← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§239.1-240.11

第二格中两前提皆否定与皆肯定时的有效性探讨

亚历山大解释了第二格中两前提皆为否定时的情形(化归至第一格及换位次数),以及两前提皆为肯定时不能得出三段论的原因(通过词项说明),并提出了针对后一种配对通过归谬法论证的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.144#2

Ἀμφοτέρων δὲ στερητικῶν οὐσῶν, δῆλον ὅτι καθόλου (τοῦτο γὰρ ἐνδεῖ τῇ λέξει), πῶς γίνεται συλλογισμός, καὶ τί τὸ συναγόμενον, δείκνυσι τοῦ ἐνδεχομένου ἀποφατικοῦ πάλιν εἰς τὸ καταφατικὸν τὸ ἀντιστρέφον αὐτῷ μεταληφθέντος. τῇ γὰρ τῆς ἀναγκαίας προτάσεως ἀντιστροφῇ γίνεται τὸ πρῶτον σχῆμα ἔχον τὴν μὲν μείζονα καθόλου ἀποφατικὴν ἀναγκαίαν τὴν δὲ ἐλάττονα καθόλου καταφατικὴν ἐνδεχομένην· ἐδείχθη δὲ ἡ τοιαύτη συζυγία συλλογιστική, καὶ ὅτι γε οὐ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου οὐδὲ τοῦτο τὸ συμπέρασμα. γίνεται δὲ συλλογιστικὴ ἡ συζυγία πρὸς ὁποτερῳοῦν ἄκρῳ τοῦ ἀναγκαίου ἀποφατικοῦ τεθέντος. πλὴν ἂν ἡ ἐλάττων ᾖ ἀναγκαία, διὰ δύο ἀντιστροφῶν· καὶ τὸ συμπέρασμα γὰρ ἀντιστρέφειν δεῖ·1 ἀντιστρέφει γάρ, ἐπεὶ μὴ ἔστι τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου, ὡς ἡγεῖται δεδεῖχθαι, ἀλλ’ ἔστι καθόλου ἀποφατικὸν ὑπάρχον. τὸ δὲ ἀντιστραφεισῶν γοῦν τῶν προτάσεων εἶπεν ἐπὶ τῆς τὴν μείζονα ἐχούσης ἀναγκαίαν ἀποφατικήν,2 ἐπεὶ δεῖ ἀμφοτέρας ἀντιστραφῆναι, ἀλλ’ οὐχ ὁμοίως, ἀλλὰ τὴν μὲν ἐνδεχομένην ἀποφατικὴν εἰς τὴν καταφατικὴν τὴν δὲ καθόλου ἀποφατικὴν ἀναγκαίαν εἰς τὴν ἀποφατικὴν ἀναγκαίαν τοῖς ὅροις· οὕτως γὰρ γίνεται τὸ πρῶτον σχῆμα. ὅταν μέντοι ἡ καθόλου ἀναγκαία ἀποφατικὴ ἐλάττων γένηται, τρεῖς ἀντιστροφαὶ γίνονται· αἵ τε γὰρ δύο προτάσεις, καθ’ ἃ προείρηται, καὶ πρὸς ταύταις τὸ συμπέρασμα. Ἀμφοτέρων δὲ ληφθεισῶν τῶν προτάσεων καταφατικῶν οὐκ ἔσται συλλογισμός· εὐλόγως, ὅτι μηδ’ ὅλως ἐν δευτέρῳ σχήματι καταφατικόν τι συνάγεται. ἀποφατικὸν μὲν οὖν μὴ ἔσεσθαί φησι συμπέρασμα, ὅτι μηδὲ κεῖταί τις πρότασις ἀποφατικὴ μήτε ὑπάρχουσα μήτε ἀναγκαία· τούτων γὰρ οὐσῶν ἀποφατικῶν ἐγίνετο ἀποφατικὸν τὸ συμπέρασμα· τὸ γὰρ ἐνδεχόμενον καὶ ἀποφατικὸν ληφθὲν ἴσον καταφατικῷ δύναται. εἰπὼν δὲ μὴ γίνεσθαι ἀποφατικὸν συμπέρασμα, φησὶν ἀλλὰ μὴν οὐδὲ τοῦ ἐνδέχεσθαι μὴ ὑπάρχειν ὡς μὴ ὄντος τούτου ἀποφατικοῦ ἢ μόνον τῷ σχήματι τῆς λέξεως·3 τοῦτο δ’, ὅτι ἀντιστρέφει τῷ καταφατικῷ. ὅτι δὲ τοῦ ἐνδέχεσθαι μὴ ὑπάρχειν οὐ γίνεται συμπέρασμα, δείκνυσιν ὅρους παραθέμενος τοῦ μηδενὶ ἐξ ἀνάγκης, οἷς ἤδη κέχρηται· τὸ γὰρ λευκὸν κύκνῳ μὲν ἐξ ἀνάγκης παντί, ἀνθρώπῳ δὲ ἐνδέχεται παντί, καὶ κύκνος ἀνθρώπῳ ἐξ ἀνάγκης οὐδενί. παραθέμενος δὲ τοῦ ἐξ ἀνάγκης μηδενὶ ὅρους δῆλόν φησιν ἐκ τούτου εἶναι καὶ ὅτι μηδὲν καταφατικὸν συνάγεται συλλογιστικῶς ἐν ταύτῃ τῇ συζυγίᾳ· πάσης γὰρ καταφάσεως ἀναιρετικόν ἐστι τὸ ἐξ ἀνάγκης μηδενί. εἰπὼν δὲ ἀποφατικὸν μὲν μὴ συνάγεσθαι, ὅτι μηδὲ ἐλήφθη ἀποφατικὴ πρότασις ὑπάρχουσα ἢ ἀναγκαία, δείξας δὲ ἐπὶ ὅρων καὶ τὸ ἐξ ἀνάγκης μηδενί, ὃ δὴ ἀναιρετικόν ἐστι τῶν ἀντικειμένων ταῖς ἀποφάσεσι καταφάσεων, ὅτι μηδὲν συνάγεται, ἔδειξε. τὸ δὲ οὐδέ γε τῶν ἀντικειμένων καταφάσεων ἴσον ἐστὶ τῷ ‘οὐδὲ τῶν τοῖς ἀποφατικοῖς ἀντικειμένων καταφάσεων’. ἔνεστι μέντοι ὅρους παραθέμενον δεῖξαι καὶ τοῦ παντὶ ἐξ ἀνάγκης, ὡς καὶ ταύτῃ ἀνῃρῆσθαι τὸ ἀποφατικόν τι συνάγεσθαι. ἔστω γὰρ κίνησις ζῴῳ μὲν παντὶ ἐνδεχομένη, βαδίζοντι δὲ παντὶ ἐξ ἀνάγκης· γίνεται ζῷον ἐξ ἀνάγκης βαδίζοντι παντί. ἐπιζητήσαι δ’ ἄν τις καὶ ἐπὶ ταύτης τῆς συμπλοκῆς, πῶς οὐ δειχθήσεται διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς συναγόμενον συλλογιστικῶς τὸ ἐνδέχεσθαι μηδενί. εἰ γὰρ κειμένου τοῦ ‘τὸ Α τῷ μὲν Β ἐξ ἀνάγκης παντί, τῷ δὲ Γ ἐνδέχεται παντί’ λέγοι τι συνάγεσθαι, τὸ Β τῷ Γ ἐνδέξεται μηδενί. εἰ γὰρ μή, τὸ ‘οὐκ ἐνδέχεται μηδενί’, τοῦτ’ ἔστιν ἐξ ἀνάγκης τινί· ἀλλὰ καὶ τὸ Α ἐξ ἀνάγκης παντὶ τῷ Β· τὸ Α ἄρα τινὶ τῷ Γ ἐξ ἀνάγκης, ὃ ἀδύνατον· ἔκειτο γὰρ τὸ Α ἐνδέχεσθαι παντὶ τῷ Γ ὡς καὶ ἐνδέχεσθαι μηδενί.

