← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§249.4-250.29

第三格中必然与可能前提的混合及归谬法

本节注解亚里士多德《前分析篇》第1卷第22章(40a4),讨论第三格中必然前提与可能前提混合所产生的结论模态,并探讨了通过归谬法得出必然结论与亚里士多德主张之间的矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.153#1

" Εἰ δέ ἐστιν ἡ μὲν ἀναγκαία τῶν προτάσεων ἡ δὲ ἐνδεχομένη. " Ἐπὶ τὰς ἐξ ἐνδεχομένης καὶ ἀναγκαίας ἐν τρίτῳ σχήματι μίξεις μετελήλυθε, καὶ λέγει καταφατικῶν μὲν οὐσῶν ἀμφοτέρων καθόλου τοῦ ἐνδέχεσθαι τινὶ ἔσεσθαι τὸ συμπέρασμα, ἂν δ’ ἡ μὲν καταφατικὴ ληφθῇ ἡ δὲ ἀποφατικὴ τῶν προτάσεων, ἂν μὲν ἡ καταφατικὴ ἀναγκαία ᾖ, τοῦ ἐνδέχεσθαι μὴ ὑπάρχειν ἔσεσθαι τὸ συμπέρασμα, ἂν δὲ ἡ ἀποφατική, καὶ τοῦ ἐνδέχεσθαι μὴ ὑπάρχειν καὶ τοῦ μὴ ὑπάρχειν, ὅπερ ἴσον ἐστὶ τῷ ὅτι οὐ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου τὸ συμπέρασμα ἔσται ἀλλὰ τοῦ κατηγορουμένου τοῦ ὑπάρχοντος.1 οὐκέτι μέντοι τοῦ ἐξ ἀνάγκης μὴ ὑπάρχειν ἔσται τὸ συμπέρασμα· οὐδὲ γὰρ ἐν τοῖς ἄλλοις σχήμασιν, οὔτε ἐν πρώτῳ οὔτε ἐν δευτέρῳ, ἐξ ἀναγκαίας ἀποφατικῆς καὶ ἐνδεχομένης καταφατικῆς ἀναγκαῖον ἀποφατικὸν ἐγίνετο συμπέρασμα. καίτοι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ ἐν τῷ πρώτῳ σχήματι καὶ ἐν τῷ δευτέρῳ τῆς μείζονος οὔσης ἀναγκαίας καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος ἐνδεχομένης δύναται δείκνυσθαι ἀναγκαῖον καθόλου ἀποφατικὸν γινόμενον τὸ συμπέρασμα. κείσθω γὰρ τὸ Α τῷ Β ἐξ ἀνάγκης μηδενί, τὸ δὲ Β τῷ Γ παντὶ ἐνδεχέσθω· λέγω δέ, ὅτι τὸ Α τῷ Γ ἐξ ἀνάγκης οὐδενί. εἰ γὰρ μή, ἐνδέχεται τινί· ἀλλὰ καὶ τὸ Β τῷ Γ ἐνδέχεται παντί· συνάγεται ἐν τρίτῳ σχήματι ‘τὸ Α τῷ Β ἐνδέχεται τινί’. τοῦτο δὲ ἀδύνατον· ἔκειτο γὰρ αὐτῷ ἐξ ἀνάγκης μηδενί. ψευδὴς ἄρα ἡ ὑπόθεσις ἡ ‘τὸ Α τῷ Γ ἐνδέχεται τινί’· τὸ ἄρα ἀντικείμενον τὸ Α τῷ Γ ἐξ ἀνάγκης οὐδενί. πάλιν ἐν δευτέρῳ σχήματι ἔσται τὸ Α τῷ μὲν Β ἐξ ἀνάγκης οὐδενί, τῷ δὲ Γ ἐνδεχέσθω παντί· λέγω, ὅτι τὸ Β τῷ Γ ἐξ ἀνάγκης οὐδενί. εἰ γὰρ τινὶ ἐνδέχεται, ἐνδέχεται δὲ καὶ τὸ Α παντὶ τῷ Γ, συναχθήσεται ἐν τρίτῳ σχήματι πάλιν τὸ Α τινὶ τῷ Β ἐνδέχεσθαι, ᾧ ἐξ ἀνάγκης ἔκειτο μηδενὶ ὑπάρχειν· ὥστε, ἐπεὶ ἀδύνατον τὸ συμπέρασμα, ἀναιρεθήσεται μὲν ἡ ὑπόθεσις ἡ ‘τὸ Β τῷ Γ ἐνδέχεται τινί’, τεθήσεται δὲ τὸ ἀντικείμενον τὸ τὸ Β τῷ Γ ἐξ ἀνάγκης μηδενί. πῶς δὲ λέγει τοῦ ἐξ ἀνάγκης μηδενὶ ἐν τῇ μίξει τῇ ἐξ ἀναγκαίας ἀποφατικῆς καθόλου καὶ ἐνδεχομένης καταφατικῆς ἐν μηδενὶ τῶν σχημάτων ἀναγκαῖον ἀποφατικὸν γίνεσθαι συμπέρασμα, ἄξιον