- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:23.14-24.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德将完全推论定义为“除前提外不需任何外在事物”(24b22),阐明不完全推论为何并未被排除在推论的普遍定义之外,并剖析第二、第三格通过换位与归谬法完成的推论与斯多亚派“无方法地得出结论的论证”之间的本质区别。
" Τέλειον μὲν οὖν καλῶ συλλογισμὸν τὸν μηδενὸς ἄλλου προσδεόμενον παρὰ τὰ εἰλημμένα πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον." Δόξει προχείρως σκοποῦσι τοῦ τελείου συλλογισμοῦ τὸν προειρημένον ὅρον ἀποδεδωκέναι· εἶπε γὰρ ἐπ’ αὐτοῦ τὸ μηδενὸς ὅρου προσδεῖν αὐτῷ πρὸς τὸ γίνεσθαι τὸ ἀναγκαῖον, λέγει δὲ ἀτελῆ εἶναι συλλογισμὸν τὸν προσδεόμενον ἑνὸς ἢ πλειόνων. εἰ δὲ τοῦτο, οὐδ’ ἂν συλλογισμοὶ εἴησαν οἱ ἀτελεῖς. τοιοῦτοι δὲ οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι συλλογισμοί, οὓς παντὸς μᾶλλον λέγει καὶ αὐτοὺς συλλογισμοὺς εἶναι. ἀλλὰ καὶ ἀρχόμενος ὡς περὶ συλλογισμῶν τῶν ἀτελῶν εἴρηκεν· τῶν γὰρ συλλογισμῶν προέθετο ζητήσειν “ποῖος τέλειος καὶ ποῖος ἀτελής”, ὡς ὄντος καὶ τοῦ ἀτελοῦς συλλογισμοῦ. οὐ μὴν τοῦτ’ ἔστι τὸ λεγόμενον, ἀλλ’ ἐν τῷ ὅρῳ τοῦ συλλογισμοῦ περιέχεται καὶ ὁ ἀτελής· ὧν γάρ φησι προσδεῖσθαι τὸν ἀτελῆ, οὐχ ὡς ἔξωθεν ὀφειλόντων αὐτῶν προσληφθῆναι λέγει,1 ἀλλ’ ὡς ἐνυπαρχόντων μὲν ἐν τοῖς κειμένοις δεομένων δὲ δείξεως· λέγει γὰρ ἐπ’ αὐτῶν ἅ ἐστι μὲν ἀναγκαῖα διὰ τῶν ὑποκειμένων ὅρων, οὐ μὴν εἴληπται διὰ προτάσεων. εἰ δ’ ἐστὶ τά, ἐξ ὧν τὸ συμπέρασμα, ἐν τοῖς κειμένοις, εἴη ἂν καὶ ἐν τοῖς τελείοις καὶ ἐν τοῖς ἀτελέσι συλλογισμοῖς συναγόμενον συμπέρασμα “τῷ ταῦτα εἶναι”, ὥστε καὶ οὗτοι συλλογισμοί. οὐκέτι δὲ καὶ ἀτελεῖς συλλογισμοὶ οἱ ἀμεθόδως περαίνοντες· ἔξωθεν γὰρ αὐτοῖς προστίθεται τὸ τῆς συναγωγῆς αἴτιον. ἑνὸς μὲν οὖν προσδέονται οἱ ἀτελεῖς συλλογισμοὶ οἱ μιᾶς ἀντιστροφῆς δεόμενοι πρὸς τὸ ἀναχθῆναι εἴς τινα τῶν ἐν τῷ πρώτῳ σχήματι τῶν τελείων καὶ ἀναποδείκτων, πλειόνων δέ, ὅσοι διὰ δύο ἀντιστροφῶν εἰς ἐκείνων τινὰ ἀνάγονται, ὡς προϊὼν δείξει. καὶ οἱ διὰ τῆς εἰς ἀδύνατον δὲ ἀπαγωγῆς δεικνύμενοι ἀτελεῖς καὶ αὐτοί. ὅσοις μὲν οὖν ἔξωθεν προσθήκης τινὸς δεῖ λόγου πρὸς τὸ τὸ συμπέρασμα συναχθῆναι, οὗτοι οὐδὲ τὴν ἀρχὴν εἶεν ἂν συλλογισμοί, ὧν λόγων εἰσὶ καὶ οἱ ἀμεθόδως περαίνοντες· οἷς δὲ τὸ ἐνδέον δυνάμει ἐν τοῖς κειμένοις ἐστί, βοηθείας δὲ δέονται καὶ τοῦ ἐκκαλυφθῆναι, οὗτοι συλλογισμοὶ μέν εἰσιν, ἀλλ’ ἀτελεῖς. οὗτοι δέ εἰσιν οἱ οὐκ ἀναπόδεικτοι οἱ ἔν τε τῷ δευτέρῳ καὶ τρίτῳ σχήματι. πῶς οὖν ἐστιν ἐν τοῖς ἀδυνάτοις οὐκ ἔξωθεν τὰ λαμβανόμενα; ἢ ἔξωθεν μὲν τὰ λαμβανόμενα καὶ οὐδὲ δυνάμει ὄντα ἐν τοῖς κειμένοις, ὥσπερ αἱ ἀντιστροφαί, ἀλλὰ τὰ λαμβανόμενα οὐ τοῦ προκειμένου ἐστὶ συλλογιστικὰ ἀλλ’ ἄλλου τινός· ἐκείνου γὰρ ὁ συλλογισμός, ὃ τῷ ἀδύνατόν τι εἶναι ἀναιρεθὲν τῆς τούτου θέσεως αἴτιον.2 διὸ τοῦτο μὲν οὐ διὰ συλλογισμοῦ φαμεν ἀλλ’ ἐξ ὑποθέσεως δείκνυσθαι· ὁ δὲ συλλογισμὸς ἄλλου.