当两个前提都是否定命题时,显然是全称的(因为这在字面上有所缺失),他展示了当否定可能命题再次被转换为与之换位的肯定命题时,三段论如何产生以及推出的是什么。因为通过必然命题的换位,便产生了第一格,其大前提为全称否定必然命题,小前提为全称肯定可能命题;并且这样的配对已被证明是具有三段论性质的,而且这一结论也不是按照定义的可能命题。而且无论将否定必然命题置于哪一个端项上,该配对都会成为具有三段论性质的。只是如果小前提是必然命题,则是通过两次换位,因为还必须对结论进行换位;因为结论也会换位,既然它不是按照定义的可能命题(正如他认为已被证明的那样),而是全称实事否定命题。他说“至少在前提换位之后”这句话,是针对大前提为否定必然命题的情况说的,因为两个前提都必须被换位,但并非以同样的方式,而是否定可能命题换位为肯定命题,全称否定必然命题则按词项换位为否定必然命题;因为只有这样才能产生第一格。然而,当全称否定必然命题成为小前提时,就会产生三次换位:即如前所述的两个前提,以及在此之外的结论。 当两个前提都被取为肯定命题时,将不会有三段论;这是合乎情理的,因为在第二格中根本不能推出任何肯定命题。因此他说不会有否定结论,是因为没有任何前提被设定为否定的,无论实事的还是必然的;因为只有在这些前提是否定时,结论才会成为否定的;毕竟可能命题即使被取为否定的,也具有与肯定命题同等的作用。在说明了不产生否定结论之后,他又说“但也绝非可能不属于”,这是因为除了在措辞形式上之外,这根本不是一个否定命题;而这是因为它与肯定命题相互换位。至于不产生“可能不属于”的结论,他通过列举他此前已经使用过的“必然不属于任何”的词项来证明;因为白色必然属于一切天鹅,但可能属于一切人,而天鹅必然不属于任何人。他在列举了“必然不属于任何”的词项之后,说由此也很明显,在这一配对中没有任何肯定命题能按三段论方式推出;因为“必然不属于任何”排除了一切肯定。因此,在说明了由于未设定否定前提(无论实事的还是必然的)而不推出否定结论,并且还在词项上展示了“必然不属于任何”(而这正是排除与否定命题对立的肯定命题的)之后,他证明了不能推出任何东西。而“当然也不推出对立的肯定命题”这句话等同于“也不推出与否定命题对立的肯定命题”。然而,也可以通过列举词项来证明“必然属于一切”,从而借此也排除了推出某种否定命题的可能。因为设运动可能属于一切动物,但必然属于一切行走者;动物就必然属于一切行走者。但是人们在这一组合上也可以提出疑问:何以通过归谬法不能证明“可能不属于任何”是按三段论方式推出的呢?因为如果在设定“Α必然属于一切Β,但可能属于一切Γ”的情况下,有人说能推出某种东西,那么Β将可能不属于任何Γ。因为如果不是这样,就会得出“并非可能不属于任何”,即“必然属于某个”;但Α也必然属于一切Β;因此Α必然属于某个Γ,这是不可能的;因为曾设定Α可能属于一切Γ,因而也就可能不属于任何Γ。

