- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:237.22-238.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大从矛盾对立、相反对立以及“言明”一词用法的角度解释了亚里士多德对“对立的肯定命题”的排除,通过代入词项确认了大前提为必然、小前提为可能的反向配对同样不能成立三段论,并提出了关于该配对看似可通过归谬法得出结论的疑难。
" Οὐδὲ δὴ τῶν ἀντικειμένων καταφάσεων." Ἀντικειμένων δῆλον ὅτι ταῖς ἀποφάσεσι λέγει, τῇ τε καθόλου ἀναγκαίᾳ καὶ τῇ ὑπαρχούσῃ, ἃς ἡ καθόλου καταφατικὴ ἀναγκαία δειχθεῖσα ἀνεῖλεν. ἀντίκεινται δὲ καταφάσεις τῇ μὲν ἀναγκαίᾳ καθόλου ἡ ἐπὶ μέρους ἐνδεχομένη τῇ δὲ ὑπαρχούσῃ καθόλου ἡ ἐπὶ μέρους ὑπάρχουσα ἀντιφατικῶς.1 οὐδὲ τούτων οὖν τινα οἷόν τε λέγειν συνάγεσθαι. ὅτι μὲν γὰρ οὐδετέρα τῶν ἀποφάσεων ἐκείνων, ἔδειξε παρατεθὲν ἐπὶ τῆς ὕλης τὸ καθόλου καταφατικὸν ἀναγκαῖον ἀμφοτέρων ὂν ἐκείνων ἀναιρετικόν. ὅτι 〈δὲ〉 μηδὲ τῶν ἐκείναις ἀντικειμένων καταφάσεων μήτε τῶν ἀντιφατικῶν μήτε τῶν ἐναντίων, δείκνυσι πάλιν τὸ καθόλου ἀποφατικὸν ἀναγκαῖον πάσης ὂν καταφάσεως ἀναιρετικόν, ὃ φθάνει δεδεῖχθαι ἐπὶ τῆς ὕλης καὶ αὐτὸ συναγόμενον, ὥστε καὶ τῶν ἀντικειμένων καταφάσεων ταῖς καθόλου ἀποφάσεσιν οὐ μόνον τῶν ἀντιφατικῶς ἀλλὰ καὶ τῶν ἐναντίων· τὸ γὰρ ἀναγκαῖον καθόλου ἀποφατικὸν πάντων πάλιν τῶν καταφατικῶν ἐστιν ἀναιρετικόν. ἔδει μὲν οὖν, εἰ ἐγίνετο συλλογισμός, τούτων τι συνάγεσθαι τῶν ἀνῃρημένων· οὐδὲν δὲ τούτων συνάγεται· οὐδ’ 〈ἄρ’〉 ἂν συνάγοιτό τι συλλογιστικῶς. δύναται καὶ τὸ οὐδὲ δὴ τῶν ἀντικειμένων καταφάσεων ὡς ἴσον εἰρῆσθαι ‘τῶν φάσεων’,2 ἵνα μὴ καταφάσεις ᾖ λέγων ἀλλὰ φάσεις, τοῦτ’ ἔστι προτάσεις (ἔθος γὰρ αὐτῷ τὸ τῆς φάσεως ὄνομα καὶ ἐπὶ τῶν προτάσεων κατηγορεῖν), προτάσεις δὲ τὰς ἀντιφατικῶς ἀντικειμένας ταῖς δεδειγμέναις, τῇ τε καθόλου ἀποφατικῇ ἀναγκαίᾳ καὶ τῇ καθόλου καταφατικῇ ἀναγκαίᾳ, αἵ εἰσιν ἐπὶ μέρους, ἡ μὲν κατάφασις ἡ δὲ ἀπόφασις, ἐνδεχόμεναι. βούλεται γὰρ λέγειν, ὅτι μηδὲ ἐπὶ μέρους τι συναχθήσεται τῷ τῶν μὲν καταφάσεων πασῶν ἀναιρετικὴν εἶναι τήν τε καθόλου ἀποφατικὴν ἀναγκαίαν τῶν δὲ ἀποφάσεων πασῶν πάλιν τὴν καθόλου καταφατικήν· ὥστε, εἰ μήτε καθόλου τι μήτε ἐπὶ μέρους συνάγεται, οὐδ’ ἂν συνάγοιτό τι ὅλως. Ὁμοίως