“因此,我把除了已被设定的那些事物之外不需要任何其他事物就能使必然之物显明的推论称为完全推论。” 对于草率考察的人来说,〔亚里士多德〕似乎是将前述定义给予了完全推论;因为他就它而言说过,为了使必然之物产生,它不需要任何外加的词项,而他又说需要一个或更多事物的推论是不完全的。但如果这样,不完全的推论甚至就不是推论了。而在第二和第三格中的推论正是这样的,他最坚决地主张它们自身也是推论。不仅如此,他在开头也是将不完全推论作为推论来谈论的;因为他曾提出就诸推论探讨“哪一种是完全的,哪一种是不完全的”,这是因为不完全推论也是推论。然而所说的并非如此,而是在推论的定义中也包含了不完全推论;因为对于他所说的不完全推论所需要的那些事物,他并非说是应当从外部额外采纳的,而是说它们虽然内在于所设定的事物之中,却需要证明;因为他就它们而言说,它们是“通过底层的诸词项是必然的,却尚未通过诸前提被采纳的事物”。如果得出结论所依据的那些事物是在所设定的事物之中,那么无论在完全推论还是在不完全推论中,结论都会是“由于这些事物存在”而被推导出来的,从而这些[不完全推论]也是推论。而无方法地得出结论的那些论证,则甚至不再是不完全推论了;因为对于它们而言,得出结论的原因是从外部添加进来的。因此,在不完全推论中,那些需要一次换位以归约到第一格中某个完全且不可证明的推论的推论,额外需要一个事物,而那些通过两次换位归约到其中之一的推论,则需要更多的事物,正如他在接下来的讨论中将要指出的那样。而那些通过归谬法被证明的推论自身也是不完全的。因此,凡是为了得出结论而需要从外部添加某种论证的事物,它们从根本上甚至就不是推论,无方法地得出结论的那些论证就属于此类论证;而那些欠缺之物潜在地存在于所设定的事物之中、只是需要帮助和被揭示出来的论证,它们确实是推论,但却是不完全的。而这些就是第二和第三格中那些并非不可证明的推论。那么,在通过不可能之事的论证中,所采纳的事物怎么能不是从外部来的呢?莫非所采纳的事物确实是从外部来的,甚至并不像换位那样潜在地存在于所设定的事物中,但是所采纳的事物并不是针对当前论题的推论性论据,而是针对另一事物的论据?因为这里的推论所针对的,乃是由于某种不可能之事的出现而被反驳、从而成为这一[当前论题]被确立的原因的那个命题。因此我们说,这一论题并不是通过推论被证明的,而是出于假说被证明的;而推论则是针对另一事物的。
- 1.8ὧν γάρ φησι προσδεῖσθαι τὸν ἀτελῆ, οὐχ ὡς ἔξωθεν ὀφειλόντων αὐτῶν προσληφθῆναι λέγει
关系代词 ὧν 融合了先行词(τούτων),并在 προσδεῖσθαι 的支配下作属格补足语。随后的 οὐχ ὡς ἔξωθεν ὀφειλόντων αὐτῶν 采用 ὡς 加属格绝对结构(ὀφειλόντων αὐτῶν),用以表达亚里士多德所陈述的主观理由或理解方式,并与下文的 ἀλλ’ ὡς ἐνυπαρχόντων μὲν... 相对置(意为“并非作为必须从外部补充采纳的事物,而是作为原本内在于其中的事物”)。
- 1.8ἐκείνου γὰρ ὁ συλλογισμός, ὃ τῷ ἀδύνατόν τι εἶναι ἀναιρεθὲν τῆς τούτου θέσεως αἴτιον
主句省略了系动词 ἐστί,句式主干为 ὁ συλλογισμός [ἐστιν] ἐκείνου(“推论是针对那个[命题]的”)。关系代词 ὃ 指向前置的中性指示代词 ἐκείνου 并作从句的主语。冠词加不定词短语 τῷ ἀδύνατόν τι εἶναι 是表示手段或原因的与格,修饰中性主格分词 ἀναιρεθέν;而属格短语 τῆς τούτου θέσεως 则是依附于表语名词 αἴτιον 的宾格性属格(整句结构为:“由于某种不可能之事的产生而被推翻、从而成为确立此论题之原因的那个命题”)。
