← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§24.19-25.23

全称前提中在整体中与关于全部的定义

亚里士多德在24b26处定义了“关于全部”/“在整体中”以及“不关于任何一个”/“在任何一个中都不在”这些基本述谓关系,亚历山大对此进行了解释,阐明它们是根据从谓项还是从主项出发而相同的表述,并详细说明了它们在全称肯定与全称否定前提中的应用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9

" Τὸ δὲ ἐν ὅλῳ εἶναι ἕτερον ἑτέρῳ καὶ τὸ κατὰ παντὸς κατηγορεῖσθαι θατέρου θάτερον ταὐτόν ἐστιν." Οἷς προϊόντος τοῦ λόγου μέλλει χρῆσθαι (ἔστι δὲ ταῦτα τό τε κατὰ παντὸς καὶ τὸ ἐν ὅλῳ καὶ τὸ κατὰ μηδενὸς καὶ τὸ ἐν μηδενὶ εἶναι τόδε τῷδε) πρῶτον ταῦτα γνώριμα ποιεῖ,1 καὶ διδάσκει ἡμᾶς, τί μέν ἐστι τὸ ἐν ὅλῳ εἶναι καὶ τὸ κατὰ παντός, καὶ ὅτι ταὐτά ἐστιν ἀλλήλοις ἀμφότερα ταῦτα ἐπὶ τῆς καθόλου καταφατικῆς προτάσεως λεγόμενα, τί δὲ τὸ κατὰ μηδενὸς καὶ τὸ ἐν μηδενί, καὶ ὅτι καὶ αἰεὶ ταῦτα ἀλλήλοις μέν ἐστι ταὐτά, λέγεται δὲ ἐπὶ τῆς καθόλου ἀποφατικῆς προτάσεως. τὸ οὖν κατὰ παντός, φησίν, ἐστίν, ὅταν μηδὲν ᾖ λαβεῖν, καθ’ οὗ θάτερον οὐ λεχθήσεται, τοῦτ’ ἔστιν, ὅταν μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου, καθ’ οὗ τὸ κατηγορούμενον οὐ ῥηθήσεται· ἐπεὶ γὰρ πᾶσα πρότασις κατηγορικὴ ἐξ ὑποκειμένου ὅρου ἐστὶ καὶ κατηγορουμένου, τότε λέγεται ὁ κατηγορούμενος κατὰ παντὸς τοῦ ὑποκειμένου ἀληθῶς, ὅταν μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου, καθ’ οὗ οὐ ῥηθήσεται τὸ κατηγορούμενον, οἷον τὸ ζῷον κατὰ παντὸς ἀνθρώπου· οὐδένα γὰρ λαβεῖν ἔστιν ἄνθρωπον, καθ’ οὗ τὸ ζῷον οὐ ῥηθήσεται. οὕτως δὲ ἐχόντων ὁ ἄνθρωπος ἐν ὅλῳ γίνεται τῷ ζῴῳ, τοῦτ’ ἔστι περιεχόμενον ὑπ’ αὐτοῦ ὡς ὅλου· μέρος γάρ πως τοῦ καθόλου τὸ ἐν ὅλῳ· τὸ γὰρ ἐν ὅλῳ σημαντικόν ἐστι τοῦ μὴ ἔξω πίπτειν τι τοῦ λεγομένου ἐν ὅλῳ εἶναι ἐκείνου, ἐν ᾧ λέγεται εἶναι ὡς ἐν ὅλῳ. οὐ γὰρ τὸ παρεκτεινόμενόν τινι διὰ παντὸς ἐν ὅλῳ μόνον λέγεται· ἐν ὅλῳ γὰρ καὶ τὸ μέρος ἐστίν· ἐνδέχεται γὰρ καὶ ἐπὶ πλέον εἶναι τὸ κατὰ παντός τινος λεγόμενον, ὡς τὸ ζῷον τοῦ ἀνθρώπου, ἐνδέχεται καὶ ἐπ’ ἴσης, ὡς τὸ γελαστικὸν τοῦ ἀνθρώπου. ἐν δὴ τοῖς οὕτως ἔχουσι κατὰ παντὸς μὲν λέγεται ἀπὸ τοῦ κατηγορουμένου ἀρχομένων· οὗτος γάρ ἐστι τὸ κατὰ παντός· ἐν ὅλῳ δὲ ἀπὸ τοῦ ὑποκειμένου· οὗτος γάρ ἐστιν ἐν ὅλῳ. σημειωτέον δέ, ὅτι οὐχ ὁμοίως ἔν τε τούτοις καὶ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς ἀποδίδωσι τὸ καθόλου. ἀποδοὺς δέ, τί ποτέ ἐστι τὸ κατὰ παντός, φησίν, ὅτι καὶ τὸ κατὰ μηδενὸς ὡσαύτως, οὐ τοῦτο λέγων, ὅτι ταὐτόν ἐστι τὸ κατὰ παντὸς καὶ τὸ κατὰ μηδενός (ἐναντία γάρ ἐστιν), ἀλλ’ ὅτι δυνατὸν ὁρίσασθαι αὐτὸ ὁρμωμένους ἀπ’ αὐτοῦ τοῦ περὶ τοῦ κατὰ παντὸς εἰρημένου εἰπεῖν περὶ τοῦ κατὰ μηδενός·2 ἔσται γὰρ ἀνάπαλιν ἀποδιδόμενον τὸ κατὰ μηδενός· ὅταν γὰρ μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου, καθ’ οὗ τὸ κατηγορούμενον ῥηθήσεται, τότε ἐστὶ καὶ τὸ κατὰ μηδενὸς ἀληθῶς, οἷον τὸ χρεμετιστικὸν κατ’ οὐδενὸς ἀνθρώπου· οὐδεὶς γάρ ἐστιν ἄνθρωπος, καθ’ οὗ τὸ χρεμετιστικὸν κατηγορεῖται. κατ’ οὐδενὸς μὲν οὖν τοῦ ἀνθρώπου τὸ χρεμετιστικόν, ἐν οὐδενὶ δὲ ὁ ἄνθρωπος τῷ χρεμετιστικῷ· ἀμφότερα γὰρ ταῦτα λέγεται ἐπὶ τῆς καθόλου ἀποφατικῆς προτάσεως.

