← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§241.10-242.4

第二格中两否定前提与特称前提的无效性

在第二格中两前提皆为否定的情形下,他说明若必然否定前提为全称,则可通过换位和可能前提的换质位产生三段论;而若两前提皆为特称或不定,则无论何种质都不产生三段论,并通过具体的词项组合对此加以论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.146

" Ὅταν δὲ ἀμφότεραι μὲν στερητικαί, καθόλου δὲ καὶ ἀναγκαία ᾖ ἡ τὸ μὴ ὑπάρχειν σημαίνουσα." Δείξας, ὅτι ἀμφοτέρων οὐσῶν καταφατικῶν, ἥτις ἂν ᾖ καθόλου, ἄν τε ἡ ἀναγκαία ἄν τε ἡ ἐνδεχομένη, οὐδεὶς γίνεται συλλογισμός, λέγει περὶ τῶν ἐξ ἀμφοτέρων ἀποφατικῶν, καί φησιν, ὅτι, ἂν ἡ ἀναγκαία ἀποφατικὴ καθόλου ᾖ, συλλογισμὸς ἔσται· τοῦτο γὰρ εἶπε διὰ τοῦ καθόλου δὲ καὶ ἀναγκαία 〈ᾖ〉 ἡ τὸ μὴ ὑπάρχειν σημαίνουσα. γίνεται δὴ ἐν τῇ τοιαύτῃ συζυγίᾳ καὶ τῆς ἐπὶ μέρους ἀποφατικῆς ἐνδεχομένης εἰς τὴν ἐπὶ μέρους καταφατικὴν μεταληφθείσης καὶ τῆς καθόλου ἀποφατικῆς ἀναγκαίας ἀντιστραφείσης, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, ἐφ’ ὧν ἦν ἡ συζυγία συλλογιστικὴ οὔσης τῆς ἀναγκαίας ἀποφατικῆς καθόλου. ἂν δὲ ἀμφότεραι, φησίν, ἢ ἀδιόριστοι ἢ ἐν μέρει ληφθῶσιν, ὡς ἂν ἔχωσι ποιότητος,1 οὐκ ἔσονται συλλογιστικαί. ἡ δ’ ἀπόδειξις, φησί, διὰ τῶν αὐτῶν ὅρων. λέγοι δ’ ἂν διὰ τῶν αὐτῶν ὅρων, δι’ ὧν καὶ ἐν τῷ πρώτῳ σχήματι ἔδειξε τὰς ἐξ ἀναγκαίας καὶ ἐνδεχομένης ἀμφοτέρων οὐσῶν ἐπὶ μέρους ἀσυλλογίστους συζυγίας. οἱ δὲ ὅροι τοῦ μὲν παντὶ ἐξ ἀνάγκης λευκόν, ζῷον, ἄνθρωπος· μέσον δῆλον ὅτι τὸ λευκὸν ἐν τούτῳ τῷ σχήματι. ἦν δὲ καὶ ἐν τῷ πρώτῳ, ἀλλ’ οὐ κατὰ τὴν αὐτὴν τάξιν· τότε μὲν γὰρ τὸ ζῷον τινὶ λευκῷ ἐξ ἀνάγκης, καὶ τὸ λευκὸν τινὶ ἀνθρώπῳ ἐνδεχομένως· νῦν δὲ τὸ λευκὸν καὶ τινὶ ζῴῳ ἐξ ἀνάγκης καὶ πάλιν τινὶ ἐξ ἀνάγκης οὔ, ὡς κόρακι καὶ κύκνῳ [καὶ ἀνθρώπῳ]. πάλιν καὶ τινὶ ἐνδέχεται καὶ ἐνδέχεται τινὶ μή, ὡς ἀνθρώπῳ· καὶ τὸ ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. τοῦ δὲ μηδενὶ λευκὸν ἦν καὶ ζῷον καὶ ἄψυχον· μέσον πάλιν τὸ λευκόν, ὃ [ἦν] ζῴῳ μὲν πάλιν καὶ τινὶ ἐξ ἀνάγκης καὶ τινὶ οὐκ ἐξ ἀνάγκης, ἀψύχῳ δὲ καὶ τινὶ ἐνδέχεται καὶ τινὶ ἐνδέχεται μή· καὶ ζῷον ἐξ ἀνάγκης οὐδενὶ ἀψύχῳ. δύναται διὰ τῶν αὐτῶν ὅρων εἰρηκέναι,2 οἷς πρὸ ὀλίγου κέχρηται οὐσῶν καθόλου τῶν προτάσεων καὶ καταφατικῶν· οὗτοι δὲ ἦσαν λευκόν, κύκνος, ἄνθρωπος τοῦ μηδενὶ ἐξ ἀνάγκης, τοῦ δὲ παντὶ ἐξ ἀνάγκης κίνησις, ζῷον, ἐγρήγορσις. ἂν γὰρ μὴ καθόλου τὰς προτάσεις λαμβάνωμεν ἐπὶ τούτων τῶν ὅρων, ὡς τότε, ἀλλ’ ἐπὶ μέρους, δεικνύοιτο ἂν ἐπ’ αὐτῶν ἀληθῶν οὐσῶν καὶ τοῦ παντὶ καὶ τοῦ μηδενὶ ἐξ ἀνάγκης συναγωγή.

