属于,且这两者中的每一者都通过这些[格]被证明为全称的或特称的。他还指出,归谬论证也是基于假设的论证的一部分和一个种类,向我们表明基于假设的论证究竟是什么,以及它为何被称为‘基于假设的’;因为在归谬论证中,我们在假设了我们想要证明的事项的反面之后,便针对这一反面进行推论,证明其是不可能的,即首要地推论并证明虚假与不可能之事,而在附带中确立真实之事和所设定的论题。因此,关于基于假设的推论他将进行论述;因为关于它们的论述将承接这些内容。但他首先证明,如他所说直言且直接地进行证明的所有推论,都是通过前述诸格生成的;因为他说,由此假言推论的情况也将为人所知。
- 2.156τὸ δὲ ἁπλῶς πᾶς συλλογισμὸς οὕτως ἕξει
带冠词的引用短语 τὸ δὲ ... 作为主题化的对格(关涉对格)出现于句首,充当后续动词 λέγει 所说明的对象内容。亚历山大随后通过 ἤτοι ... ἢ ...(或是……或是……)提出了对该短语的两种解释(指符合各格推论的详尽列举,还是指能够归纳至第一格全称推论)。
- 2.157κοινότερον νῦν τῆς ἀποδείξεως ὀνόματι χρώμενος
在分词短语中,副词性比较级 κοινότερον 修饰 χρώμενος,后者支配与格 ὀνόματι 作为其宾语。属格 τῆς ἀποδείξεως 依附于 ὀνόματι,作同位或说明性属格(“‘证明’这一名称”)。此句指出亚里士多德在此处是在宽泛意义上使用该词,以涵盖一般的推论。
- 2.157τὸ ἀντικείμενον, οὗ βουλόμεθα δεῖξαι
关系代词 οὗ 吸收了被省略的先行词 ἐκείνου,并由名词短语 τὸ ἀντικείμενον 所要求的属格(“……的反面”)所支配。在句法上,它相当于 τὸ ἀντικείμενον ἐκείνου ὃ βουλόμεθα δεῖξαι(“我们想要证明之事的反面”),其中底层的代词原为不定式 δεῖξαι 的直接宾语。
