← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§245.1-246.10

第三格中实事前提与可能前提的混合推论

亚历山大就亚里士多德《前分析篇》39b7探讨第三格中实事前提与可能前提的混合三段论,解释了如何通过换位归约至第一格,并探讨了结论何时为符合定义的可能性以及与此前学说的一致性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.151

" Ἄν δ’ ἡ μὲν ὑπάρχειν ἡ δ’ ἐνδέχεσθαι σημαίνῃ τῶν προτάσεων." Προείρηκεν ἤδη, ὅτι ἐν ταῖς ἐξ ὑπαρχούσης καὶ ἐνδεχομένης συζυγίαις συλλογιστικαῖς ἐν τρίτῳ σχήματι τὸ συμπέρασμα ἔσται τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου. τοῦτο οὖν λέγει πάλιν, καὶ ὅτι ἔσονται συλλογιστικαὶ αἱ συζυγίαι ὁμοίως ἔχουσαι τοὺς ὅρους κειμένους ταῖς ἐξ ὑπαρχουσῶν ἀμφοτέρων οὐσῶν συλλογιστικαῖς καὶ ταῖς ἐξ ἐνδεχομένων ἀμφοτέρων· τοῦτο γὰρ σημαίνει τὸ τὸν αὐτὸν τρόπον ἐχόντων τῶν ὅρων, ὃν καὶ ἐν τοῖς πρότερον. λέγει δὲ πρῶτον περὶ συζυγίας τῆς τὴν μὲν μείζονα ἐχούσης καθόλου καταφατικὴν ὑπάρχουσαν τὴν δὲ ἐλάττονα καθόλου καταφατικὴν ἐνδεχομένην· ἀντιστραφείσης γὰρ τῆς ἐλάττονος τῆς καθόλου καταφατικῆς ἐνδεχομένης εἰς τὴν ἐπὶ μέρους γίνεται τὸ πρῶτον σχῆμα ἔχον ὑπάρχουσαν καταφατικὴν τὴν μείζονα καὶ ἐπὶ μέρους ἐνδεχομένην καταφατικὴν τὴν ἐλάττονα, ἧς ἐδείχθη τὸ συμπέρασμα ἐπὶ μέρους καταφατικὸν ἐνδεχόμενον γινόμενον. Τὸ δὲ ὅτε γὰρ ἡ ἑτέρα τῶν προτάσεων ἐν τῷ πρώτῳ σχήματι σημαίνοι ἐνδέχεσθαι, καὶ τὸ συμπέρασμα ἦν ἐνδεχόμενον1 λέγει μὲν ἐπὶ τῶν τὴν ἑτέραν ὑπάρχουσαν ἐχουσῶν· πῶς δ’ ἄν εἴη καθόλου εἰρημένον; ἐπὶ μὲν γὰρ τῶν καταφατικῶν ἔθηκε τοῦτο, ἐπὶ δὲ τῶν ἐξ ἀποφατικῆς ὑπαρχούσης τῆς μείζονος καὶ ἐνδεχομένης καταφατικῆς τῆς ἐλάττονος εἶπεν οὕτως· “ἐὰν δ’ ἡ μὲν ὑπάρχειν ἡ δ’ ἐνδέχεσθαι λαμβάνηται τῶν προτάσεων, ὅταν μὲν ἡ πρὸς τὸ μεῖζον ἄκρον ἐνδέχεσθαι σημαίνῃ, τέλειοί τε πάντες ἔσονται οἱ συλλογισμοὶ καὶ τοῦ ἐνδέχεσθαι κατὰ τὸν εἰρημένον διορισμόν, ὅταν δὲ 〈ἡ〉 πρὸς τὸν ἐλάττονα, ἀτελεῖς