← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§252.16-254.9

第三格全称与特称前提的必然可能混合

亚历山大注释《前分析篇》40a4,考察第三格中一前提为全称、另一前提为特称时的必然命题与可能命题混合。他通过换位法和归谬法检验各配对的推论有效性及结论的模态,并解释了亚里士多德省略其余非推论性组合的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.153#3

ὁμοίως δὲ καὶ ἀναγκαίας καταφατικῆς·1 τὴν γὰρ καθόλου καταφατικὴν ἀντιστρέφοντες ἐπὶ μέρους τε ἐποιοῦμεν καὶ εἰς τὸ πρῶτον σχῆμα τὴν συζυγίαν ἀνήγομεν. καὶ ἐν τούτοις δὲ ὁμοίως τὴν ἐπὶ μέρους ἀντιστρέψαντες τὴν αὐτὴν ἐν πρώτῳ σχήματι συζυγίαν καὶ τῶν δύο καθόλου οὐσῶν ποιησόμεθα. ἐπὶ δὲ τῶν ἄλλων συζυγιῶν ἐν μὲν τῇ ἐχούσῃ τὴν μὲν μείζονα ἐπὶ μέρους ἀποφατικὴν ἐνδεχομένην τὴν δὲ ἐλάττονα καθόλου καταφατικὴν ἀναγκαίαν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὥσπερ καὶ ὅτε ἦν ὑπάρχουσα καθόλου καταφατικὴ αὐτὴ οὔσης τῆς μείζονος ἐπὶ μέρους ἀποφατικῆς ἐνδεχομένης. τὸ γὰρ ὁμοίως δὲ ἕξει οὐκ ἐπὶ τῶν δείξεων εἶπεν ἀλλ’ ἐπὶ τοῦ τὸ συμπέρασμα ἐνδεχόμενον ὅμοιον γίνεσθαι, ὁποῖον καὶ ὅτε ἦσαν ἀμφότεραι καθόλου. δύναται δὲ καὶ μεταληφθείσης τῆς ἐπὶ μέρους ἀποφατικῆς ἐνδεχομένης εἰς τὴν καταφατικὴν καὶ ἀντιστραφείσης συναγόμενον δείκνυσθαι ἐνδεχόμενον ἐπὶ μέρους καταφατικόν· δεῖ μέντοι καὶ τὸ συμπέρασμα ἀντιστρέψαι· ὥστε οὐ πάντως διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἡ τοιαύτη συμπλοκή. Εἰ μὲν οὖν ἀμφότεραι καταφατικαὶ εἶεν, τοῦ ἐνδέχεσθαι τινὶ ὑπάρχειν ἔσται τὸ συμπέρασμα ἀλλ’ οὐ τοῦ ὑπάρχειν τινί, ὁποτέρα ἂν καθόλου ληφθῇ, πλὴν ὅτι τῆς μείζονος ἐπὶ μέρους ληφθείσης αὐτήν τε δεήσει καὶ τὸ συμπέρασμα ἀντιστρέψαι· οὕτως γὰρ ἔσται τοῦ προκειμένου τὸ συμπέρασμα. ἀλλὰ κἂν ἡ ἑτέρα ἀποφατικὴ ληφθῇ ἢ ἀναγκαία καταφατική, ἐνδεχόμενον ἐπὶ μέρους ἀποφατικὸν τὸ συμπέρασμα. δεῖ δὲ καὶ ἐν μέρει εἶναι τὴν ἀναγκαίαν οὖσαν καταφατικήν· ἂν γὰρ ᾖ αὕτη καθόλου, δεήσει τὴν ἐπὶ μέρους ἐνδεχομένην ἀποφατικὴν εἰς τὴν καταφατικὴν μεταλαβεῖν· οὕτως δὲ ἔσται καὶ τὸ συμπέρασμα καταφατικόν. δύναται δέ, ἂν ἡ ἐλάττων καθόλου καταφατικὴ ἀναγκαία ληφθῇ, διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δείκνυσθαι γινόμενον τὸ συμπέρασμα ἐνδεχόμενον ἐπὶ μέρους ἀποφατικόν. ἂν δὲ ἡ ἀποφατικὴ καθόλου τε καὶ ἀναγκαία οὖσα μείζων (τότε γὰρ ἡ συζυγία συλλογιστική), τοῦ μὴ ὑπάρχειν τινί, οὐ τοῦ ἐνδέχεσθαι μὴ ὑπάρχειν ἔσται τὸ συμπέρασμα· ὁμοίως γὰρ δειχθήσεται, ὥσπερ ἐδείχθη, καὶ ὅτε καθόλου ἦσαν ἀμφότεραι, ἡ 〈δ’〉 ἀποφατικὴ ἀναγκαία. εἰπὼν δὲ ἔσεσθαι τοῦ μὴ ὑπάρχειν τινὶ τὸ συμπέρασμα ἐν τῇ ἐκ καθόλου ἀποφατικῆς ἀναγκαίας καὶ ἐπὶ μέρους καταφατικῆς ἐνδεχομένης ἐν