δ’ ἀνάπαλιν, εἰ ἡ μείζων ἀναγκαία καταφατικὴ ληφθείη ἡ δὲ ἐλάττων ἐνδεχομένη ἀποφατικὴ καθόλου· διὰ γὰρ τῶν αὐτῶν ὅρων ὁ ἔλεγχος. ἂν γὰρ ᾖ ἐπὶ μὲν τοῦ Α λευκόν, κύκνος δέ, ἐφ’ ᾧ τὸ Β, καὶ ἄνθρωπος ἐπὶ τοῦ Γ, τὸ λευκὸν παντὶ μὲν κύκνῳ ἐξ ἀνάγκης, ἐνδέχεται δὲ μηδενὶ ἀνθρώπῳ, καὶ κύκνος ἐξ ἀνάγκης οὐδενὶ ἀνθρώπῳ. οὐκέτι 〈δὲ〉 τοῦ παντὶ ἐξ ἀνάγκης δεικτικοί, οὓς παρέθετο ὅρους ἐπὶ τοῦ παντί, ὅτε τὴν ἐλάττονα ἀναγκαίαν καταφατικὴν ἐλάμβανεν, ἀνάπαλιν ληφθέντες· οὐ γὰρ εἰ τὸ κινεῖσθαι παντὶ ἐγρηγορότι ἐξ ἀνάγκης, ζῴῳ δὲ ἐνδέχεται μηδενί, ἤδη καὶ τὸ ἐγρηγορέναι παντὶ ζῴῳ ἐξ ἀνάγκης. ἀλλ’ ἱκανὸν τὸ ἀποφατικὸν ἀναγκαῖον διαβάλλειν τὴν συζυγίαν ὡς ἀσυλλόγιστον· τὸ γὰρ ἀναγκαῖον, ὡς εἶπε, συνάγεται ἢ ἐπ’ ἀμφοτέραις ἢ εἰ ἡ μείζων εἴη ἀναγκαία ἀποφατική. Ἠπόρησα, πῶς οὐκ εἰσιν αὗται συλλογιστικαὶ αἱ συζυγίαι3 αἱ ἔχουσαι τὴν ἑτέραν καθόλου καταφατικὴν ἀναγκαίαν τὴν δὲ ἑτέραν ἐνδεχομένην καθόλου ἀποφατικήν· δοκεῖ γὰρ δύνασθαι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δείκνυσθαι συμπέρασμα ἐνδεχόμενον καθόλου ἀποφατικόν. κειμένου γὰρ τοῦ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης καὶ ἐνδέχεσθαι μηδενὶ τῷ Γ λέγω, ὅτι τὸ Β ἐνδέχεται μηδενὶ τῷ Γ. εἰ γὰρ μή, οὐκ ἐνδέχεται μηδενί, τοῦτ’ ἔστιν ἐξ ἀνάγκης τινί· ἀλλὰ καὶ τὸ Α τῷ Β ἐξ ἀνάγκης παντί· τὸ Α ἄρα τῷ Γ ἐξ ἀνάγκης τινί, ὃ ἀδύνατον· ἔκειτο γὰρ αὐτῷ ἐνδέχεσθαι μηδενί. ὁμοίως δειχθήσεται, κἂν ἡ μὲν ἐλάττων ἀναγκαία ᾖ ἡ δὲ μείζων ἐνδεχομένη· συνάγεται γὰρ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἐν μὲν τῷ πρώτῳ σχήματι τὸ Α τῷ Γ ἐνδέχεσθαι τινὶ μή, ᾧ κεῖται παντὶ ἐξ ἀνάγκης ὑπάρχειν, ἐν δὲ τῷ τρίτῳ σχήματι τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης, ᾧ ἔκειτο ἐνδέχεσθαι μηδενί. εἰ δὲ ταῦτα οὕτως ἔχει, ἤτοι ἡ εἰς ἀδύνατον ἀπαγωγὴ διαβληθήσεται ὡς οὐχ ἱκανὴ δεῖξαι συζυγίαν συλλογιστικήν, ἤ, εἰ ἀδιάβλητος αὕτη, ἡ ὕλη οὐ δόξει ἱκανὴ εἶναι διαβάλλειν ὡς ἀσυλλόγιστόν τινα συζυγίαν. τίς δ’ ἂν ἡ λύσις εἴη τῆς ἀπορίας, εἴρηταί μοι καὶ αὐτὸ ἐν τῷ Περὶ τῶν μίξεων βιβλίῳ.
