← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§246.11-247.29

第三格否定前提混合与归谬法检验

亚历山大考察了第三格中实事与可能前提的混合,讨论了在小前提为全称否定或两前提皆为全称否定时通过换质与换位得出有效三段论的条件,随后论述了包含特称前提的配对以及通过归谬法进行的证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.152#1

" Εἰ δὲ τὸ στερητικὸν τεθείη πρὸς τὸ ἔλαττον ἄκρον, ἢ καὶ ἄμφω ληφθείη στερητικά." Αὐτὸς μὲν ἁπλῶς λέγει τῆς ἐλάττονος καθόλου ἀποφατικῆς τεθείσης διὰ μὲν τῶν κειμένων μὴ ἔσεσθαι, μεταληφθείσης δὲ τῆς στερητικῆς εἰς τὴν καταφατικήν.1 δεῖ δὲ προσυπακούειν ἐπὶ τῆς ἐλάττονος στερητικῆς τὸ ‘ἐνδεχομένης’· οὕτω γὰρ δυνήσεται μεταληφθῆναι ἡ ἀποφατικὴ εἰς τὴν καταφατικήν, εἰ ἐνδεχομένη εἴη. ὑπαρχούσης γὰρ οὔσης ἀποφατικῆς αὐτῆς οὔτε μετάληψις ἔτι δύναται γενέσθαι, οὔτε συλλογιστικὴ συζυγία τοῦ προκειμένου γίνεται, ἐκτὸς εἰ μὴ τηρήσαντες τὴν ἐλάττονα ἀποφατικὴν ὑπάρχουσαν τὴν Β Γ ἀντιστρέψαιμεν τὴν καταφατικὴν ἐνδεχομένην τὴν Α Γ. ἔσται γὰρ τὸ Β τῷ Γ οὐδενὶ ὑπάρχον, τὸ Γ τῷ μὲν Α τινὶ ἐνδεχόμενον, καὶ συμπέρασμα τὸ Β τῷ Α τινὶ ἐνδεχόμενον μὴ ὑπάρχειν· ὃ εἰ, ὡς νῦν φησι, τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ἐστίν, ἀντιστρέφει, καὶ τὸ Α τινὶ τῷ Β ἐνδέχεται μὴ ὑπάρχειν. ὥστε συναχθήσεται καὶ μηδεμιᾶς γενομένης μεταλήψεως ὄντος τούτου τοῦ συμπεράσματος. πάλιν εἰ ἀμφότεραι εἶεν καθόλου ἀποφατικαί, ἡ μὲν ὑπάρχουσα ἡ δὲ ἐνδεχομένη, ἐκ μὲν τῶν κειμένων οὐδὲν συναχθήσεται, μεταληφθείσης δὲ τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς τὴν καταφατικὴν καὶ ἀντιστραφείσης συλλογιστικὴ γίνεται ἡ συζυγία. εἰ μὲν οὖν ἡ ἐλάττων εἴη ἐνδεχομένη ἀποφατική, φανερὰ ἥ τε μετάληψις καὶ ἡ δεῖξις. εἰ δὲ ἡ μείζων εἴη ἐνδεχομένη, οὐκ ἔσται συλλογιστικὴ ἡ συζυγία τῆς ἐλάττονος ἀποφατικῆς οὔσης ὑπαρχούσης καθόλου. ἢ δεήσει τὴν μείζονα μεταλαβόντας, ἐπεί ἐστιν ἐνδεχομένη ἀποφατική, εἰς τὴν καταφατικὴν ἐνδεχομένην ἀντιστρέψαι τε καὶ ἐλάττονα ποιῆσαι, εἶτα τὸ συμπέρασμα πάλιν ἀντιστρέψαι καὶ αὐτό, εἰ ἔστι τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου, ὡς νῦν λέγει. Εἰ δ’ ἡ μὲν καθόλου τῶν προτάσεων ἡ δ’ ἐν μέρει, εἴτε ἀμφότεραι εἶεν καταφατικαί, εἴτε ἡ μὲν ἑτέρα καταφατικὴ ἡ ἐπὶ μέρους ἡ δὲ ἑτέρα ἀποφατικὴ 〈ἡ〉 καθόλου, ὁποτέρα ἂν αὐτῶν ᾖ ὑπάρχουσα, συλλογιστικὴ ἡ συζυγία· τῆς γὰρ καταφατικῆς ἐπὶ μέρους, εἴτε ἐνδεχομένη εἴη εἴτε ὑπάρχουσα, ἀντιστραφείσης γίνεται διὰ τοῦ πρώτου σχήματος συζυγία συλλογιστική. τὸ δὲ ὁ αὐτὸς τρόπος ἔσται τῶν συλλογισμῶν δηλωτικόν ἐστι τοῦ δι’ ἀντιστροφῆς ἔσεσθαι τὴν δεῖξιν. ἐπεσημήνατο δὲ πάλιν, ὅτι τὸ συμπέρασμα ἐνδεχόμενον ἔσται, ὡς ἐν πρώτῳ σχήματι αἰεὶ ἐν τῇ ἐξ ὑπαρχούσης καὶ ἐνδεχομένης μίξει τοιούτου γινομένου τοῦ συμπεράσματος. Εἰ δὲ εἴη ἡ μὲν ἐλάττων καταφατικὴ καθόλου ἡ δὲ μείζων ἀποφατικὴ ἐν μέρει, συλλογιστικὴν μέν φησιν ἔσεσθαι τὴν συζυγίαν, οὐ μὴν δι’ ἀντιστροφῆς δειχθήσεται ἀναχθείσης αὐτῆς εἰς τὸ πρῶτον σχῆμα, ἀλλὰ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. κείσθω γὰρ τὸ μὲν Β παντὶ ὑπάρχειν τῷ Γ, τὸ δὲ Α ἐνδεχέσθω τινὶ τῷ Γ μὴ ὑπάρχειν· τὸ δὴ Α ἐνδέξεται τινὶ τῷ Β μὴ ὑπάρχειν. εἰ γὰρ μή, τὸ ἀντικείμενον ἐξ ἀνάγκης αὐτῷ παντί·2 ἀλλὰ καὶ τὸ Β παντὶ τῷ Γ ὑπάρχει· τὸ ἄρα Α παντὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρξει. γίνεται γὰρ ἡ συζυγία ἐν πρώτῳ σχήματι ἐξ ἀναγκαίας καθόλου καταφατικῆς τῆς μείζονος καὶ ὑπαρχούσης καθόλου καταφατικῆς τῆς ἐλάττονος, ἐφ’ ἧς ἔδειξε καθόλου καταφατικὸν ἀναγκαῖον γινόμενον τὸ συμπέρασμα. ἀδύνατον δὲ τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης· ἔκειτο γὰρ ἐνδέχεσθαι αὐτῷ τινὶ μὴ ὑπάρχειν. πῶς δὲ οὐχ οἷόν τε ἔσται καὶ διὰ τῆς ἀντιστροφῆς τὴν τοιαύτην συμπλοκὴν δεικνύναι συλλογιστικὴν κατ’ αὐτόν, εἴ γε ἡ ἐπὶ μέρους ἀποφατικὴ ἐνδεχομένη ἀντιστρέφει αὑτῇ, ζητήσαι τις ἄν·3 εἰ γὰρ τὸ Α τῷ Γ ἐνδέχεται τινὶ μή, καὶ τὸ Γ τῷ Α ἐνδέξεται τινὶ μή. μᾶλλον δὲ μεταλαβόντας ἔνεστιν εἰς τὸ καταφατικὸν τὸ ἀποφατικὸν ἐπὶ μέρους ἐνδεχόμενον (οὕτως γὰρ ἔσται συλλογιστικὴ ἡ συμπλοκὴ) ἀντιστρέψαι αὐτό, καὶ ἔσται τὸ Γ τῷ Α ἐνδεχόμενον τινί· κεῖται δὲ τὸ Β τῷ Γ παντὶ ὑπάρχειν· γίνεται τὸ Β τῷ Α τινὶ ἐνδεχόμενον. εἰ δὲ τοῦτο, καὶ τὸ Α τινὶ τῷ Β ἐνδέχεται· ἀντιστρέφει γὰρ καὶ τὸ ἐνδεχόμενον ἐπὶ μέρους τό τε καταφατικὸν καὶ ἀποφατικόν.

