← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§240.12-241.9

第二格必然与可能混合的特称推论与归谬法

针对亚里士多德关于必然与可能混合的第二格特称三段论(38b24)的讨论,亚历山大解释了仅当否定必然前提为全称时三段论才成立的论述,并进一步指出,即使在亚里士多德视为非三段论性的配对中,借助归谬法也可以推出可能否定结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.145

" Ὁμοίως δὲ ἕξει καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν." Μετελήλυθεν ἐπὶ τοὺς ἐν μέρει, καὶ δείκνυσι καὶ ἐπὶ τούτων, ὅτι τοῦ μὲν στερητικοῦ καθόλου τε καὶ ἀναγκαίου ὄντος τοῦ δὲ ἐνδεχομένου ἐπὶ μέρους ἔσται τοῦ ἐπὶ μέρους συλλογισμός, ἄλλως δὲ οὔ. δῆλον οὖν, ὅτι οὐδὲ ἡ συζυγία ἡ ἐξ ἀναγκαίας καταφατικῆς τῆς μείζονος καὶ ἐνδεχομένης ἀποφατικῆς τῆς ἐλάττονος ἐν δευτέρῳ σχήματι οὐ συλλογιστική,1 ὥσπερ οὐδὲ ἡ ἐξ ὑπαρχούσης καταφατικῆς τῆς μείζονος καὶ ἐνδεχομένης ἀποφατικῆς τῆς ἐλάττονος. ἐπὶ μέντοι τῆς ἐξ ἀναγκαίας καὶ ὑπαρχούσης καὶ ἡ οὕτως λαμβανομένη συλλογιστική. λέγει δὲ καὶ τοῦ ἐνδέχεσθαι μὴ ὑπάρχειν (τοῦτο γὰρ ὑπακοῦσαι δεῖ) καὶ τοῦ μὴ ὑπάρχειν ἔσεσθαι τὸ συμπέρασμα, ὅτι δέδεικται τῆς μείζονος οὔσης ἀποφατικῆς ἀναγκαίας ἐν πρώτῳ σχήματι τὸ συμπέρασμα γινόμενον οὐ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου· γίνεται δὲ ἀντιστραφείσης τῆς ἀποφατικῆς ἀναγκαίας ἡ μείζων ἐν πρώτῳ σχήματι ἀναγκαία. ὅταν δὲ τὸ ἀναγκαῖον καταφατικὸν ᾖ, οὐδένα φησὶν ἔσεσθαι συλλογισμόν, ὥσπερ ἐδείχθη [μή], ὅτε ἀμφοτέρων οὐσῶν καθόλου ἦν ἡ ἀναγκαία καταφατική. ἐδείχθη γὰρ διά τε τοῦ ἐπὶ τῶν ὅρων τὸ ἐξ ἀνάγκης μηδενὶ συναχθῆναι· ἐπὶ γὰρ λευκοῦ καὶ ἀνθρώπου καὶ κύκνου τοῦτο ἔδειξεν· οὐκ ἐδύνατο δὲ ἀναγκαῖον συμπέρασμα γίγνεσθαι μήτε ἀμφοτέρων ἀναγκαίων οὐσῶν μήτε τῆς στερητικῆς ἐν δευτέρῳ σχήματι· ἀλλὰ καὶ τοῦ παντὶ ἐξ ἀνάγκης ὅρους παρέθετο ἐπὶ τῆς ἑτέρας συζυγίας κίνησιν, ζῷον, ἐγρήγορσιν· τὸ γὰρ ζῷον παντὶ ἐγρηγορότι ἐξ ἀνάγκης. σημειωτέον μέντοι, ὅτι καὶ αὕτη ἡ συζυγία δύναται δείκνυσθαι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς συλλογιστικῶς συνάγουσα τὸ ἐνδέχεσθαι τινὶ μὴ τὸ Β τῷ Γ. εἰ γὰρ μὴ τοῦτο, τὸ ἀντικείμενον τὸ ‘οὐκ ἐνδέχεται τινὶ μή’, τοῦτ’ ἔστιν ἐξ ἀνάγκης παντί·2 ἔκειτο δὲ καὶ τὸ Α τῷ Β ἐξ ἀνάγκης παντί· τὸ ἄρα Α τῷ Γ ἐξ ἀνάγκης παντί, ὅπερ ἀδύνατον· ἔκειτο γὰρ τινὶ αὐτῷ ἐνδέχεσθαι καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν. ἀλλ’ οὐδ’ ἂν ἀμφότεραι ὦσι καταφατικαί, ἀλλ’ ἡ μὲν καθόλου ἡ δὲ ἐν μέρει. οὐδὲ γάρ, ὅτε ἀμφότεραι καθόλου ἦσαν, οὕτως λαμβανομένων ἐγίγνετο· ἐδείχθη γὰρ ἐπὶ ὅρων ἀμφοτέρων οὐσῶν καταφατικῶν ἀποφατικὸν ἀναγκαῖον συναγόμενον. ἦσαν δ’ οἱ παρατεθέντες ὅροι λευκόν, ἄνθρωπος, κύκνος. ἔστι μέντοι καὶ ταύτην τὴν συζυγίαν δεῖξαι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς συλλογιστικῶς συνάγουσαν τὸ ἐνδέχεσθαι τινὶ μή. εἰ γὰρ μή, οὐκ ἐνδέχεται τὸ Β τῷ Γ τινὶ μή, τοῦτ’ ἔστιν ἐξ ἀνάγκης παντί· κεῖται δὲ τὸ Α Β ἀναγκαῖον· [ἀναγκαῖον] συνάγεται τὸ Α τῷ Γ παντὶ ἐξ ἀνάγκης. ἔκειτο δὲ τινὶ ἐνδέχεσθαι ὡς καὶ τινὶ μή.