“当然,对立的肯定命题中的任何一个[也不能被推出]。” 很明显,他所说的“对立的”是指与否定命题对立,即与全称必然否定和[全称]实事否定对立,而这两者已被证明出的全称肯定必然[命题]所排除了。肯定命题与它们矛盾对立:与全称必然否定相对立的是特称可能肯定,与全称实事否定相对立的是特称实事肯定。因此,也不能说这些命题中的任何一个能被推出。因为在质料上并置的全称肯定必然命题排除了那两个否定命题,从而证明了那两个否定命题中的任何一个都[不能被推出]。另一方面,全称否定必然命题又证明了与它们对立的肯定命题中无论矛盾对立的还是相反对立的都[不能被推出],全称否定必然命题排除了所有肯定命题,并且此前已在质料上被证明它自身也是能被推出来的;因此,与全称否定命题对立的肯定命题中不仅矛盾对立的,而且相反对立的也都[被排除了];因为必然全称否定命题又是排除一切肯定命题的。因此,如果产生三段论,本应当推出这些被排除的命题中的某一个;但这些命题中没有一个被推出;所以也就不能按三段论方式推出任何东西。此外,“当然,对立的肯定命题中的任何一个”这句话也可以被理解为等同于“言明的任何一个”,以便他所说的不是“肯定命题”而是“言明”,即命题(因为他习惯于将“言明”这一名称也用来述说命题),而所谓“命题”,是指与已被证明的那些命题——即全称否定必然命题与全称肯定必然命题——矛盾对立的命题,它们是特称可能命题,一个是肯定,另一个是否定。因为他想要说的是,由于全称否定必然命题排除所有肯定命题,而全称肯定命题又排除所有否定命题,所以甚至也不会推出任何特称命题;因此,如果既不能推出全称命题也不能推出特称命题,那就根本不能推出任何东西。 同样地反过来,如果大前提被取为肯定必然命题,而小前提被取为全称否定可能命题,情形也是如此;因为反驳是通过相同的词项进行的。因为如果对Α取白色,对Β所在的词项取天鹅,对Γ取人,白色必然属于一切天鹅,但可能不属于任何人,而天鹅必然不属于任何人。但是,当他把小前提取为肯定必然命题时为“属于一切”所并置的那些词项,在反过来被选取时,就不再能证明“必然属于一切”了;因为即使运动必然属于一切清醒者,并且可能不属于任何动物,并不随之得出清醒也必然属于一切动物。然而,否定必然命题已足以判定该配对不能得出三段论;因为正如他所说,必然的[结论]要么在两个前提都是[必然的前提下]被推出,要么是在大前提为否定必然命题时被推出。 我曾提出疑问,何以具有一个全称肯定必然前提而另一个为全称否定可能前提的这些配对不是具有三段论性质的;因为似乎通过归谬法能够证明全称否定可能的结论。因为在设定Α必然属于一切Β并且可能不属于任何Γ的情况下,我说Β可能不属于任何Γ。因为如果不是这样,它就并非可能不属于任何Γ,也就是说,必然属于某个Γ;但Α也必然属于一切Β;因此Α必然属于某个Γ,这是不可能的;因为曾设定它可能不属于任何Γ。类似地,即使小前提是必然命题而大前提是可能命题,也能得到证明;因为通过归谬法,在第一格中可以推出Α可能不属于某个Γ(而曾设定Α必然属于一切Γ),在第三格中可以推出Α必然属于某个Β(而曾设定Α可能不属于任何Β)。但如果这些情况确实如此,那么要么归谬法将被判定为不足以证明一个配对具有三段论性质,要么如果归谬法无可非难,质料就将被认为不足以判定某个配对不能得出三段论。至于这一疑难的解决之道是什么,这本身也已由我在《论混合》一书中予以说明。
- 2.144ἀντίκεινται δὲ καταφάσεις τῇ μὲν ἀναγκαίᾳ καθόλου ἡ ἐπὶ μέρους ἐνδεχομένη τῇ δὲ ὑπαρχούσῃ καθόλου ἡ ἐπὶ μέρους ὑπάρχουσα ἀντιφατικῶς
该句骨架是由 ἀντίκεινται 支配的对衬结构(μέν...δέ),其中与格短语表示对立的对象,分词短语作主语。底本数据中的 ἐνδεγομένῃ 与 ἢ 分别为 ἐνδεχομένη 与 ἡ 的误植(OCR误读),在句法上前半句与后半句的主格短语 ἡ ἐπὶ μέρους ὑπάρχουσα 相对并列,充当主格女性单数主语(ἡ ἐπὶ μέρους ἐνδεχομένη [κατάφασις]),与前置与格 τῇ μὲν ἀναγκαίᾳ καθόλου [ἀποφάσει] 相对立。
- 2.144δύναται καὶ τὸ οὐδὲ δὴ τῶν ἀντικειμένων καταφάσεων ὡς ἴσον εἰρῆσθαι ‘τῶν φάσεων’
δύναται 带被动不定词 εἰρῆσθαι 构成非人称结构(“亦可解释为……之意”)。引文短语 τὸ οὐδὲ δὴ τῶν ἀντικειμένων καταφάσεων 整体被中性冠词 τὸ 名词化,充当被动不定词 εἰρῆσθαι 的语义主语。ὡς ἴσον ‘τῶν φάσεων’ 则作为宾格表语,意为“作为等同于‘诸言明[中的任何一个]’”。
- 2.144Ἠπόρησα, πῶς οὐκ εἰσιν αὗται συλλογιστικαὶ αἱ συζυγίαι
第一人称单数过去时 ἠπόρησα 直接引入了注解者自身在以往著作或研究中提出的疑难(aporia)。πῶς οὐκ εἰσιν 引导间接疑问从句,形成反诘结构:“这些配对何以不是具有三段论性质的?”(即既然它们看似能够推导,为何亚里士多德却判定其为无效)。
