- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:250.29-252.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于第三格中可能前提与必然前提的混合,亚历山大讨论了大前提为必然否定而小前提为可能肯定时的结论,通过举出反例项解释了当小前提为必然否定时为何不构成三段论,并引入了一前提为全称而另一前提为特称的情况。
ἀλλὰ περιεργοτέρα ἡ δεῖξις καὶ διὰ τὴν μετάληψιν τῆς ἐνδεχομένης εἰς τὴν καταφατικὴν καὶ διὰ τὸ δεῖν καὶ τὸ συμπέρασμα ἀντιστρέψαι καὶ διὰ τοῦτο γίνεσθαι ἐπὶ μέρους ἐνδεχόμενον καταφατικὸν τὸ συμπέρασμα, οὐκ ἀποφατικόν. ἔτι δὲ εἰ ἡ μὲν μείζων στερητική τε καὶ ἀναγκαία ἡ δὲ ἐλάττων ἐνδεχομένη καταφατικὴ καθόλου, ἀντιστραφείσης τῆς ἐνδεχομένης γίνεται ἐν πρώτῳ σχήματι συζυγία ἔχουσα τὴν μείζονα καθόλου ἀποφατικὴν ἀναγκαίαν τὴν δὲ ἐλάττονα ἐνδεχομένην ἐπὶ μέρους καταφατικήν, καὶ τὸ συμπέρασμα τοῦ μὴ ὑπάρχειν τινὶ καὶ οὕτως ἐνδεχόμενον ἐπὶ μέρους· οὐ γὰρ κατὰ τὸν διορισμόν. τὸ δὲ ὥστε καὶ τὸ Α τῷ Β ἀνάγκη τινὶ μὴ ὑπάρχειν οὐχ ὡς ἀναγκαίου ἀποφατικοῦ ἐπὶ μέρους γινομένου τοῦ συμπεράσματος εἴρηται,1 ἀλλ’ ὡς ἴσον τῷ ‘ἀνάγκη ἐπὶ μέρους ἀποφατικὸν ὑπάρχον τὸ συμπέρασμα γίνεσθαι’. ἂν δὲ ἡ ἐλάττων ἀποφατική 〈ᾖ〉, ἡ δὲ μείζων καταφατική, ἂν ἡ ἐνδεχομένη οὖσα ἐλάττων,2 ἐκ μὲν τῶν κειμένων οὐκ ἔσται συλλογισμός, μεταληφθείσης δὲ τῆς ἐνδεχομένης καθόλου ἀποφατικῆς εἰς τὴν καθόλου καταφατικὴν ἐνδεχομένην καὶ ἀντιστραφείσης ἔσται πάλιν τὸ πρῶτον σχῆμα ἐπὶ μέρους ἐνδεχόμενον καταφατικὸν ἔχον συμπέρασμα ἐπὶ τῇ μείζονι καθόλου καταφατικῇ ἀναγκαίᾳ καὶ τῇ ἐλάττονι ἐπὶ μέρους καταφατικῇ ἐνδεχομένῃ· ἀποφατικῆς γὰρ μενούσης τῆς ἐλάττονος οὐδὲν συναχθήσεται. Ἐὰν δὲ ἡ ἐλάττων ᾖ καθόλου ἀποφατικὴ ἀναγκαία, οὐκ ἔσται συλλογιστικὴ συζυγία. καὶ τοῦτο πάλιν δείκνυσι τῇ τῶν ὅρων παραθέσει δείξας καὶ παντὶ καὶ μηδενὶ ὑπάρχειν δυνάμενον τὸν μείζονα