τρίτῳ σχήματι συζυγίᾳ τὴν αἰτίαν τοῦ τοιαῦτα γίνεσθαι τὰ συμπεράσματα καθόλου παρέθετο προσθεὶς ἀνάγκη γὰρ διὰ τοῦ πρώτου σχήματος τελειοῦσθαι τοὺς συλλογισμούς, ὥστε, καθάπερ ἐν ἐκείνοις, καὶ ἐπὶ τούτων ἀναγκαῖον συμπίπτειν, τοῦτ’ ἔστιν ‘ὁποῖα ἂν ἐν ἐκείνῳ τὰ συμπεράσματα τῷ σχήματι ἐπὶ ταῖς τοιαύταις συζυγίαις, τοιαῦτα καὶ ἐν τούτῳ δεῖ εἶναι’. ἐπιζητήσαι ἄν τις εὐκαίρως πρὸς αὐτόν, διὰ τί οὐχ οὕτως εἶπε γίνεσθαι καὶ ἐν ταῖς ἐξ ὑπαρχούσης καὶ ἐνδεχομένης μίξεσιν ἐν τούτῳ τῷ σχήματι, ὡς ἐν τῷ πρώτῳ ἐδείκνυτο. ἢ τὸ νῦν λεγόμενον καθόλου γίνεται,2 καὶ τούτῳ χρὴ ἕπεσθαι· ὡς γὰρ ἂν ἐν τῷ πρώτῳ σχήματι ἔχῃ τὸ συμπέρασμα, οὕτως καὶ ἐν τοῖς ἄλλοις ἕξει σχήμασι τοῖς τὴν ὁμοίαν συμπλοκὴν δεικνυμένοις ἔχειν διὰ τῆς ἀντιστροφῆς. Ἄν μέντοι στερητικὴ ἡ ἐλάττων πρότασις καθόλου ᾖ, ἐὰν μὲν ἐνδεχομένη, ἀντιστραφείσης τῆς ἐπὶ μέρους καταφατικῆς ἀναγκαίας συλλογιστικὴ ἡ συζυγία τοῦ ἐνδέχεσθαι τινὶ μή, ἧς πάλιν δεήσει καὶ τὸ συμπέρασμα ἀντιστρέψαι· ἀντιστρέφει δὲ ἡ ἐπὶ μέρους ἐνδεχομένη ἀποφατικὴ οὖσα τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου. ἂν δὲ στερητικὴ καθόλου ἡ ἐλάττων οὖσα ἀναγκαία, οὐκ ἔσται συλλογιστικὴ ἡ συζυγία. καὶ τοῦτο δειχθήσεται μὲν διὰ τῶν αὐτῶν ὅρων τῶν καὶ πρὸ ὀλίγου ληφθέντων, ὅτε ἦσαν ἀμφότεραι καθόλου, ἀναγκαία δὲ ἀποφατικὴ ἡ ἐλάττων. αἴτιον δὲ πάλιν τὸ γίνεσθαι μὲν συμπέρασμα ἀντιστραφείσης τῆς μείζονος οὔσης ἐνδεχομένης ἐπὶ μέρους καταφατικῆς ὑπάρχον ἐπὶ μέρους ἀποφατικὸν ἀπὸ τοῦ ἐλάττονος ἄκρου, μὴ ἀντιστρέφειν δὲ τὴν ἐπὶ μέρους ἀποφατικὴν ὑπάρχουσαν. οἱ δὲ ὅροι ἦσαν τοῦ μὲν ὑπάρχειν ὕπνος, κοιμώμενος ἵππος, ἄνθρωπος, τοῦ 〈δὲ〉μὴ ὑπάρχειν ὕπνος, ἐγρηγορὼς ἵππος, ἄνθρωπος· ὁ γὰρ ὕπνος τότε μὲν ἐλαμβάνετο παντὶ ἀνθρώπῳ ἐνδέχεσθαι, νῦν δὲ ληφθήσεται τινί. ἀλλ’ οὐδ’ ὅταν ἡ ἐλάττων ἐπὶ μέρους ᾖ ἀναγκαία ἀποφατική, συλλογιστικὴ ἡ συμπλοκή. οἱ αὐτοὶ ὅροι παρατεθέντες δείξουσιν· ληφθήσεται γὰρ ἐγρήγορσις, ἵππος [ἢ ὁ] κοιμώμενος, ἄνθρωπος· ἐγρήγορσις γὰρ ἐνδέχεται παντὶ ἀνθρώπῳ, ἵππος δὲ κοιμώμενος ἐξ ἀνάγκης τινὶ ἀνθρώπῳ οὐχ ὑπάρχει, καὶ ἐγρήγορσις ἐξ ἀνάγκης οὐδενὶ κοιμωμένῳ ὑπάρχει. καὶ πάλιν ἐγρήγορσις, ἵππος ἐγρηγορώς, ἄνθρωπος· ἐγρήγορσιν γὰρ παντὶ ἀνθρώπῳ ἐνδέχεται ὑπάρχειν, ἵππος δὲ ἐγρηγορὼς ἐξ ἀνάγκης οὐδενὶ ἀνθρώπῳ, καὶ ἐγρήγορσις ἐξ ἀνάγκης παντὶ ἵππῳ ἐγρηγορότι. Οὐκέτι τῶν ἄλλων ἀσυλλογίστων συζυγιῶν ἐμνημόνευσε τῶν ἐξ ἀμφοῖν ἐπὶ μέρους ἢ ἀδιορίστων [ἢ] καταφατικῶν τε καὶ ἀποφατικῶν καὶ ἀνομοιοσχημόνων ὡς ὄντος ἤδη γνωρίμου τούτου κατὰ ταύτας διὰ τῶν εἰρημένων.