ἐπιζητῆσαι.2 δεῖ γὰρ ἢ διαβάλλεσθαι τὴν εἰς ἀδύνατον ἀπαγωγὴν ἢ τὰς ἐν τῷ τρίτῳ σχήματι συμπλοκάς, δι’ ὧν τὴν εἰς ἀδύνατον ἀπαγωγὴν πεποίημαι, ἀσυλλογίστους εἶναι ἢ τὸ ἐξ ἀνάγκης μηδενὶ συνάγεσθαι. ἐζήτηται δέ μοι περὶ τούτου καὶ ἐπὶ πλέον εἴρηται ἐν τῷ Περὶ τῆς κατὰ τὰς μίξεις διαφωνίας Ἀριστοτέλους καὶ τῶν ἑταίρων αὐτοῦ, ὡς ἤδη προεῖπον. ἐπὶ πλέον δὲ εἴρηται περὶ αὐτοῦ μοι ἐν τοῖς Σχολίοις τοῖς λογικοῖς. Ἀμφοτέρων μὲν οὖν καταφατικῶν καθόλου οὐσῶν καὶ ἀναγκαίας τῆς μείζονος καὶ ἀντιστραφείσης τῆς ἐλάττονος καὶ γενομένης ἐπὶ μέρους καταφατικῆς γίνεται ἐν πρώτῳ σχήματι συζυγία ἔχουσα συμπέρασμα ἐνδεχόμενον ἐπὶ μέρους καταφατικὸν τῆς μείζονος οὔσης καθόλου καταφατικῆς ἀναγκαίας, ὥσπεροῦν καὶ αἱ ἄλλαι, ἐν αἷς ἡ μείζων καταφατικὴ ἦν ὑπάρχουσα ἐνδεχομένης οὔσης τῆς ἐλάττονος. ἀλλ’ εἰ καὶ ἡ ἐλάττων ἀναγκαία ἦν καθόλου καταφατικὴ ἡ δὲ μείζων ἐνδεχομένη καθόλου καὶ αὐτὴ καταφατική, ἀντιστραφείσης πάλιν τῆς ἀναγκαίας καθόλου καταφατικῆς γίνεται συζυγία ἐν πρώτῳ σχήματι ἐνδεχόμενον ἐπὶ μέρους καταφατικὸν συνάγουσα ἐνδεχομένης καθόλου καταφατικῆς οὔσης τῆς μείζονος. οὗτος ἦν τέλειος ὁ συλλογισμὸς ἐν τῷ πρώτῳ σχήματι, ὥσπερ καὶ οἱ ἄλλοι οἱ τὴν μείζονα ἐνδεχομένην ἔχοντες. ἂν δ’ ἡ μὲν ἀποφατικὴ ληφθῇ τῶν προτάσεων ἡ δὲ καταφατική, καὶ ἡ καταφατικὴ μὲν ἀναγκαία καθόλου ἡ ἐλάττων, ἀποφατικὴ δ’ ἐνδεχομένη καθόλου 〈ἡ〉 μείζων, ἀντιστραφείσης τῆς καθόλου καταφατικῆς ἀναγκαίας ἔσται ἐν πρώτῳ σχήματι ἐπὶ μέρους ἀποφατικὸν ἐνδεχόμενον συμπέρασμα οὔσης τῆς μείζονος ἐνδεχομένης καθόλου ἀποφατικῆς, 〈ὃς〉 καὶ αὐτὸς ἦν τέλειος συλλογισμὸς ἐν πρώτῳ σχήματι. εἰπὼν δὲ ἔσται 〈δὴ〉 πάλιν τὸ πρῶτον σχῆμα προσέθηκε τὸ 〈καὶ〉 γὰρ ἡ στερητικὴ πρότασις ἐνδέχεσθαι σημαίνει, ὅ ἐστι δεικτικὸν τοῦ τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον ἀποφατικὸν γίνεσθαι συμπέρασμα· ὅταν γὰρ ἡ μείζων στερητική τε καὶ ἀναγκαία ᾖ, τότε μόνον οὐ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου τὸ συμπέρασμα ἀλλὰ τοῦ μὴ ὑπάρχειν. ἔχει δέ πως ἀκαταλληλότερον ἡ λέξις, καὶ εἴη ἂν τὸ κατάλληλον αὐτῆς τοιοῦτον·3 ‘καὶ εἰ ἡ στερητικὴ πρότασις ἐνδέχεσθαι σημαίνει, φανερὸν ὅτι τὸ συμπέρασμα ἔσται ἐνδεχόμενον’. δύναται δὲ συλλογισμὸς γενέσθαι, κἂν τὴν καθόλου καταφατικὴν ἀναγκαίαν τηρήσαντες ἀντιστρέψωμεν τὴν μείζονα οὖσαν ἐνδεχομένην καθόλου ἀποφατικὴν εἰς τὴν ἐπὶ μέρους, μεταλαβόντες αὐτὴν εἰς τὴν καταφατικήν.

“如果前提中一者是必然的,而另一者是可能的。” 他已转向第三格中由可能前提与必然前提构成的混合,并说在两前提皆为全称肯定的情况下,结论将是可能属于某些;但若前提中一者取为肯定,另一者取为否定,如果肯定前提是必然的,结论将是可能不属于,而如果否定前提是[必然的],则结论既是可能不属于也是不属于,这等同于说,结论将不是按照定义的可能,而是对实事加以述谓的可能。然而,结论绝不再是必然不属于;因为在其他各格中,无论在第一格还是在第二格中,由必然否定与可能肯定前提都未曾产生出必然否定的结论。 尽管如此,通过归谬法,在第一格和第二格中,当大前提是全称必然否定而小前提是可能[肯定]时,都可以证明产生出全称必然否定的结论。因为假定Α必然不属于任何Β,而Β可能属于全部Γ;我断言,Α必然不属于任何Γ。如果不,则它可能属于某些;但Β也可能属于全部Γ;于是在第三格中得出“Α可能属于某些Β”。但这不可能;因为曾设定它必然不属于其任何事物。因此,“Α可能属于某些Γ”这一假设是假的;因而其对立面[成立]:Α必然不属于任何Γ。再者,在第二格中,假定Α必然不属于任何Β,而可能属于全部Γ;我断言,Β必然不属于任何Γ。因为如果它可能属于某些,且Α也可能属于全部Γ,那么在第三格中将再次得出Α可能属于某些Β,而曾设定它必然不属于其任何事物;因此,既然结论是不可能的,“Β可能属于某些Γ”这一假设将被取消,而其对立面即Β必然不属于任何Γ将被确立。 然而,在全称必然否定与可能肯定的混合中,在任何一格中都不产生必然不属于任何事物的必然否定结论,他是如何说出这点的,这值得探究。因为要么归谬法必须受到质疑,要么我借以进行归谬法的第三格中的结合是非三段论性的,要么必然不属于任何事物确实被推导了出来。关于这一点,正如我此前已经说过的,在《论亚里士多德与其同道在混合问题上的分歧》中已被我探讨并作了更详尽的论述。在《逻辑学札记》中,我也就此作了更详尽的论述。 因此,当两前提皆为全称肯定,大前提是必然的,小前提经换位而变为特称肯定时,在大前提是全称肯定必然的情况下,在第一格中产生一个具有特称可能肯定结论的配对,正如大前提为实事肯定而小前提为可能的其他配对一样。但是,即使小前提是全称肯定必然,而大前提是可能的且其本身也是全称肯定,在必然全称肯定前提再次经换位后,在大前提为全称可能肯定的情况下,在第一格中产生一个得出特称可能肯定的配对。这在第一格中是一个完满的三段论,正如具有可能大前提的其他三段论一样。然而,如果前提之一取为否定而另一取为肯定,且肯定小前提是全称必然的,否定大前提是全称可能的,那么在全称肯定必然前提换位之后,在大前提为全称可能否定的情况下,在第一格中将得出特称可能否定的结论,这本身在第一格中也是一个完满的三段论。在说了“于是又将成为第一格”之后,他补充说“因为否定前提意味着可能是”,这是表明结论成为按照定义的可能否定;因为只有当大前提既是否定的又是必然的时候,结论才不是按照定义的可能,而是不属于。然而这句话有些失调,其协调的文句当是如此:“如果否定前提意味着可能是,显然结论将是可能的”。如果我们在保留全称肯定必然前提的同时,将全称可能否定的大前提转换为肯定前提后换位为特称前提,也能够产生三段论。

