← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§247.29-249.3

第三格中的换位证明与泰奥弗拉斯托斯之法

亚历山大考察了大前提为特称否定、小前提为全称肯定的混合三段论中换位证明与归谬法证明的可行性,对比了亚里士多德与其门徒(泰奥弗拉斯托斯等人)的不同立场,阐释了泰奥弗拉斯托斯独特的证明过程,并探讨了双不定或双特称前提的非三段论性及相关文本异文。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.152#2

καὶ ὁμολογουμένη ἂν ἐδόκει μᾶλλον αὕτη ἡ δεῖξις εἶναι· ἡ γὰρ εἰς ἀδύνατον ἀπαγωγὴ ἔνστασιν ἔχει. ἢ εἰ μὲν εἴη ἡ μείζων ἐπὶ μέρους οὖσα ἐνδεχομένη, οἷόν τε τοῦτο γίνεσθαι. εἰ δὲ αὕτη 〈ἡ〉 μείζων εἴη ὑπάρχουσα ἐπὶ μέρους ἀποφατική, ἡ δὲ ἐλάττων καταφατικὴ ἐνδεχομένη, οὐκέτ’ ἂν ἡ δι’ ἀντιστροφῆς δεῖξις χώραν ἔχοι, εἰ ληφθεῖεν αἱ προτάσεις, οὐδὲ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δείκνυταί τι τῷ μὴ γίνεσθαι ἐξ ἀναγκαίας καθόλου καταφατικῆς τῆς μείζονος ἐν πρώτῳ σχήματι καὶ ἐνδεχομένης καθόλου καταφατικῆς τῆς ἐλάττονος μηδὲ κατ’ αὐτὸν καθόλου καταφατικὸν ἀναγκαῖον συμπέρασμα·1 μὴ γινομένου δὲ τοιούτου ἀλλ’ ἐνδεχομένου καθόλου καταφατικοῦ οὐδὲν ἀδύνατον τὸ Α τῷ Γ τινὶ μὴ ὑπάρχον ἐνδέχεσθαι παντὶ αὐτῷ ὑπάρχειν. κατὰ μὲν γὰρ τὴν δόξαν τὴν αὐτοῦ πρόεισιν ἡ δεῖξις ἡ δι’ ἀδυνάτου ἐν τῇ ἐκκειμένῃ συζυγίᾳ τῷ ἐξ ἀναγκαίας τῆς μείζονος καὶ ὑπαρχούσης τῆς ἐλάττονος ἀναγκαῖον κατ’ αὐτὸν γίνεσθαι τὸ συμπέρασμα. κατὰ μέντοι τοὺς ἑταίρους αὐτοῦ ὑπάρχον λέγοντας συνάγεσθαι οὐδὲν ἀδύνατον ἀκολουθήσει· οὐ γὰρ ἀδύνατον τὸ Α παντὶ τῷ Γ ὑπάρχειν, εἰ ἐνδέχεται αὐτῷ τινὶ μὴ ὑπάρχειν. αὕτη ἐστὶν ἡ συμπλοκή, δι’ ἧς πειρῶνταί τινες δεικνύναι ἀναγκαῖον γινόμενον τὸ συμπέρασμα ἐν τῇ ἐξ ἀναγκαίας τῆς μείζονος καθόλου καὶ ὑπαρχούσης τῆς ἐλάττονος συμπλοκῇ ἐν πρώτῳ σχήματι· οἱ γὰρ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς εἰς τὴν συμπλοκὴν ταύτην τὴν δεῖξιν ἄγοντες ἀδύνατον πειρῶνται δεικνύναι τὸ συναγόμενον. Εἰ μέντοι εἴη ἡ μείζων ἡ Α ὑπάρχουσα ἐπὶ μέρους ἀποφατική, ἡ δὲ ἐλάττων καθόλου καταφατικὴ ἐνδεχομένη, οὐδὲ κατ’ αὐτὸν ἔτι ἀδύνατόν τι ἀπαντήσεται, ὡς εἶπον. γίνεται μὲν γὰρ τὸ Α τῷ Β ἐξ ἀνάγκης παντὶ ὑποτιθέμενον, εἰ μὴ συγχωροίη τις τῷ τινὶ ἐνδέχεσθαι μὴ ὑπάρχειν τὸ Α τῷ Β· κεῖται δὲ καὶ τὸ Β τῷ Γ παντὶ ἐνδεχόμενον· ἐν ᾗ μίξει καὶ συζυγίᾳ ἐνδεχόμενον γίνεται τὸ συμπέρασμα κατ’ αὐτόν. οὔτε δὲ ἂν ἐνδέχεσθαι μὴ ὑπάρχειν τὸ Α τῷ Γ ληφθῇ, οὔτε [δὲ] ἂν ἐνδέχεσθαι ὑπάρχειν, οὐδὲν ἀδύνατον συμβαίνει κειμένου αὐτοῦ [ἐνδέχεσθαι] τινὶ αὐτῷ μὴ ὑπάρχειν· διὸ παντελῶς ἀσυλλόγιστος ἡ τοιαύτη συμπλοκή. Θεόφραστος δὲ οὐ ποιεῖται ἁπλῶς διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τὴν δεῖξιν τῆς προειρημένης συζυγίας, ἀλλὰ πρῶτον τὸ ‘ἐνδέχεται τινὶ μή’ εἰς τὸ μὴ ὑπάρχειν τινὶ μεταλαβὼν οὐκ ὂν ἀδύνατον καὶ ποιήσας δύο ὑπαρχούσας, τὴν μὲν ἐπὶ μέρους ἀποφατικὴν τὴν μεταληφθεῖσαν τὴν δὲ καθόλου καταφατικὴν τὴν κειμένην, φησὶ συμπέρασμα ἔσεσθαι τὸ τὸ Α ἐνδέχεσθαι τινὶ τῷ Β μὴ ὑπάρχειν· εἰ γὰρ μή, τὸ ἀντικείμενον τὸ παντὶ ἐξ ἀνάγκης τὸ [τὸ] Α τῷ Β· καὶ οὕτως διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς εὑρὼν ἀδύνατόν τι ἑπόμενον (συνάγεται γὰρ τὸ Α τῷ Γ παντὶ ὑπάρχον, ᾧ ἔκειτο τινὶ μὴ ὑπάρχειν), ἐπεὶ οὐ παρὰ τὴν ὑπόθεσιν τὸ ἀδύνατον ἀπήντηκεν (ἡ γὰρ ὑπόθεσις οὐκ ἦν ἀδύνατος λαμβάνεσθαι), ἀλλὰ διὰ τὸ ἐξ ἀνάγκης παντὶ τεθῆναι· τὸ ἄρα ἀντικείμενον τοῦ ἐξ ἀνάγκης παντί·2 τοῦτο δέ ἐστι τὸ ἐνδέχεσθαι τινὶ μή. Ἄν δὲ ἢ ἀδιόριστοι ἀμφότεραι ἢ ἐν μέρει ἀμφότεραι ληφθῶσιν, ἄν τε καταφατικαὶ ἄν τε ἀποφατικαὶ ἄν τε παραλλάξ, οὐκ ἔσται συλλογιστικὴ συζυγία· ὃ διὰ τῶν ὅρων οὕτως ἔχον δείκνυσι. λέγει δὲ διὰ τῶν αὐτῶν ὅρων δειχθήσεσθαι, δι’ ὧν καὶ ἐπὶ τῶν καθόλου, νῦν λέγων τὰς ἐξ ἀμφοτέρων ἐνδεχομένων ἐπὶ μέρους, ὡσανεὶ ἔλεγε ‘δι’ ὧν ὅρων ἐδείχθησαν καὶ αἱ δι’ ὅλου ἐνδεχόμεναι, ἐνδεχόμεναι ἐκ δύο ἐπὶ μέρους, συζυγίαι οὖσαι ἀσυλλόγιστοι’. ἦσαν δὲ ὅροι τοῦ μὲν παντὶ ὑπάρχειν ζῷον, ἄνθρωπος, λευκόν, τοῦ δὲ μηδενὶ ἵππος, ἄνθρωπος, λευκόν, μέσον λευκόν. ἢ ἡμάρτηται ἡ λέξις, καὶ γέγραπται ἀντὶ τοῦ ‘ἀπόδειξις δ’ ἡ αὐτή, ἢ καὶ ἐπὶ τῶν ἐξ ἀμφοτέρων ἐνδεχομένων’ τὸ [καὶ] ἀπόδειξις δ’ ἡ αὐτή, ἢ καὶ ἐν τοῖς καθόλου.

