- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:242.5-243.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大总结了第二格中必然与可能前提混合的结论,解释了其不完全性与化归,随后转入第三格,讨论包含可能前提的三段论规则(两前提皆为可能及混合的情形),并阐述了由全称肯定可能和全称否定可能构成的诸配对的化归。
" Φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὅτι τῆς μὲν στερητικῆς καθόλου τιθεμένης." Ὅτι τῆς ἀναγκαίας ἀποφατικῆς καθόλου οὔσης ἐν δευτέρῳ σχήματι τῆς δὲ ἑτέρας ἐνδεχομένης ἢ καταφατικῆς καθόλου ἢ ἀποφατικῆς ἢ πάλιν ἐν μέρει ἢ καταφατικῆς ἢ ἀποφατικῆς γίνεται συλλογιστικὴ συζυγία, κεῖται. ἐδείχθη δὲ καὶ ὅτι τὸ συμπέρασμα ἀποφατικὸν οὐ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου γίνεται· τοῦτο γάρ ἐστι τὸ οὐ μόνον τοῦ ἐνδέχεσθαι μὴ ὑπάρχειν ἀλλὰ καὶ τοῦ μὴ ὑπάρχειν· ἀμφοτέρων γὰρ δοκεῖ γίγνεσθαι τῷ τὸ ἐνδεχόμενον καὶ κατὰ τοῦ ὑπάρχοντος κατηγορεῖσθαι.1 δέδεικται δὲ καὶ ὅτι τῆς καταφατικῆς ἀναγκαίας λαμβανομένης οὐ γίνεται συλλογιστικὴ συζυγία. ἀλλὰ καὶ ὅτι ἔν τε ταῖς ἐξ ὑπαρχουσῶν καὶ ἐνδεχομένων μίξεσι καὶ ταῖς ἐξ ἀναγκαίων καὶ ἐνδεχομένων ὁμοίως τοῦ τε ἀναγκαίου καὶ τοῦ ὑπάρχοντος τιθεμένων αἱ συζυγίαι συλλογιστικαί· καὶ γὰρ ὅτε τὸ ὑπάρχον καθόλου ἀποφατικόν, ἐλαμβάνετο ἐν ταῖς συλλογιστικαῖς καὶ τὸ ἀναγκαῖον ὁμοίως· μὴ τοιούτου δὲ λαμβανομένου ὁμοίως πάλιν ἀσυλλόγιστοι. ἀλλὰ καὶ ὅτι πάντες οἱ ἐν δευτέρῳ σχήματι συλλογισμοὶ 〈οἱ〉 ἐκ τῶν μίξεων ἀτελεῖς· καὶ γὰρ καθόλου οἱ ἐν δευτέρῳ σχήματι ἀτελεῖς· διὰ γὰρ τῆς εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῆς τελειοῦνται. τὸ δὲ τῶν προειρημένων σχημάτων ἤτοι ἀντὶ ‘τοῦ πρώτου σχήματος’ εἴρηκε2 (διὰ γὰρ τοῦ πρώτου σχήματος ἑνὸς ὄντος ἡ τελείωσις αὐτῶν), ἢ σχημάτων εἴρηκεν ἀντὶ τοῦ ‘συζυγιῶν’ καὶ ‘συμπλοκῶν’· δι’ ὧν γὰρ ἔδειξε συζυγιῶν οὐσῶν ἐν τῷ πρώτῳ σχήματι, εἰς ἃς ἀνάγονται διὰ τῆς ἀντιστροφῆς, διὰ τούτων τελειοῦνται, ἃ σχήματα ἂν λέγοι. ἐδείχθησαν δὲ διά τε τῆς τοῦ δευτέρου καὶ τῆς τοῦ τετάρτου.