“一物作为在整体中那样在另一物之中,与一物述说于另一物的全部,是同一回事。” 随着论述的展开他将要使用的那些表述(这些表述就是“关于全部”和“在整体中”,以及“不关于任何一个”和“此物在彼物之中任何一个也不在”),他首先使这些表述变得为人所熟知,并教导我们:[1]什么是“在整体中”和“关于全部”,以及就全称肯定前提而言所说的这两者彼此是相同的;[2]什么是“不关于任何一个”和“在任何一个中都不在”,以及这两者也总是彼此相同,只是就全称否定前提而言被述说的。因此他说,所谓“关于全部”,乃是指当不可能取出另一方对其不能被述说的任何事物之时,也就是说,当不可能取出主项中谓项对其不能被陈述的任何部分之时;因为既然每一个直言前提都由主词和谓词构成,那么,当不可能取出主词中谓词对其不能被陈述的任何部分时,谓词才真正关于主词的全部被述说,正如“动物”关于每一个“人”被述说一样;因为不可能取出任何一个人,而“动物”对其是不能被陈述的。在这种情况成立时,人就作为在整体中那样在动物之中,也就是说被作为整体的动物所包容;因为在整体之中的事物,在某种意义上乃是普遍之物的部分;因为“在整体中”意味着:被称为在整体之中的事物,没有任何一部分落在那被称为容纳其作为整体的事物之外。因为并非唯有与某物始终等延的事物才被称为“在整体中”;因为部分也是在整体之中的;因为关于某物的全部被述说的事物,既可能具有更大的外延(正如动物之于人),也可能具有相等的外延(正如能笑之于人)。因此在具有这种关系的事物中,对于从谓项出发的人来说被称为“关于全部”(因为谓项正是那个“关于全部”者),而对于从主项出发的人来说则被称为“在整体中”(因为主项正是“在整体中”者)。但应当注意的是,他在这些地方与在《后分析论》中对“普遍之物”的规定并不相同。在规定了“关于全部”究竟是什么之后,他说“不关于任何一个”也是同样地被规定的;这并不是说“关于全部”与“不关于任何一个”是相同的(因为它们是相反的),而是说可以从关于“关于全部”所说的那一定义出发来定义并表述“不关于任何一个”;因为“不关于任何一个”将被相反地规定;因为当不可能取出主项中谓项能够对其被陈述的任何部分时,此时“不关于任何一个”才真实成立,正如“能嘶鸣”不关于任何人被述说一样;因为不存在任何一个人,而“能嘶鸣”能够述说于他。因此,能嘶鸣不关于任何人被述说,而人在能嘶鸣中任何一个也不在;因为这两者都是就全称否定前提而言被述说的。

语法注2 条
  1. 1.9Οἷς προϊόντος τοῦ λόγου μέλλει χρῆσθαι... πρῶτον ταῦτα γνώριμα ποιεῖ

    关系代词 οἷς 在性数格上为与格,作 χρῆσθαι 的宾语,其先行词 ταῦτα 则置于随后的主句中(ταῦτα γνώριμα ποιεῖ)。这是典型的关系从句先置(prolepsis)结构。

  2. 1.9ἀπ’ αὐτοῦ τοῦ περὶ τοῦ κατὰ παντὸς εἰρημένου εἰπεῖν περὶ τοῦ κατὰ μηδενός

    不定词 εἰπεῖν 与前面的 ὁρίσασθαι 一样取决于非人称表达 δυνατὸν(即“有可能以……为出发点进行定义并陈述……”),亦可作说明性/结果性解释(“通过……来进行定义以陈述……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:24.19-25.23