“在特称三段论的情形下情况也将类似。” 他已转入特称[三段论],并在这些情形下也表明:当否定前提为全称且必然,而可能前提为特称时,将会产生特称三段论,否则就不会产生。因此显然,在第二格中,由大前提为必然肯定、小前提为可能否定构成的配对也不是具有三段论性质的,正如由大前提为实事肯定、小前提为可能否定构成的配对不是具有三段论性质的一样。然而在由必然和实事构成的组合中,如此选取的配对也是具有三段论性质的。他又说结论将是“可能不属于”(因为必须补充理解这一点)以及“不属于”,这是因为已经证明,在第一格中当大前提为否定必然命题时,所产生的结论并不是按照定义的可能命题;而通过否定必然前提的换位,第一格中的大前提就成为了必然命题。然而,当必然前提为肯定命题时,他说将不会有任何三段论,正如在两者皆为全称且必然前提为肯定命题时所证明的那样。因为这已通过在词项上推出“必然不属于任何”而得到了证明;事实上他在白色、人和天鹅上证明了这一点;而在第二格中,当既非两个前提皆为必然,否定前提也非必然之时,不可能产生必然结论;但他还在另一个配对上列举了“必然属于一切”的词项:运动、动物、清醒;因为动物必然属于一切清醒者。然而应当指出,这一配对也能通过归谬法被证明按三段论方式推出Β可能不属于某个Γ。因为如果不是这样,就会得出对立命题“并非可能不属于某个”,即“必然属于一切”;但曾设定Α也必然属于一切Β;因此Α必然属于一切Γ,这是不可能的;因为曾设定它对于某个Γ既可能属于也可能不属于。此外,即使两者皆为肯定,但一为全称另一为特称,也不会产生三段论。因为即使在两者皆为全称时,从如此选取的前提中也没有产生三段论;因为在词项上已经证明,在两者皆为肯定时推出的是否定必然命题。而所列举的词项是白色、人、天鹅。然而,也可以通过归谬法证明这一配对按三段论方式推出可能不属于某个。因为如果不是这样,Β就并非可能不属于某个Γ,即必然属于一切;但设定Α属于Β是必然的;因此推出Α必然属于一切Γ。然而曾设定它可能属于某个,因而也可能不属于某个。

语法注2 条
  1. 2.145οὐδὲ ἡ συζυγία ἡ ἐξ ἀναγκαίας καταφατικῆς τῆς μείζονος καὶ ἐνδεχομένης ἀποφατικῆς τῆς ἐλάττονος ἐν δευτέρῳ σχήματι οὐ συλλογιστική

    句中的 οὐδὲ... οὐ 并非通过双重否定表示肯定,而是希腊语中承接前文否定语境的否定一致/赘述性否定,用于加强否定语气,即“该配对在第二格中也不是具有三段论性质的”。

  2. 2.145τὸ ἀντικείμενον τὸ ‘οὐκ ἐνδέχεται τινὶ μή’, τοῦτ’ ἔστιν ἐξ ἀνάγκης παντί

    τὸ ‘οὐκ ἐνδέχεται τινὶ μή’ 作为同位语界定对立命题(τὸ ἀντικείμενον),随后 τοῦτ’ ἔστιν(即)引出其逻辑等值命题 ἐξ ἀνάγκης παντί(必然属于一切)。这是通过模态对当关系展示特称可能否定命题的矛盾对立面。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:240.12-241.9