← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§243.27-244.40

第三格中全称与特称可能前提的三段论

亚历山大讨论了第三格中一前提为全称而另一前提为特称时的可能三段论,考察了其与实事前提的对应关系以及否定可能前提的互补换质位与换位规则,随后通过词项示例指明了两前提皆为特称或不定时的非三段论配对。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.150

" Εἰ δ’ ὁ μέν ἐστι καθόλου τῶν ὅρων ὁ δ’ ἐν μέρει." Ὅταν, φησίν, ἡ ἑτέρα τῶν προτάσεων [ᾖ] ἐν μέρει ᾖ, ὅσαι ἐξ ὑπαρχουσῶν λαμβανόμεναι προτάσεων συζυγίαι ἐν τῷ τρίτῳ σχήματι συλλογιστικὰς ἐποίουν συμπλοκάς, τοσαύτας καὶ ἐπὶ τῶν ἐνδεχομένων, ὅταν ὁμοίως ληφθῶσιν, ἔσεσθαι συλλογιστικάς. ὁμοίως δὲ καὶ αἱ ἀσυλλόγιστοι ἐπὶ τῶν ἐνδεχομένων ἕξουσι ταῖς ἐπὶ τῶν ὑπαρχουσῶν· καὶ γὰρ αἱ μεταλαμβανόμεναι ἐκ τῶν ἀποφάσεων εἰς τὰς καταφάσεις ὡς ἴσον δυνάμεναι ταῖς καταφατικαῖς μεταλαμβάνονται. ἄν τε γὰρ ἡ μὲν μείζων ληφθῇ καθόλου καταφατικὴ ἐνδεχομένη ἡ δὲ ἐλάττων ἐπὶ μέρους καὶ αὐτὴ καταφατικὴ ἐνδεχομένη, συλλογιστικὴ ἡ συζυγία γίνεται (γίνεται δὲ ἡ δεῖξις ἀντιστραφείσης τῆς ἐλάττονος προτάσεως τῆς ἐπὶ μέρους ἐνδεχομένης καταφατικῆς· γίνεται γὰρ οὕτως τὸ πρῶτον πάλιν σχῆμα), ἄν τε ἡ μὲν μείζων ᾖ ἐπὶ μέρους καταφατικὴ ἐνδεχομένη ἡ δὲ ἐλάττων καθόλου καταφατικὴ ἐνδεχομένη, συλλογιστικὴ καὶ οὕτως ἡ συζυγία· ἀντιστραφείσης γὰρ τῆς μείζονος τῆς ἐπὶ μέρους ἐνδεχομένης καταφατικῆς γίνεται πάλιν τὸ πρῶτον σχῆμα. δεήσει δὲ ἐν ταύτῃ τῇ συζυγίᾳ καὶ τὸ συμπέρασμα ἀντιστρέφειν· οὕτως γὰρ ἔσται τοῦ προκειμένου ὁ συλλογισμός. ἀλλὰ κἂν ἡ μὲν μείζων ληφθῇ καθόλου ἀποφατικὴ ἐνδεχομένη ἡ δὲ ἐλάττων ἐπὶ μέρους καταφατική, συλλογιστικὴ ἡ συζυγία· ἀντιστραφείσης γὰρ τῆς ἐλάττονος ἐπὶ μέρους οὔσης ἐνδεχομένης καταφατικῆς γίνεται πάλιν τὸ πρῶτον σχῆμα καθόλου ἀποφατικὴν ἐνδεχομένην ἔχον τὴν μείζονα καὶ ἐνδεχομένην ἐπὶ μέρους καταφατικὴν τὴν ἐλάττονα, ἐξ ὧν ἐδείχθη ἐπὶ μέρους ἀποφατικὸν ἐνδεχόμενον γινόμενον τὸ συμπέρασμα. εἰ δὲ εἶεν ἀμφότεραι ἀποφατικαὶ ἐνδεχόμεναι, ἡ μὲν καθόλου ἡ δὲ ἐπὶ μέρους, μεταληφθείσης τῆς ἐπὶ μέρους ἀποφατικῆς εἰς τὴν ἐπὶ μέρους καταφατικὴν καὶ ἀντιστραφείσης γίνεται τοῦ πρώτου σχήματος ἡ προειρημένη συζυγία· μεταληφθεῖσα γὰρ ἡ ἀποφατικὴ εἰς τὴν καταφατικὴν ποιήσει τὰς προτάσεις ὁμοίας, ὁποῖαι οὖσαι καὶ ἐπὶ τῶν ὑπαρχουσῶν ἦσαν συλλογιστικαί. τῆς μὲν οὖν ἐλάττονος ληφθείσης ἐπὶ μέρους ἀποφατικῆς μιᾶς δεησόμεθα ἀντιστροφῆς, τῆς δὲ μείζονος δύο· δεήσει γὰρ καὶ τὸ συμπέρασμα ἀντιστρέψαι ὂν ἐπὶ μέρους ἀποφατικὸν ἐνδεχόμενον· ἀντιστρέφει δὲ τὸ ἀποφατικὸν ἐνδεχόμενον ὁμοίως τῷ καταφατικῷ. 〈ὃ〉 οὐκέθ’ οἷόν τε ἐπὶ τῶν ὑπαρχουσῶν προτάσεων ἐν τῷ τρίτῳ σχήματι γίνεσθαι τῆς ἐλάττονος οὔσης ἀποφατικῆς καθόλου τῆς δὲ μείζονος ἐπὶ μέρους ἀποφατικῆς τῷ μὴ ἀντιστρέφειν τὴν ἐπὶ μέρους ἀποφατικὴν ὑπάρχουσαν· οὐ γίνεται δὴ τοῦ προκειμένου συλλογισμός. διὸ καὶ ἐπιζητήσαι τις ἄν, πῶς ἀληθὲς τὸ εἰ δ’ ὁ μὲν ἐστιν καθόλου τῶν ὅρων ὁ δ’ ἐν μέρει, τὸν αὐτὸν τρόπον ἐχόντων τῶν ὅρων, ὅνπερ ἐπὶ τοῦ ὑπάρχειν, ἔσται καὶ οὐκ ἔσται συλλογισμός.1 ἢ δεῖ μεταλαμβάνειν τὸ ἐνδεχόμενον καθόλου ἀποφατικὸν εἰς τὸ καταφατικὸν καὶ ἐπὶ τοῦ ἐνδέχεσθαι.2 οὐκέτι δὲ ὡς ἐπὶ τοῦ ‘ἐνδέχεται’, οὕτως ἕξει καὶ ἐπὶ τοῦ ὑπάρχειν διὰ τὸ προειρημένον. ἂν δὲ ἀμφότεραι ἢ ἐπὶ μέρους ἢ ἀδιόριστοι ληφθῶσιν ἐνδεχόμεναι, ἄν τε καταφατικαὶ ἄν τε ἀποφατικαὶ ἄν τε παραλλάξ, ἀσυλλόγιστοι αἱ συζυγίαι. καὶ τοῦτο πάλιν ἔδειξε τῇ τῶν ὅρων παραθέσει δείξας καὶ παντὶ καὶ μηδενί, τὸ μὲν παντὶ διὰ ζῴου καὶ ἀνθρώπου καὶ λευκοῦ· τὸ γὰρ ζῷον καὶ ὁ ἄνθρωπος καὶ τινὶ λευκῷ ἑκάτερον αὐτῶν ἐνδέχεται,3 καὶ ἐνδέχεται τινὶ μὴ ἑκάτερον, καὶ τὸ μὲν ἐνδέχεται ὑπάρχειν αὐτῷ, τῷ λευκῷ, τὸ δὲ ἐνδέχεται μὴ ὑπάρχειν, καὶ τὸ ζῷον ἐξ ἀνάγκης παντὶ ἀνθρώπῳ. τοῦ δὲ μὴ ὑπάρχειν ἵππον, ἄνθρωπον, λευκόν· ὁμοίως γὰρ ἐχουσῶν τῶν προτάσεων ὁ ἵππος ἐξ ἀνάγκης οὐδενὶ ἀνθρώπῳ.

