← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§254.10-255.17

第三格推论的不完全性与通过第一格的完成

亚历山大注释了亚里士多德关于第三格中所有推论皆不完全且通过第一格完成的总结性论述(40b15–17)。他分析了归谬法与换位法适用条件的差异,并探讨了“通过第一格的全称推论”中“全称”一词的两种解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.154

" Δῆλον δὲ καὶ ὅτι πάντες ἀτελεῖς, καὶ ὅτι τελειοῦνται διὰ τοῦ πρώτου σχήματος." Τοῦτο γὰρ ἦν τὸ καὶ ἐπὶ τοῦ δευτέρου σχήματος ῥηθὲν τὸ “τελειοῦνται διὰ τῶν προειρημένων σχημάτων”· ἀντὶ γὰρ τοῦ ‘διὰ τοῦ προειρημένου σχήματος’ εἶπε ‘τῶν σχημάτων’. ὅτι δὲ καὶ οἱ ἐν τούτῳ τῷ σχήματι ἀτελεῖς τε συλλογισμοὶ καὶ τελειοῦνται διὰ τοῦ πρώτου σχήματος, δῆλον· οἱ μὲν γὰρ δι’ ἀντιστροφῆς τῶν προτάσεων ἐδείχθησαν συνάγοντες, οἱ δὲ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ἐν οἷς ἡ μὲν ἐλάττων καθόλου καταφατικὴ ἢ ὑπάρχουσα ἢ ἀναγκαία ἡ δὲ μείζων ἐπὶ μέρους ἀποφατικὴ ἐνδεχομένη. ἐμνημόνευσε δὲ καὶ ταύτης τῆς δείξεως ἐπὶ μόνης τῆς ἐξ ἐνδεχομένης καὶ ὑπαρχούσης μίξεως· ἐπὶ δὲ τῆς ἐξ ἀναγκαίας καὶ ἐνδεχομένης μόνον εἶπε τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου γίνεσθαι τὸ συμπέρασμα, οὐκέτι δὲ καὶ τὴν δεῖξιν παρέθετο ἡ λέξις1 “καὶ ὅταν τὸ μὲν στερητικὸν ληφθῇ τὸ δὲ καταφατικόν, ἀναγκαῖον 〈δὲ τὸ καταφατικόν〉”. ἡ γὰρ ἐκ καθόλου καταφατικῆς ἀναγκαίας τῆς ἐλάττονος καὶ ἐπὶ μέρους ἀποφατικῆς ἐνδεχομένης τῆς μείζονος ἐν τρίτῳ σχήματι καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δείκνυται συλλογιστικὴ καὶ διὰ τῆς ἀντιστροφῆς. ἂν γὰρ μεταλάβωμεν τὴν ἐπὶ μέρους ἐνδεχομένην ἀποφατικὴν τὴν Α Γ εἰς τὴν καταφατικὴν καὶ ἀντιστρέψωμεν, συναχθήσεται μὲν τὸ Β τῷ Α ἐνδέχεσθαι τινί, ἀντιστραφέντος δὲ τοῦ συμπεράσματος ἔσται δεικνύμενον τὸ προειρημένον. ἀλλὰ διὰ μὲν τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἐπὶ μέρους ἀποφατικὸν ἐνδεχόμενον τὸ δεικνύμενον, διὰ δὲ τῆς ἀντιστροφῆς ἐπὶ μέρους καταφατικὸν ἐνδεχόμενον τὸ δεικνύμενον. διὸ οὐδὲ χρῆται τῇ δι’ ἀντιστροφῆς δείξει ἐν τῇ τοιαύτῃ συμπλοκῇ, ὅτι μὴ τηρεῖται τὸ ἀποφατικὸν γίνεσθαι τὸ συμπέρασμα ἀποφατικῆς κειμένης προτάσεως. οὕτως δέ, κἂν ἡ μείζων ᾖ ἀναγκαία καθόλου καταφατική, ἡ δὲ ἐλάττων ἐνδεχομένη ἐπὶ μέρους ἀποφατική, κατ’ ἀμφοτέρας τὰς ἀντιστροφάς.

“同样明显的是,所有[推论]都是不完全的,并且它们是通过第一格而得以完成的。” 因为这也是在论及第二格时所说的“它们通过前述诸格得以完成”;因为他是用“诸格”代替了“通过前述格”。而此格中的推论是不完全的并且通过第一格得以完成,这一点是清楚的;因为某些推论被证明是通过前提的换位来推导结论的,而另一些则是通过归谬法,在后者中,小前提为全称肯定(无论是实事还是必然),而大前提为特称可能否定。然而,他仅在关于可能与实事的混合中提到了这种证明;但在关于必然与可能的混合中,文句——“当一者被取为否定而另一者被取为肯定,〈且肯定为必然〉时”——仅说明了结论成为按照定义的可能,而不再列出其证明。因为在第三格中由小前提为全称必然肯定且大前提为特称可能否定所构成的配对,既可以通过归谬法被证明是具推论性的,也可以通过换位被证明。因为如果我们把特称可能否定命题ΑΓ转换为肯定命题并进行换位,将推导出Β可能属于某些Α,而在结论换位后,前述结果将被证明。然而,通过归谬法所证明的结论是特称可能否定,而通过换位所证明的结论是特称可能肯定。因此,他在这种结合中甚至不采用通过换位的证明,因为当设定了一个否定前提时结论成为否定这一点未能得到保留。即使大前提是全称必然肯定而小前提是特称可能否定,通过两次换位情况也是如此。