τε πάντες, καὶ οἱ στερητικοὶ τῶν συλλογισμῶν οὐ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ἀλλὰ τοῦ μηδενὶ ἢ μὴ παντὶ ἐξ ἀνάγκης ὑπάρχειν· εἰ γὰρ μηδενὶ ἢ μὴ παντὶ ἐξ ἀνάγκης, ἐνδέχεσθαί φαμεν καὶ μηδενὶ καὶ μὴ παντὶ ὑπάρχειν”. ἢ οὖν τὸ λεγόμενον ἐπὶ τῶν καταφατικῶν νῦν λέγει, ἢ τὸ οὐδενὶ ἐξ ἀνάγκης, ὃ εἶπε γίνεσθαι συμπέρασμα, τότε μὲν ἀκριβολογούμενος οὐκ ἔλεγεν εἶναι ἐνδεχόμενον, ἐπεὶ διαφέρει τοῦ ἐνδέχεσθαι μηδενί, ὡς ἐδείχθη τότε· μετὰ ταῦτα μέντοι καὶ τὴν τοιαύτην ἀπόφασιν ἐν ταῖς ἐνδεχομέναις ἀποφατικαῖς τίθησιν, ἐπεὶ μή ἐστιν αὐτόθεν ὑπάρχουσα. ἤδη γὰρ φθάσας καὶ ἐπὶ τῆς ἐν δευτέρῳ σχήματι μίξεως ἐξ ἀποφατικῆς ὑπαρχούσης τῆς μείζονος καὶ ἐνδεχομένης τῆς ἐλάττονος ἐνδεχόμενον ἀποφατικὸν εἶπε γίνεσθαι τὸ συμπέρασμα τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου. ἀλλὰ κἂν ἡ μείζων μὲν ἐνδεχομένη καθόλου καταφατικὴ ληφθῇ, ἡ δὲ ἐλάττων ὑπάρχουσα καθόλου καταφατική, συλλογιστικὴ ἡ συζυγία· ἀντιστραφήσεται γὰρ ἡ ὑπάρχουσα. καὶ τῆς μείζονος δὲ στερητικῆς ληφθείσης καθόλου ἢ ἐνδεχομένης 〈ἢ〉ὑπαρχούσης τῆς δὲ ἐλάττονος καταφατικῆς καθόλου, ἐνδεχομένης μέν, εἰ ἡ μείζων ὑπάρχουσα εἴη, ὑπαρχούσης δέ, εἰ ἐκείνη ἐνδεχομένη, συλλογιστικαὶ αἱ συζυγίαι· ἀντιστραφείσης γὰρ τῆς ἐλάττονος εἰς τὸ πρῶτον σχῆμα ἡ ἀναγωγή. ἔσται δὲ συλλογιστικὴ συμπλοκὴ καὶ ἡ τὴν ἐλάττονα ἔχουσα στερητικὴν καθόλου εἴτε ὑπάρχουσαν εἴτε ἐνδεχομένην· ἀντιστραφείσης γὰρ τῆς μείζονος ἔσται τὸ πρῶτον σχῆμα, καὶ τὸ συμπέρασμα ἐνδεχόμενον ἐπὶ μέρους ἀποφατικὸν ἀπὸ τοῦ ἐλάττονος ἄκρου· ὃ ἐπεὶ ἀντιστρέφει, ἐνδεχόμενον, ὡς λέγει νῦν, ἀντιστραφέντος αὐτοῦ δεικνύοιτο ἂν συναγόμενον τὸ προκείμενον.2 πάλιν γὰρ ἐπεσημήνατο ὡς, ὅπως ἂν ληφθῇ 〈ἡ〉 ὑπάρχουσα, εἴτε καταφατικὴ εἴτε ἀποφατική, ἐνδεχομένου γινομένου τοῦ συμπεράσματος.