“然而当两者皆为否定,且表示不属于的前提为全称且必然时。” 在表明了当两者皆为肯定时,无论必然前提还是可能前提为全称,都不能产生任何三段论之后,他论述了由两者皆为否定构成的配对,并说如果必然否定前提为全称,就会产生三段论;因为他是通过“且表示不属于的前提为全称且必然”表达这一点的。事实上,在这样的配对中,也是通过将特称否定可能前提换质位为特称肯定,并将全称否定必然前提进行换位而产生三段论的,正如在其他必然否定前提为全称而配对具有三段论性质的情形下一样。他说,如果两者皆被取为不定或特称,无论它们具有何种质,它们都不会是具有三段论性质的。他说,证明是通过相同的词项进行的。他所说的通过相同的词项,大概是指在第一格中他用来证明由必然和可能构成且两者皆为特称的配对不具有三段论性质的那些相同词项。对于“必然属于一切”,词项是白色、动物、人;在这一格中中项显然是白色。这在第一格中也存在,但并非处于相同的次序;因为当时动物必然属于某个白色者,而白色者可能属于某个人;但现在白色必然属于某种动物,又必然不属于某种动物,例如对于渡鸦和天鹅[以及人]而言。再者,它对于某些既可能属于又可能不属于,例如对于人;而动物必然属于所有人。对于“不属于任何”,词项则是白色、动物、无生物;中项同样是白色,它对动物同样是既必然属于某些又不必然属于某些,而对无生物则是既可能属于某些又可能不属于某些;并且动物必然不属于任何无生物。他所说的“通过相同的词项”,也有可能是指不久前当前提为全称且肯定时他所使用的那些词项;对于“必然不属于任何”,这些词项是白色、天鹅、人;而对于“必然属于一切”,则是运动、动物、清醒。因为如果在这些词项上我们不像当时那样全称地选取前提,而是特称地选取,那么在它们为真时,就能够表明既推出了“必然属于一切”,也推出了“必然不属于任何”。

语法注2 条
  1. 2.146ὡς ἂν ἔχωσι ποιότητος

    ἔχω 与副词(ὡς ἄν)及表示状态或方面的属格(ποιότητος)结合的惯用句式,意为“无论它们在质的方面处于何种状况”(即无论肯定还是否定)。

  2. 2.146δύναται διὰ τῶν αὐτῶν ὅρων εἰρηκέναι

    此处既可作为无人称结构理解(“[理解为]他所说的‘通过相同的词项’……也是可能的”),亦可补出亚里士多德作为主语(“他完全可能是指……”)。无论何种构造,皆表达注解者对亚里士多德原文用语提出的另一种合理解释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:241.10-242.4