而这一证明似乎本会更被普遍接受;因为归谬法是存有异议的。或者更确切地说,如果大前提是特称可能前提,这种情况是可能发生的。但如果这一大前提是特称实事否定,而小前提是肯定可能,那么一旦这样选取前提,换位证明就不再有立足之地,通过归谬法也证明不出任何东西,因为在第一格中由必然全称肯定大前提与可能全称肯定小前提出发,即便按照他自己的观点,也推不出全称肯定必然的结论;而在产生出的不是这样的[必然]结论而是全称肯定可能结论的情况下,不属于某些Γ的Α可能属于其全部,这一情况绝非不可能。因为按照他自己的见解,在所列出的配对中通过不可能的证明之所以能够进行,是因为按照他自己的观点,由必然大前提与实事小前提能够产生必然结论。然而,按照主张得出实事结论的他的同道们的观点,则不会随之出现任何不可能的结论;因为即便Α可能不属于某些Γ,Α属于全部Γ也绝非不可能。这正是某些人试图借以证明在第一格中由必然全称大前提与实事小前提构成的结合中结论成为必然的结合;因为那些通过归谬法将证明引向这一结合的人,正是试图证明所推出的结论是不可能的。 然而,如果大前提Α是特称实事否定,而小前提是全称肯定可能,正如我说过的,即便按照他的观点也不再会出现任何不可能的结果。因为如果有人不承认Α可能不属于某些Β,那么Α便被假定必然属于全部Β;而Β也被设定可能属于全部Γ;在这样的混合与配对中,按照他的观点结论成为可能的。而无论取Α可能不属于Γ,还是[取]可能属于Γ,在设定了它[可能]不属于其某些的情况下,都不会发生任何不可能的事;因此这种结合完全是非三段论性的。 另一方面,泰奥弗拉斯托斯对上述配对所作的证明并非单纯通过归谬法,而是首先把“可能不属于某些”转变为“不属于某些”(因为这并非不可能),并构成两个实事前提(转变而来的特称否定和原本设定的全称肯定),然后他说结论将是Α可能不属于某些Β;因为如果不,其对立面[成立],即Α必然属于全部Β;于是通过归谬法发现了一个不可能的后果(因为推导出了Α属于全部Γ,而曾设定它不属于其某些),既然不可能的结果并不是由于假设而出现的(因为该假设并非不可能被采纳),而是由于设定了必然属于全部:因此,必然属于全部的对立面[得以成立];而这便是可能不属于某些。 如果两前提都被取为不定,或者都被取为特称,无论皆为肯定、皆为否定还是交替,该配对都不会是具三段论性质的;他通过词项表明了情况确实如此。他说这将通过与全称情形中相同的词项来证明,他现在指的是由两特称可能前提构成的情形,仿佛在说:“通过也曾证明整体上可能的、由两特称〔前提〕构成的可能配对是非三段论性的那些词项”。其中,属于全部的词项是“动物”、“人”、“白”,属于无一的词项是“马”、“人”、“白”,中项是“白”。或者,文本有误,并非写着“证明与由两前提皆为可能的情形相同”,而是被写成了“证明与在全称情形中相同”。

语法注2 条
  1. 2.152τῷ μὴ γίνεσθαι ἐξ ἀναγκαίας καθόλου καταφατικῆς τῆς μείζονος ἐν πρώτῳ σχήματι καὶ ἐνδεχομένης καθόλου καταφατικῆς τῆς ἐλάττονος μηδὲ κατ’ αὐτὸν καθόλου καταφατικὸν ἀναγκαῖον συμπέρασμα

    带冠词不定式与格(τῷ μὴ γίνεσθαι)与其主语 συμπέρασμα 构成表示原因的与格结构,说明前文“证明不出任何东西”(οὐδὲ ... δείκνυταί τι)的根据。其间的属格短语(ἐξ ἀναγκαίας ... τῆς μείζονος 等)由介词 ἐκ 支配,表示推论的前提构成。

  2. 2.152ἐπεὶ οὐ παρὰ τὴν ὑπόθεσιν τὸ ἀδύνατον ἀπήντηκεν ... ἀλλὰ διὰ τὸ ἐξ ἀνάγκης παντὶ τεθῆναι· τὸ ἄρα ἀντικείμενον τοῦ ἐξ ἀνάγκης παντί

    在解释泰奥弗拉斯托斯的论证时,原因从句(ἐπεὶ ... ἀλλὰ ...)之后紧接着由推论虚词 ἄρα 引出的短语(τὸ ἄρα ἀντικείμενον ...),其后省略了限定动词谓语(破格句)。语境上须理解为“因此,必然属于全部的对立面[得以成立/被推出]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:247.29-249.3