“因此由前述显然,当否定前提被设为全称时……” 在第二格中,当必然否定前提为全称,而另一前提为可能前提(无论全称肯定还是否定,抑或特称肯定还是否定)时,会产生具有三段论性质的配对,这一点已被确立。并且也已表明,结论并非属于按照定义的可能的否定;因为这就是说,结论不仅是可能不属于,而且是不属于;因为由于可能也述说属于事实者,两者似乎都会产生。并且也已表明,当肯定前提被取为必然时,不会产生具有三段论性质的配对。不仅如此,在由实事与可能构成的混合中,以及在由必然与可能构成的混合中,当必然前提与实事前提被同样设定时,配对是具有三段论性质的;因为当实事前提为全称否定时,在具有三段论性质的配对中必然前提也被同样选取;而当不被取为如此时,它们同样不具有三段论性质。但还表明了,第二格中所有来自混合的三段论都是不完全的;因为总的来说第二格中的三段论都是不完全的,因为它们是通过化归到第一格而得以完全的。而他说“前述图形(格)”,要么是指代“第一格”(因为正是通过唯一的第一格,它们才得以完全),要么他是用“图形”来指代“配对”和“组合”;因为正是通过他在第一格中所指明的那些配对(它们通过换位被化归至其中),它们才得以完全,他可能将这些配对称为图形。而它们是通过第二种和第四种配对被指明的。
"Ἐν δὲ τῷ τελευταίῳ σχήματι καὶ ἀμφοτέρων ἐνδεχομένων καὶ τῆς ἑτέρας ἔσται συλλογισμός." Μετελήλυθε μὲν ἐπὶ τὸ τρίτον σχῆμα, λέγει δέ, ὅτι ἐν τούτῳ καὶ ἀμφοτέρων ἐνδεχομένων οὐσῶν τῶν προτάσεων συλλογισμὸς γίνεται, ὃ οὐκ ἐγίνετο ἐν τῷ δευτέρῳ σχήματι· ἔδειξε γάρ, ὅτι ἐκ δύο ἐνδεχομένων ἐν δευτέρῳ σχήματι οὐδὲν συνάγεται συλλογιστικῶς. λέγει δέ, ὅτι ἐνδεχομένων μὲν οὐσῶν ἀμφοτέρων ἔσται καὶ τὸ συμπέρασμα ἐνδεχόμενον· ἀλλὰ καὶ ἐξ ἐνδεχομένης καὶ ὑπαρχούσης ἐνδεχόμενον τὸ συμπέρασμα. ἐὰν δὲ ἀναγκαία καὶ ἐνδεχομένη, ἀναγκαία καθόλου ἀποφατική, οὐ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου τὸ συμπέρασμα ἔσται, ἀλλὰ καὶ [ἐπὶ] τοῦ μὴ ὑπάρχειν, ὃ καὶ ἐπὶ τῶν πρὸ τούτου σχημάτων. εἶπε δέ, ὅτε περὶ τοῦ πρώτου σχήματος ἔλεγε, καὶ τῆς ὑπαρχούσης 〈οὔσης〉 ἀποφατικῆς καθόλου μὴ ἔσεσθαι τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου τὸ συμπέρασμα, οὗ ὕστερον οὐκέτι ἐμνημόνευσεν.3 εἰπὼν δὲ τοῦ μὴ ὑπάρχειν ἔσεσθαι συμπέρασμα, ἐν αἷς συζυγίαις ἡ ἀναγκαία καθόλου ἐστὶν ἀποφατική, ἐπήνεγκε ληπτέον δὲ καὶ ἐν τούτοις ὁμοίως τὸ ἐν τοῖς συμπεράσμασιν ἐνδεχόμενον, δῆλον ὅτι ἐνδεχόμενον ἀποφατικὸν χρὴ λέγειν τὸ συμπέρασμα, λαμβάνειν δὲ ἐνδεχόμενον τὸ ὡς ὑπάρχον ἀλλ’ οὐ τὸ κατὰ τὸν διορισμόν.