“然而,若项中之一为全称而另一为特称……” 他说,当其中一个前提为特称时,在第三格中由实事前提所取的配对中凡能产生三段论式结合的,在可能前提中若同样选取,也同样会有如此多的配对是具有三段论性质的。同样,在可能前提中不具三段论性质的配对也将与实事前提中的情形相同;因为那些由否定互补换质位为肯定的前提,是作为与肯定前提具有等同效力而被换质位的。事实上,无论大前提被取为全称肯定可能,小前提被取为特称且本身亦为肯定可能,配对都是具有三段论性质的(而其证明是通过特称肯定可能的小前提之换位而进行的;因为这样便再次产生了第一格);抑或大前提为特称肯定可能,小前提为全称肯定可能,配对依此也是具有三段论性质的;因为通过特称肯定可能的大前提之换位,第一格再次产生。但在这一配对中,还需要对结论进行换位;因为只有这样,才会有关于所设定之事项的三段论。而且,即使大前提被取为全称否定可能,小前提被取为特称肯定,配对也是具有三段论性质的;因为通过特称肯定可能的小前提之换位,第一格再次产生,具有作为大前提的全称否定可能和作为小前提的特称肯定可能,由此已表明得出了特称否定可能的结论。然而,如果两者皆为否定可能,一为全称,另一为特称,那么当特称否定前提被互补换质位为特称肯定前提并换位之后,就产生了第一格的前述配对;因为否定前提互补换质位为肯定前提将使各前提成为相似的,即与在实事前提中具有三段论性质的前提属同一种类型。因此,当小前提被取为特称否定时,我们将需要一次换位;但若大前提[被取为特称否定],则需要两次;因为还将需要对身为特称否定可能的结论进行换位;而否定可能与肯定同样能够换位。而在第三格中,当小前提为全称否定、大前提为特称否定时,在实事前提的情形中这便不再可能发生,因为特称否定实事前提不能换位;因此关于所设定之事项的三段论便不能产生。由此,人们也许会进一步探究:“若项中之一为全称而另一为特称,在各项处于与在实事之场合相同的方式时,三段论将会产生且不会产生”这句话何以是真的。抑或[应当回答说],即使在可能性的场合,也必须将全称否定可能互补换质位为肯定;但由于前述原因,在实事之场合将不再如同在‘可能’之场合一样成立。然而,如果两前提皆被取为特称或不定可能前提,无论皆为肯定、皆为否定抑或交替,这些配对都是不具三段论性质的。这一点他也再次通过列举诸项作了证明,指明了属于全部与不属于任何一者:属于全部是通过动物、人与白色指明的;因为动物与人对于某个白色而言皆为可能,且两者中每一者皆可能不属于某个白色,并且一者可能属于它(即白色)而另一者可能不属于,然而动物必然属于所有人。对于不属于任何一者,他用了马、人、白色;因为在各前提保持同样状况的同时,马必然不属于任何人。