καὶ πρῶτον ὅρον τῷ ἐσχάτῳ. τοῦ μὲν οὖν παντὶ ὑπάρχειν ὅροι ὕπνος, ἵππος καθεύδων, ἄνθρωπος· ὕπνος γὰρ ἐνδέχεται παντὶ ἀνθρώπῳ, ἵππος δὲ καθεύδων οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, καὶ ὕπνος ἐξ ἀνάγκης παντὶ ἵππῳ καθεύδοντι. τοῦ δὲ μηδενὶ ὕπνος, ἵππος ἐγρηγορώς, ἄνθρωπος· πάλιν γὰρ ὕπνον μὲν ἐνδέχεται παντὶ ἀνθρώπῳ, ἵππος δὲ ἐγρηγορὼς ἐξ ἀνάγκης οὐδενὶ ἀνθρώπῳ, καὶ ὕπνος οὐδενὶ ἵππῳ ἐγρηγορότι. δεῖ δὲ εἰδέναι, ὅτι τὰ συμπεράσματα οὐχ ἁπλῶς ἀναγκαῖα τὰ δεδειγμένα ἀλλὰ τὰ μετὰ διορισμοῦ, ἃ ὑπάρχοντά ἐστι. τὰ δὲ οὕτως ἔχοντα τοῦ μὲν ἀναγκαῖον ἢ ὑπάρχον γενέσθαι τι συμπέρασμά ἐστιν ἀναιρετικά· τὸ γὰρ παντὶ ὑπάρχον ἀναιρεῖ ὁμοίως τάς τε ἀναγκαίας καὶ τὰς ὑπαρχούσας ἀποφάσεις· ὁμοίως δὲ πάλιν καὶ τὸ μηδενὶ ὑπάρχον τὰς καταφάσεις πάσας τάς τε ἀναγκαίας καὶ τὰς ὑπαρχούσας. τοῦ μέντοι ἐνδεχομένου οὔκ εἰσιν ἀναιρετικαὶ αἱ ἐναντίαι ὑπάρχουσαι· τό τε γὰρ παντὶ ὑπάρχον ἐνδέχεται καὶ τινὶ καὶ μηδενὶ ὑπάρχειν αὐτῷ, καὶ τὸ μηδενὶ ὑπάρχον ἐνδέχεται καὶ παντὶ αὐτῷ καὶ τινί. καὶ συλλογιστικὴ δὲ ἡ συζυγία ἡ ἔχουσα τὴν μὲν ἐλάττονα καθόλου ἀποφατικὴν ἀναγκαίαν τὴν δὲ μείζονα καθόλου καταφατικὴν ἐνδεχομένην ἐν τρίτῳ σχήματι. ἀντιστραφείσης γὰρ τῆς ἐνδεχομένης γίνεται τὸ Β τῷ Γ ἐξ ἀνάγκης οὐδενί, τὸ Γ τῷ Α ἐνδέχεται τινί· τὸ Β ἄρα τῷ Α τινὶ οὐχ ὑπάρχει· τοῦτο γὰρ ἐδόκει γίνεσθαι συμπέρασμα ἀποφατικῆς τῆς ἀναγκαίας οὔσης. ἀλλ’ οὐ τὸ προκείμενον οἷόν τε συναχθῆναι· δεῖ μὲν γὰρ τὸ Α τοῦ Β κατηγορεῖσθαι· οὐ δείκνυται δὲ τοῦτο, διὰ τὸ μὴ ἀντιστρέφειν τὸ ἐπὶ μέρους ἀποφατικὸν ὑπάρχον,3 τῇ προκειμένῃ μίξει. εἰ μέντοι μὴ συνάγοιτο ἐπὶ τῇ προκειμένῃ μίξει τὸ τινὶ μὴ ὑπάρχειν ἀλλὰ τὸ ἐνδέχεσθαι τινί, δόξει γίνεσθαι συλλογισμὸς τῷ τὸ ἐν μέρει ἐνδεχόμενον ἀποφατικὸν ἀντιστρέφειν. τοῦ δὲ ἀσυλλόγιστον δοκεῖν εἶναι ταύτην τὴν συζυγίαν πάλιν αἴτιον τὸ τὴν ἐλάττονα ἐν πρώτῳ σχήματι μένειν ἀποφατικήν· οὐ μέντοι, εἰ [μὴ] ἀντιστρέφοιεν ἀμφότεραι, γίνεται ἡ ἐλάττων ἀναγκαία ἀποφατική· μείζων γὰρ γίνεται ἡ Β Γ, εἰ μὴ ἀμφοτέρας τις ἀντιστρέφοι. Εἰ δὲ ἡ μὲν καθόλου τῶν προτάσεων εἴη ἡ δ’ ἐν μέρει (τοῦτο γὰρ σημαίνει τὸ εἰ δ’ ὁ μὲν καθόλου τῶν ὅρων ὁ δ’ ἐν μέρει πρὸς τὸν μέσον· διὰ γὰρ τῶν ὅρων εἶπεν αὐτάς· ἅμα δὲ καὶ τὸ τρίτον σχῆμα ὑπέγραψεν· ἐν ᾧ γὰρ δύο ὅροι ἑνὸς καὶ μέσου κατηγοροῦνται, ὥσπερ καὶ πρῶτον πάλιν, ἐν ᾧ πάλιν τριῶν ὅρων ὄντων δύο ἐξ αὐτῶν κατηγοροῦνται, ἀλλ’ οὐ τοῦ αὐτοῦ, ἀλλ’, ὡς εἶπεν ἐπὶ τοῦ πρώτου σχήματος, “ὅταν ὁ μὲν καθόλου τῶν ὅρων ᾖ, ὁ δ’ ἐν μέρει πρὸς τὸν ἕτερον”· ὅταν γὰρ μὴ τοῦ αὐτοῦ κατηγορῶνται ἀμφότεροι, ἀλλὰ μηδὲ οἱ δύο ἀλλήλων ἀντικατηγορῶνται, 〈ἀλλ’ ὁ τῷ ἑτέρῳ ὑποκείμενος μὴ τοῦ κατηγορουμένου αὐτοῦ ἀντικατηγορῆται〉 ἀλλὰ τοῦ ἑτέρου, τοῦ πρώτου σχήματος ἡ συμπλοκή), οὔσης δὲ τῆς προειρημένης συμπλοκῆς ἐν τρίτῳ σχήματι ὁμοίως, φησίν, ἔσονται οἱ συλλογισμοί, ὥσπερ καὶ ὅτε ἀμφότεραι καθόλου ἦσαν. καὶ γὰρ ἐν ἐκείνοις τῆς μὲν ἐλάττονος ἀναγκαίας ἀποφατικῆς οὔσης καθόλου οὐδὲν ἐγίνετο· οὔσης δὲ ταύτης ἐνδεχομένης ἀποφατικῆς ἐγίνετο συλλογιστικὴ συζυγία.
然而这一证明略显累赘,既因为将可能前提转换为肯定前提,也因为需要同时对结论进行换位,且因此结论成为特称可能肯定而非否定。再者,如果大前提既是否定的又是必然的,而小前提是全称可能肯定的,那么在可能前提换位后,在第一格中产生一个配对,其大前提为全称必然否定,小前提为特称可能肯定,且结论是不属于某些,从而为特称可能;因为这并非按照定义的可能。而“因此Α必然也不属于某些Β”这一说法,并不是指结论成为特称必然否定,而是等同于“结论必然成为特称实事否定”。但如果小前提是否定的而大前提是肯定的,若小前提是可能前提,那么从既设前提中将不产生三段论;然而,当全称可能否定前提被转换为全称可能肯定前提并经换位后,在具有全称必然肯定大前提和特称可能肯定小前提的情况下,将再次构成具有特称可能肯定结论的第一格;因为若小前提保持为否定,则推导不出任何结论。 但如果小前提是全称必然否定,则不会构成具推论性的配对。