语法注3 条
  1. 2.144πλὴν ἂν ἡ ἐλάττων ᾖ ἀναγκαία, διὰ δύο ἀντιστροφῶν· καὶ τὸ συμπέρασμα γὰρ ἀντιστρέφειν δεῖ·

    此句为省略句,需补充如“产生”或“得以证明”等动词。此处仅计算词项换位(不含将可能否定命题置换为肯定命题),因除必然前提的换位外还必须对结论进行换位(γάρ),故称“两次换位”;若如紧接着所说的那样将可能命题的转换也计入换位,则总共为三次换位(τρεῖς ἀντιστροφαί)。

  2. 2.144τὸ δὲ ἀντιστραφεισῶν γοῦν τῶν προτάσεων εἶπεν ἐπὶ τῆς τὴν μείζονα ἐχούσης ἀναγκαίαν ἀποφατικήν

    中性单数定冠词 τὸ 将引语 ἀντιστραφεισῶν γοῦν τῶν προτάσεων 名词化,作主句动词 εἶπεν 的直接宾语。介词 ἐπί 支配属格,表示“关于……”或“在……的情况下”。

  3. 2.144ὡς μὴ ὄντος τούτου ἀποφατικοῦ ἢ μόνον τῷ σχήματι τῆς λέξεως

    小词 ὡς 与属格分词 ὄντος 连用,表达主观理由或看法。τούτου 是分词的主语(指可能否定命题),ἀποφατικοῦ 为补足语。ἢ μόνον 起限制作用,意为“除……之外仅”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:239.1-240.11