- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:236.31-237.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大论证了在第二格中当肯定必然前提与否定可能前提结合时,既不能得出必然否定的结论,也不能得出否定的实事结论,他通过三段论规则以及并置具体词项(运动、动物、清醒/行走)对此进行了说明。
ταύτης γὰρ οὔσης ἀναγκαίας καὶ καθόλου γίνεται δι’ ἀντιστροφῆς ἐν πρώτῳ σχήματι ἡ μείζων ἀναγκαία· οὕτως δὲ ἐχούσης ἐδόκει αὐτῷ ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα, εἰ ἡ ἐλάττων ὑπάρχουσα εἴη· ἐπεὶ ἐνδεχομένης οὔσης τῆς ἑτέρας εἶπε μηδ’ ὅλως ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα. τῷ οὖν μόνως οὕτως ἐκ μιᾶς ἀναγκαίας προτάσεως ληφθείσης ἐν δευτέρῳ σχήματι ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα, εἰ ἀποφατικὴ εἴη1 καθόλου ἀναγκαία, μὴ εἶναι δὲ ἐν τῇ ἐκκειμένῃ συζυγίᾳ τὴν ἀναγκαίαν ἀποφατικὴν ἀλλὰ καταφατικήν, οὐκ ἂν συμπέρασμα ἀναγκαῖον εἴη. καίτοι οὐδὲ οὕτως συνέβαινεν ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα, ὡς εἶπον, διὰ τὴν ἐνδεχομένην. οὐ μὴν ἀλλὰ καὶ ἐκ τῆς τῶν ὅρων παραθέσεως δείκνυσιν, ὅτι μὴ ἀναγκαῖον ἀποφατικὸν οἷόν τε γίνεσθαι τὸ συμπέρασμα, δείξας καὶ τοῦ παντὶ ἐξ ἀνάγκης ὑπάρχειν γινόμενον συμπέρασμα. καὶ ἐφ’ οἵας δὲ ὕλης τοῦτο οἷόν τε γίνεσθαι, λέγει· ἂν γὰρ ᾖ τὸ μὲν Γ ὁ ἔσχατος ὅρος ὑπὸ τὸν Β τὸν μείζονα ἄκρον, τὸ δὲ Α ὁ μέσος ὅρος παντὶ μὲν ἐνδέχηται ὡς καὶ μηδενὶ τῷ μείζονι τῷ Β, τῷ δὲ Γ ἐξ ἀνάγκης ὑπάρχῃ, ἔσται τὸ Β τῷ Γ παντὶ ὑπάρχον ἐξ ἀνάγκης. λαμβάνει δὲ οὕτως ἔχοντα πρὸς ἄλληλα ἐπὶ μὲν τοῦ Α κίνησιν, ἐπὶ δὲ τοῦ Β ζῷον, ἐπὶ δὲ τοῦ Γ ἐγρήγορσιν. κίνησιν μὲν γὰρ ἐνδέχεται παντὶ ζῴῳ· εἰ δὲ τοῦτο, ἐνδέχεται καὶ μηδενί (ἀποφατικὴ γὰρ αὐτῷ κεῖται ἡ ἐνδεχομένη, ὡς δὲ τὴν αὐτὴν αὐτῇ τὴν καταφατικὴν ἐνδεχομένην λαμβάνει)·2 καὶ παντὶ ἐγρηγορότι ἐξ ἀνάγκης, εἴ γε τὸ ἐγρηγορέναι ἐστὶ τὸ ἐνεργεῖν καὶ κινεῖσθαι κατὰ αἴσθησιν· καὶ τὸ ζῷον ἐξ ἀνάγκης παντὶ ἐγρηγορότι. ἔτι δὲ φανερώτερον 〈ἂν〉 δεικνύοιτο, εἰ ἀντὶ τοῦ ἐγρηγορότος τὸ βαδίζειν τεθείη· προδηλότερον γὰρ ἡ κίνησις ἐξ ἀνάγκης τῷ βαδίζοντι τοῦ ἐγρηγορότος, καὶ ζῷον ὁμοίως παντὶ ἐξ ἀνάγκης βαδίζοντι. δείξας δὲ καὶ τὸ ἐξ ἀνάγκης παντὶ καὶ τὸ ἐξ ἀνάγκης μηδενὶ συναγόμενα ἐν τῇ ἐκκειμένῃ συζυγίᾳ φανερόν φησιν εἶναι, ὅτι μηδὲ ἀποφατικὸν ὑπάρχον ἔσται τὸ συμπέρασμα· διότι γὰρ ἐπὶ τῶν ἐκκειμένων ὅρων ἐδείχθη καταφατικὸν ἀναγκαῖον συναγόμενον· ἀναιρετικὸν γὰρ τοῦ ἀποφατικοῦ ὑπάρχοντος οὐ τὸ καταφατικὸν ὑπάρχον καθόλου μόνον ἀλλ’ ἔτι μᾶλλον τὸ καταφατικὸν ἀναγκαῖον. ἀμφότεραι γοῦν αἱ ἀποφάσεις ἀνῄρηνται τῇ τοῦ παντὶ ἐξ ἀνάγκης παραθέσει.