这一点他又通过列举项来证明,表明大项即第一项对于末项既能属于全部也能不属于任何事物。属于全部的项是:睡眠、睡着的马、人;因为睡眠对每个人都是可能的,睡着的马必然不属于任何人,而睡眠必然属于每匹睡着的马。不属于任何事物的项是:睡眠、醒着的马、人;因为睡眠同样对每个人都是可能的,醒着的马必然不属于任何人,而睡眠不属于任何醒着的马。然而必须知晓,所展示的结论不是单纯必然的,而是带有附加规定的,即实事的。这种结论能取消任何必然或实事结论的产生;因为属于全部的实事同样取消必然否定与实事否定;同样,不属于任何事物的实事也取消所有肯定,包括必然肯定与实事肯定。然而对于可能而言,相反的实事命题并不具有取消性;因为属于全部的实事,可能属于它的一些,也可能不属于它的任何事物;而不属于任何事物的实事,也可能属于它的全部,或属于某些。 此外,在第三格中小前提为全称必然否定而大前提为全称可能肯定的配对也是具推论性的。因为当可能前提换位后,得出Β必然不属于任何Γ,Γ可能属于某些Α;因此Β不属于某些Α;因为当必然前提是否定时,这曾被认为是所产生的结论。但预定的论题不可能被推导出来;因为Α必须被述谓于Β;然而在所讨论的混合中,由于特称实事否定不能换位,这一点并未得到证明。不过,如果在所讨论的混合中推导出的不是“不属于某些”,而是“可能属于某些”,那么由于特称可能否定能够换位,就会看似产生三段论。但这一配对看似不具推论性的原因,再次在于小前提在第一格中保持为否定;然而,除非两前提都被换位,否则小前提不会成为必然否定;因为除非有人将两前提都换位,否则ΒΓ就会成为大前提。 如果前提中一者是全称的而另一者是特称的(因为“如果项中一者相对于中项是全称的,而另一者是特称的”正是意味着这个;因为他是通过项来表达前提的;同时他也描摹了第三格;因为在其中两个项被述谓于一个项即中项,正如再次在第一格中,在有三个项的情况下,其中两个被述谓,但不是述谓于同一个,而是如他在论第一格时所说,“当项中一者是全称的,另一者相对于另一项是特称的时”;因为当两者不是述谓于同一个,两项也不是相互述谓,而是处于从属地位的项不是与其述谓项相互述谓而是述谓于另一项时,这种结合便属于第一格),他说,当上述结合处于第三格中时,三段论的情况与两前提皆为全称时相同。因为在那些情况下,当小前提为全称必然否定时,也产生不出任何结论;而当它是可能否定时,则产生了具推论性的配对。
- 2.153τὸ δὲ ὥστε καὶ τὸ Α τῷ Β ἀνάγκη τινὶ μὴ ὑπάρχειν οὐχ ὡς ἀναγκαίου ἀποφατικοῦ ἐπὶ μέρους γινομένου τοῦ συμπεράσματος εἴρηται
关于 ἀνάγκη 辖域的句法解释。亚历山大解释道,亚里士多德原文中的 ἀνάγκη 不应被理解为修饰结论本身的模态(即作为必然否定命题,ὡς ἀναγκαίου...),而是表达推论必然性,即结论必然是一个实事否定命题(ἀνάγκη... γίνεσθαι)。
- 2.153ἂν ἡ ἐνδεχομένη οὖσα ἐλάττων
紧接前一条件句“ἂν δὲ ἡ ἐλάττων ἀποφατική 〈ᾖ〉, ἡ δὲ μείζων καταφατική”之后进一步限定模态分配的条件短语,省略了系词 ᾖ。理解为“如果可能前提是小前提”,与后文的“Ἐὰν δὲ ἡ ἐλάττων ᾖ καθόλου ἀποφατικὴ ἀναγκαία”(小前提是必然否定)形成对偶。
- 2.153διὰ τὸ μὴ ἀντιστρέφειν τὸ ἐπὶ μέρους ἀποφατικὸν ὑπάρχον
在带冠词的不定式结构中,ἀντιστρέφειν 用作不及物动词(“换位/可换位”),而 τὸ ἐπὶ μέρους ἀποφατικὸν ὑπάρχον(“特称实事否定命题”)作其逻辑主语(宾格主语)。