“然而,若否定前提被置于小项,或者两前提都被取为否定……” 他自己仅仅说到,当小前提被设定为全称否定时,仅凭现存的前提不会有[三段论],但在否定前提被转变为肯定前提时[则会有]。然而必须在否定小前提上补充理解“可能的”这一规定;因为唯有当它是可能前提时,否定前提才能被转变为肯定前提。因为若它是实事否定前提,转变就既不可能再发生,也不会产生所设定论题的具三段论性质的配对,除非我们在保留实事否定小前提ΒΓ的同时,将肯定可能前提ΑΓ进行换位。因为Β将不属于任何Γ,Γ可能属于某些Α,并且结论是Β可能不属于某些Α;这一结论如果如他现在所说属于符合定义的可能性,就能够换位,从而Α可能不属于某些Β。因此,有了这一结论,即便不发生任何转变,[论题]也将被推出。再次,若两前提皆为全称否定,一为实事而另一为可能,那么依现存前提将推不出任何结论,但在可能否定前提被转变为肯定并换位之后,该配对便成为具三段论性质的。因此,若小前提是可能否定,转变与证明就都是显明的。但若大前提是可能前提,那么在小前提为全称实事否定时,该配对将不具三段论性质。或者,既然大前提是可能否定,就必须将其转变为可能肯定,将其换位并令其作为小前提,然后如果结论如他现在所说属于符合定义的可能性,就将结论本身也再次换位。若前提之一为全称而另一为特称,无论两前提皆为肯定,还是特称前提为肯定而全称前提为否定,无论其中哪一个是实事前提,该配对都是具三段论性质的;因为当特称肯定前提(无论是可能还是实事)被换位时,便通过第一格产生了具三段论性质的配对。而“三段论的方式将是相同的”这句话,表明了证明将是通过换位做出的。他又指出,结论将是可能的,正如在第一格中由实事与可能构成的混合中总是产生这样的结论一样。若小前提为全称肯定而大前提为特称否定,他说该配对将是具三段论性质的,但这并非通过将它归约为第一格的换位来证明,而是通过归谬法来证明。因为设Β属于全部Γ,并设Α可能不属于某些Γ:则Α将可能不属于某些Β。因为如果不,其对立面[成立]:必然属于其全部;但Β也属于全部Γ;因此Α将必然属于全部Γ。因为此时在第一格中产生了由必然全称肯定大前提与实事全称肯定小前提构成的配对,关于这种配对,他曾表明得出的结论是全称肯定必然的。但Α必然属于全部Γ是不可能的;因为曾设定它可能不属于其某些。然而,若特称可能否定前提能够与其自身换位,那么按照他的观点,为什么这样的结合不能也通过换位被证明为具三段论性质的呢?人们也许会对此提出探究;因为如果Α可能不属于某些Γ,则Γ也将可能不属于某些Α。或者更确切地说,在将特称可能否定前提转变为肯定前提之后(因为这样结合才将是具三段论性质的),完全可以将其换位,从而Γ将可能属于某些Α;而设定了Β属于全部Γ;于是Β可能属于某些Α。若如此,Α也可能属于某些Β;因为特称可能前提(无论肯定还是否定)都是换位的。