“然而,若前提中之一指明实事而另一指明可能……” 他之前已经说过,在第三格中由实事前提和可能前提组成的具有三段论性质的配对中,结论将是符合定义之可能性的。因此他再次说到这一点,并且说,各项之位置与两前提皆为实事以及两前提皆为可能时具有三段论性质的配对相似的那些配对,也将是具有三段论性质的;因为“在各项以与先前相同的方式处于某种状态时”所指的就是这个。他首先论及具有全称肯定实事大前提和全称肯定可能小前提的配对;因为当身为全称肯定可能的小前提被换位为特称前提时,便产生了第一格,它具有肯定实事的大前提和特称可能肯定的小前提,而其结论已被表明得出为特称肯定可能。至于“因为当第一格中前提之一指明可能时,结论也是可能的”这句话,他固然是针对具有另一前提为实事前提的配对而说的;但是这怎么可能是普遍地陈述的呢?因为在肯定前提的情形下他固然作了这样的设定,但在由实事否定大前提和可能肯定小前提组成的配对的情形下,他曾这样说:“然而,若前提之一被取为指明实事而另一指明可能,当与大项相关的前提指明可能时,所有的三段论都将是完全的,并且是符合所说定义之可能的;但当与小项相关的前提[指明可能]时,它们就全都是不完全的,而且否定性的三段论所结论的不是符合定义之可能,而是必然不属于任何事物或不属于全部;因为如果不属于任何事物或不属于全部是出于必然,我们便说它可能不属于任何事物以及不属于全部。” 因此,要么他现在所说的是就肯定前提而言的,要么就是他在那时出于严谨,由于“必然不属于任何事物”与“可能不属于任何事物”不同(如当时所表明的那样),没有把他说过作为结论得出的“必然不属于任何事物”称为可能,然而在此之后,他也把这样的否定置于可能否定之中,因为它并非直接就是实事否定。因为他此前在第二格中关于由否定实事大前提和可能小前提构成的混合推论中,已经先一步说过得出的是符合定义之可能的否定可能结论。但是,即使大前提被取为可能全称肯定,小前提被取为实事全称肯定,这一配对也是具有三段论性质的;因为实事前提将被换位。而且,当大前提被取为全称否定(或是可能,或是实事),而小前提被取为全称肯定(若大前提为实事则为可能,若大前提为可能则为实事)时,这些配对也是具有三段论性质的;因为通过小前提的换位,便归约到了第一格。此外,具有全称否定(无论是实事还是可能)小前提的结合也将是具有三段论性质的;因为大前提换位后便产生第一格,并且结论是自小项而来的特称否定可能;而这一结论既然如他现在所说的是可能的因而能够换位,那么在它换位之后,所设定的事项便可被证明得以推出。因为他再次指出,无论实事前提如何被选取,无论是肯定还是否定,结论都成为可能的。

语法注2 条
  1. 2.151Τὸ δὲ ὅτε γὰρ ἡ ἑτέρα τῶν προτάσεων ἐν τῷ πρώτῳ σχήματι σημαίνοι ἐνδέχεσθαι, καὶ τὸ συμπέρασμα ἦν ἐνδεχόμενον

    由中性定冠词 τὸ 引导的整个小句用作实质化的引文宾语,引用了亚里士多德的原话。在随后的 λέγει μὲν ... πῶς δ’ ἄν εἴη... 中,作者对所引原则(若一前提指明可能,结论亦为可能)的适用范围和全称有效性提出了疑问。

  2. 2.151ὃ ἐπεὶ ἀντιστρέφει, ἐνδεχόμενον, ὡς λέγει νῦν, ἀντιστραφέντος αὐτοῦ δεικνύοιτο ἂν συναγόμενον τὸ προκείμενον.

    关系代词 ὃ 指向前一句中提到的结论(τὸ συμπέρασμα ἐνδεχόμενον ἐπὶ μέρους ἀποφατικόν)。ἐνδεχόμενον 省略了分词 ὂν 起表语说明作用(“由于是可能的”),说明其可以换位的原因;属格独立结构 ἀντιστραφέντος αὐτοῦ 则为主句的潜能希求法 δεικνύοιτο ἄν 提供条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:245.1-246.10