§2.155

"Ὅτι μὲν οὖν 〈οἱ〉 ἐν τούτοις τοῖς σχήμασι συλλογισμοὶ τελειοῦνται διὰ τῶν ἐν πρώτῳ σχήματι καθόλου συλλογισμῶν." Λέγει μὲν περὶ τῶν ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι συλλογισμῶν ὑπομιμνήσκων ἡμᾶς τῶν δεδειγμένων· δέδεικται γάρ, ὅτι πάντες οἱ ἐν τοῖς σχήμασι τούτοις συλλογισμοὶ διὰ τοῦ πρώτου σχήματος τελειοῦνται ἢ δεικτικῶς δι’ ἀντιστροφῶν προτάσεων ἢ ἐξ ὑποθέσεως διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. τὸ δὲ καθόλου πρόσκειται ἤτοι δηλωτικὸν τοῦ ὅτι πάντες ἀνάγονται εἰς τοὺς ἐν τούτῳ δύο καθόλου συλλογισμούς (ἐδείχθη γὰρ καὶ τοῦτο, ὅτε καὶ οἱ τὰ ἐπὶ μέρους ἐν πρώτῳ σχήματι συνάγοντες ἐδείχθησαν καὶ αὐτοὶ ἀναγόμενοι εἰς τοὺς δύο τοὺς καθόλου τοῦ πρώτου διὰ τοῦ πρῶτον διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς εἰς τοὺς ἐν τῷ δευτέρῳ δύο τοὺς ἐκ τῶν δύο καθόλου προτάσεων ἀναχθῆναι·2 εἰ δὲ εἰς τούτους πάντες ἀνάγονται, καὶ τελειοῦνται διὰ τούτων, ἐξ ὧν τὸ εἶναι ἔχουσιν), ἢ τὸ καθόλου νῦν εἶπεν ἀντὶ τοῦ ‘ἁπλῶς’·3 καθόλου γὰρ πάντες καὶ ἁπλῶς πάντες τελειοῦνται διὰ τῶν ἐν τῷ πρώτῳ σχήματι συλλογισμῶν. καὶ εἴη ἂν τὸ λεγόμενον τοιοῦτον· ‘τελειοῦνται δὲ καθόλου διὰ τῶν ἐν τῷ πρώτῳ σχήματι συλλογισμῶν’.

“因此,这些格中的推论是通过第一格中的全称推论得以完成的……” 他谈论的是第二格和第三格中的推论,提醒我们注意那些已被证明的事情;因为已经证明,这些格中的所有推论都通过第一格得以完成,或是通过前提换位直接地完成,或是通过归谬法基于假设而完成。而附加“全称”,或者表明所有推论都归纳至此格中的两个全称推论(因为这也已被证明,当时第一格中得出特称结论的推论自身也被证明归纳至第一格的两个全称推论,方法是首先通过归谬法归纳至第二格中由两个全称前提构成的两个推论;如果所有推论都归纳至这些,它们也通过赋予它们存在之物而得以完成);或者他现在是将“全称”用来代替“单纯地”;因为普遍地所有推论,亦即单纯地所有推论,都是通过第一格中的推论得以完成的。而所说的话将是这样的意思:“它们普遍地通过第一格中的推论得以完成”。

语法注3 条
  1. 2.154οὐκέτι δὲ καὶ τὴν δεῖξιν παρέθετο ἡ λέξις

    主语是带有同格引文的阴性名词 ἡ λέξις,谓语动词 παρέθετο(不定过去时中动直陈)支配宾语 τὴν δεῖξιν。虽然紧随其后的引文“καὶ ὅταν τὸ μὲν στερητικὸν...”造成了语序的分隔,但骨干结构是“该文句不再列出其证明”。

  2. 2.155διὰ τοῦ πρῶτον διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς εἰς τοὺς ἐν τῷ δευτέρῳ δύο τοὺς ἐκ τῶν δύο καθόλου προτάσεων ἀναχθῆναι

    由介词 διά 支配带中性属格冠词 τοῦ 的不定式 ἀναχθῆναι(不定过去时被动)构成的动名词短语,表示手段或原因。不定式的逻辑主语是前面的 οἱ τὰ ἐπὶ μέρους ἐν πρώτῳ σχήματι συνάγοντες,意为“通过第一格中得出特称结论的推论首先通过归谬法归纳至第二格中的两个推论”。

  3. 2.155τὸ δὲ καθόλου πρόσκειται ἤτοι δηλωτικὸν τοῦ ὅτι πάντες ἀνάγονται ... ἢ τὸ καθόλου νῦν εἶπεν ἀντὶ τοῦ ‘ἁπλῶς’

    由 ἤτοι... ἢ... 引导的非对称结构(破格句)。在前一分支中,τὸ καθόλου 是谓语动词 πρόσκειται 的主语,以 δηλωτικὸν(中性主格形容词)作表语补足语;而在后一分支中,则转换为主语为亚里士多德的主动动词句 εἶπεν,并以 τὸ καθόλου 作宾语(或副词性宾格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:254.10-255.17