语法注3 条
  1. 2.153ὅπερ ἴσον ἐστὶ τῷ ὅτι οὐ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου τὸ συμπέρασμα ἔσται ἀλλὰ τοῦ κατηγορουμένου τοῦ ὑπάρχοντος

    ὅπερ ἴσον ἐστὶ τῷ ὅτι... 意为“这等同于说……”;与格冠词 τῷ 使 ὅτι 从句名词化,作为 ἴσον(等同于)的补足语。随后的属格 τοῦ ... ἐνδεχομένου 与 τοῦ κατηγορουμένου 构成连系动词 ἔσται 的表语属格,表示结论的类别或性质(“将属于……的结论”)。

  2. 2.153πῶς δὲ λέγει τοῦ ἐξ ἀνάγκης μηδενὶ ἐν τῇ μίξει τῇ ἐξ ἀναγκαίας ἀποφατικῆς καθόλου καὶ ἐνδεχομένης καταφατικῆς ἐν μηδενὶ τῶν σχημάτων ἀναγκαῖον ἀποφατικὸν γίνεσθαι συμπέρασμα, ἄξιον ἐπιζητῆσαι

    开头的 πῶς δὲ λέγει ... γίνεσθαι συμπέρασμα(“他是如何说出……会产生结论的”)是间接疑问从句,作为句末主句 ἄξιον [ἐστιν] ἐπιζητῆσαι(“值得探究”)的实际宾语前置。此外,τοῦ ἐξ ἀνάγκης μηδενὶ 作为修饰结论(συμπέρασμα)的属格短语,形成了倒置(hyperbaton)。

  3. 2.153ἔχει δέ πως ἀκαταλληλότερον ἡ λέξις, καὶ εἴη ἂν τὸ κατάλληλον αὐτῆς τοιοῦτον

    ἀκαταλληλότερον 是语法术语 ἀκατάλληλος(不协调的、脱节的)的比较级中性单数宾格,作副词修饰 ἔχει(“文句的构造有些不调和”)。后半句的 εἴη ἄν 是潜势祈愿语气,用于引出注释家对文句合理形式(τὸ κατάλληλον αὐτῆς)的重构与建议。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:249.4-250.29