语法注3 条
  1. 2.152διὰ μὲν τῶν κειμένων μὴ ἔσεσθαι, μεταληφθείσης δὲ τῆς στερητικῆς εἰς τὴν καταφατικήν

    在形成对比的两个分句中,前一分句的不定词 ἔσεσθαι 省略了主语“三段论”(συλλογισμόν);而在后一分句的属格绝对结构 μεταληφθείσης... 之后,则承前省略了与其相对的肯定判断“三段论将会成立”(ἔσεσθαι συλλογισμόν)。

  2. 2.152εἰ γὰρ μή, τὸ ἀντικείμενον ἐξ ἀνάγκης αὐτῷ παντί

    在引入归谬假设的习用句 εἰ γὰρ μή(“若不然”)之后,主要谓语动词(如 κείσθω 或 ὑπάρχει)被省略。其结构需补充理解为:“[设]其对立面[成立,即 Α]必然属于其全部”。

  3. 2.152πῶς δὲ οὐχ οἷόν τε ἔσται καὶ διὰ τῆς ἀντιστροφῆς τὴν τοιαύτην συμπλοκὴν δεικνύναι συλλογιστικὴν κατ’ αὐτόν, εἴ γε ἡ ἐπὶ μέρους ἀποφατικὴ ἐνδεχομένη ἀντιστρέφει αὑτῇ, ζητήσαι τις ἄν

    这是一个倒装结构,疑问从句 πῶς δὲ οὐχ οἷόν τε ἔσται... 被置于句首,而统摄它的主句动词短语 ζητήσαι τις ἄν(“人们也许会探究”)则位于句末;疑问从句内部嵌套了条件从句 εἴ γε...。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:246.11-247.29