当小前提为必然肯定时也是同样的情况;因为通过对全称肯定前提进行换位,我们使之成为特称前提,并将该配对归纳至第一格。在这些情况下也是同样,通过以类似方式对特称前提进行换位,我们将构成与两前提皆为全称时在第一格中相同的配对。但在其他配对中,在大前提为特称可能否定而小前提为全称必然肯定的配对中,[其证明]通过归谬法来进行,正如当小前提自身为全称实事肯定而大前提为特称可能否定时那样。因为他说“情况将类似”,并不是指证明的手段,而是指可能结论将变得类似,即如同两前提皆为全称时的那种情况。然而,当特称可能否定前提被转换为肯定前提并经换位后,结论也有可能被证明推导为特称可能肯定;不过此时也必须对结论进行换位;因此,这种结合并不完全唯独依赖归谬法。 所以,如果两前提都是肯定的,无论哪一者被取为全称,结论都将是可能属于某些,而非作为实事属于某些,唯独在大前提被取为特称时,必须将大前提自身与结论都进行换位;因为只有这样,才能得出所预定论题的结论。不过,即使前提中一者被取为否定,或者被取为必然肯定,结论也是特称可能否定。而且作为必然肯定的前提也必须是特称的;因为如果此前提是全称的,就必须将特称可能否定前提转换为肯定前提;这样一来结论也将成为肯定的。但是,如果小前提被取为全称必然肯定,结论通过归谬法可以被证明成为特称可能否定。然而,如果否定前提既是全称又是必然的且作为大前提(因为此时配对才具推论性),结论将是不属于某些,而非可能不属于某些;因为其证明方式将类似于两前提皆为全称且否定前提为必然时所证明的那样。在指出第三格中由全称必然否定与特称可能肯定构成的配对中结论将是不属于某些之后,他概括地列出了结论成为如此形态的原因,补充道:“因为三段论必然通过第一格而得以完成,所以正如在那些情况下一样,在这些情况下也必然相一致”,也就是说:“在那个格中对于此类配对而言结论是何种形态,在此格中也必须是何种形态”。有人或许会恰切地向他发问:为什么他没有说在此格中实事与可能的混合中,情况也是像在第一格中所示的那样产生?或者说,现在所说的具有普遍性,人们应当依循这一点;因为结论在第一格中具有何种形态,在通过换位被证明具有相似结合的其他格中,结论也将必然具有何种形态。 然而,如果小前提是全称否定:如果它是可能的,那么当特称必然肯定前提换位后,该配对对于可能不属于某些而言是具推论性的,此时也将同样必须对结论进行换位;而特称可能否定前提由于是按照定义的可能,因而可以换位。但如果小前提是全称否定且为必然的,该配对将不具推论性。这一点将通过不久前当两前提皆为全称且小前提为必然否定时所取的相同项来证明。其原因再次在于:当大前提(作为特称可能肯定)换位后,从小项出发得出了特称实事否定结论,但特称实事否定前提不能换位。那些项是:对于属于而言是睡眠、睡着的马、人;对于不属于而言是睡眠、醒着的马、人;因为睡眠在那时被设定为对所有的人都是可能的,而现在将被设定为对某些人[是可能的]。但当小前提为特称必然否定时,这种结合同样不具推论性。列举相同的项将表明这一点:将取清醒、睡着的马、人;因为清醒对所有的人都是可能的,睡着的马必然不属于某些人,而清醒必然不属于任何睡着的[马]。再次,取清醒、醒着的马、人;因为清醒可能属于所有的人,醒着的马必然不属于任何人,而清醒必然属于每匹醒着的马。 至于由两前提皆为特称或无规定前提构成的其他非推论性配对,无论是肯定的、否定的还是异形的,他不再提及,因为通过前述讨论,在这些配对中情况已经清楚明了。

语法注2 条
  1. 2.153ὁμοίως δὲ καὶ ἀναγκαίας καταφατικῆς

    承接前一文本块中的属格绝对构式(τῆς μὲν ἐλάττονος ἀναγκαίας ἀποφατικῆς οὔσης... οὔσης δὲ ταύτης...)的高度省略表达。在句法上应补充条件性分词短语 οὔσης τῆς ἐλάττονος(“当小前提为[必然肯定]时”)。

  2. 2.153ἢ τὸ νῦν λεγόμενον καθόλου γίνεται

    连词 ἤ 用于引出注疏者对前面提出的设想性疑问或反驳(ἐπιζητήσαι ἄν τις εὐκαίρως πρὸς αὐτόν...)的解答与澄清,起“或者说/其实”的作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:252.16-254.9