语法注3 条
  1. 2.150τὸν αὐτὸν τρόπον ἐχόντων τῶν ὅρων, ὅνπερ ἐπὶ τοῦ ὑπάρχειν, ἔσται καὶ οὐκ ἔσται συλλογισμός

    对亚里士多德文本(39a28–31)的引用与阐发。τὸν αὐτὸν τρόπον ἐχόντων τῶν ὅρων 是表示条件意义的独立属格结构,ὅνπερ ἐπὶ τοῦ ὑπάρχειν 是由关系代词 ὅνπερ 引导的方式比较从句,省去了如 ἔχουσι 等动词。

  2. 2.150ἢ δεῖ μεταλαμβάνειν τὸ ἐνδεχόμενον καθόλου ἀποφατικὸν εἰς τὸ καταφατικὸν καὶ ἐπὶ τοῦ ἐνδέχεσθαι

    连词 ἤ(“抑或/或者说”)引入注解者对前述疑难(διὸ καὶ ἐπιζητήσαι τις ἄν, πῶς ἀληθὲς τὸ...)的解答。非人称动词 δεῖ 支配不定式 μεταλαμβάνειν,而 τὸ ἐνδεχόμενον καθόλου ἀποφατικόν 是其直接宾语。

  3. 2.150τὸ γὰρ ζῷον καὶ ὁ ἄνθρωπος καὶ τινὶ λευκῷ ἑκάτερον αὐτῶν ἐνδέχεται

    主语 τὸ ζῷον καὶ ὁ ἄνθρωπος 首先并列置于句首,随后同位语性的 ἑκάτερον αὐτῶν(“它们各自”)作为动词 ἐνδέχεται 的语法主语,支配与格补足语 τινὶ λευκῷ(“对于某个白色”)。随后的各并列分句亦延续了这一主谓关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:243.27-244.40