“然而在最后的格中,无论是两者皆为可能,还是其中一者为可能,都会产生三段论。” 他已转入第三格,并且他说,在这一格中即使两前提皆为可能前提也会产生三段论,这在第二格中是不曾发生的;因为他表明了在第二格中从两个可能前提中不能三段论式地推出任何结论。他说,当两者皆为可能时,结论也将是可能的;不仅如此,由可能前提与实事前提构成时,结论也是可能的。但如果一为必然一为可能,且必然前提为全称否定,则结论将不是按照定义的可能,而且也会是不属于的结论,这在先于此的诸格中也是如此。但他论述第一格时也曾说过,当实事前提为全称否定时结论也不会是按照定义的可能,对此他在后文中不再提及。在说了在必然前提为全称否定的配对中将得出不属于的结论之后,他补充道:“在这些情况中也必须同样理解结论中的可能”,显然这意味着必须说结论是否定的可能,但要把可能理解为相当于实事的可能,而非按照定义的可能。
"Ἔστωσαν δὴ πρῶτον ἐνδεχόμεναι." Περὶ τῶν πρώτων λέγει συζυγιῶν ἐκ δύο ἐνδεχομένων καὶ πρῶτόν γε περὶ τῶν ἐκ δύο καταφατικῶν καθόλου, καὶ δείκνυσι συλλογιστικὴν οὖσαν τὴν συζυγίαν διὰ τῆς ἀντιστροφῆς 〈τῆς〉 ἐλάττονος καθόλου καταφατικῆς ἐνδεχομένης ἀνάγων αὐτὴν εἰς τὸ πρῶτον σχῆμα· ἀντιστρέφει γὰρ καὶ ταύτῃ ἡ ἐπὶ μέρους.4 ἀλλὰ κἂν ἡ μὲν μείζων καθόλου ἐνδεχομένη ἀποφατικὴ ληφθῇ, ἡ δὲ ἐλάττων καθόλου ἐνδεχομένη καταφατική, τῆς ἐλάττονος τῆς καθόλου καταφατικῆς ἐνδεχομένης ἀντιστραφείσης πάλιν γίνεται τὸ πρῶτον σχῆμα, ἐκ καθόλου ἀποφατικῆς ἐνδεχομένης τῆς μείζονος καὶ ἐπὶ μέρους καταφατικῆς ἐνδεχομένης τῆς ἐλάττονος ἐπὶ μέρους ἀποφατικοῦ ἐνδεχομένου συναγομένου. ἐὰν δὲ ἀμφότεραι ἀποφατικαὶ καὶ ἐνδεχόμεναι καθόλου ληφθῶσιν, ἐκ μὲν τῶν κειμένων οὐδὲν ἔσται συλλογιστικῶς δεικνύμενον, μεταληφθείσης δὲ τῆς ἐλάττονος εἰς τὴν καταφατικὴν ἐνδεχομένην καὶ ἀντιστραφείσης γίνεται ἡ αὐτὴ συζυγία ἐν πρώτῳ σχήματι τῇ φθανούσῃ εἰρῆσθαι. δύνανται δὲ καὶ ἀμφότεραι εἰς τὰ καταφατικὰ [καὶ] μεταληφθῆναι, ὃ καὶ αὐτὸς εἶπεν.
“那么,首先让它们为可能。” 他论述了由两个可能前提构成的最初诸配对,首先论述了由两个全称肯定构成的配对,并通过小前提的全称肯定可能前提的换位,将其化归为第一格,从而表明该配对具有三段论性质;因为特称前提也与它换位。即使大前提被取为全称否定可能,而小前提被取为全称肯定可能,在小前提的全称肯定可能被换位之后,再次产生第一格,由作为大前提的全称否定可能和作为小前提的特称肯定可能推出特称否定可能。然而,如果两者皆被取为全称否定可能,从既设的前提中不能三段论式地指明任何结论,但当小前提被互补换质位为肯定可能并进行换位后,在第一格中就产生了与前述相同的配对。但正如他本人也说过的,两者也都可以被互补换质位为肯定前提。
- 2.147τῷ τὸ ἐνδεχόμενον καὶ κατὰ τοῦ ὑπάρχοντος κατηγορεῖσθαι
带冠词不定式的与格(τῷ 引导不定式从句),表示前文 ἀμφοτέρων γὰρ δοκεῖ γίγνεσθαι 的原因或理由(原因与格)。τὸ ἐνδεχόμενον 是 κατηγορεῖσθαι 的逻辑主语。
- 2.147τὸ δὲ τῶν προειρημένων σχημάτων ἤτοι ἀντὶ ‘τοῦ πρώτου σχήματος’ εἴρηκε
句首带冠词的短语 τὸ δὲ τῶν προειρημένων σχημάτων 将亚里士多德原文(39a2–3)中的短语名词化为话题。主要动词为 εἴρηκε,通过相关连词 ἤτοι ... ἤ 引出两种并列的解释(“指代第一格”或“指代配对与组合”)。
- 2.148οὗ ὕστερον οὐκέτι ἐμνημόνευσεν
关系代词 οὗ 为属格,受支配属格的动词 μνημονεύω 管辖。其先行词为前面的整句内容(即“实事前提为全称否定时结论也不会是按照定义的可能”),以中性单数属格形式指代。
- 2.149ἀντιστρέφει γὰρ καὶ ταύτῃ ἡ ἐπὶ μέρους
与格 ταύτῃ 为阴性单数,受动词 ἀντιστρέφει(“与……换位”)支配,指代前文的“全称肯定可能小前提”(τῆς ἐλάττονος καθόλου καταφατικῆς ἐνδεχομένης),表明在可能前提中特称肯定也与全称肯定换位(即全称肯定换位为特称肯定)。