因为当这一[否定前提]为必然且全称时,在第一格中通过换位大前提就成为必然的;而当情形如此时,如果小前提是实事命题,在他看来结论就成为必然的;因为当另一前提为可能命题时,他说结论根本不会成为必然的。因此,由于在第二格中仅当否定命题为全称必然时,从被取得的单单一项必然前提中结论才会成为必然的,而在所陈述的配对中必然前提并非否定而是肯定,所以结论不会是必然的。尽管如此,正如我所说过的,即使那样由于可能前提的缘故,结论其实也不会成为必然的。不仅如此,他还通过词项的并置证明了结论不可能成为必然否定的,因为他表明了得出“必然属于一切”的结论也是可能的。并且他说在何种质料中这能够实现:因为如果Γ是作为大项的Β之下的最末词项,而中项Α可能属于大项Β的一切同时也可能不属于任何Β,但必然属于Γ,那么Β将必然属于一切Γ。而他选取了彼此具有这种关系的词项:对Α取运动,对Β取动物,对Γ取清醒。因为运动对于一切动物是可能的;而如果是这样,它也可能不属于任何动物(因为对他而言可能前提被置为否定,但他把肯定可能前提视为与它同一);并且运动必然属于一切清醒者,如果清醒确实是按照感觉活动和运动的话;而动物也必然属于一切清醒者。如果用行走代替清醒,这一点将被证明得更加清楚;因为运动必然属于行走者,比起属于清醒者来更加昭然若揭,而动物同样必然属于一切行走者。在表明了在所陈述的配对中“必然属于一切”与“必然不属于任何”均能被推导出来之后,他说显而易见结论甚至也不会是否定的实事命题;因为在所陈述的词项上已经证明了推导出肯定的必然命题;因为排除否定实事命题的,不仅是全称的肯定实事命题,肯定必然命题则更是如此。总之,由于“必然属于一切”的词项并置,两种否定命题都被排除了。
- 2.143τῷ οὖν μόνως οὕτως ἐκ μιᾶς ἀναγκαίας προτάσεως ληφθείσης ἐν δευτέρῳ σχήματι ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα, εἰ ἀποφατικὴ εἴη καθόλου ἀναγκαία, μὴ εἶναι δὲ ἐν τῇ ἐκκειμένῃ συζυγίᾳ τὴν ἀναγκαίαν ἀποφατικὴν ἀλλὰ καταφατικήν, οὐκ ἂν συμπέρασμα ἀναγκαῖον εἴη
由中性单数与格定冠词 τῷ 统辖的不定词短语(τῷ ... ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα ... μὴ εἶναι δέ ...)整体充当原因与格,修饰主句的潜势祈愿语气 οὐκ ἂν συμπέρασμα ἀναγκαῖον εἴη。句法骨架为:“由于在第二格中……仅当……结论才成为必然的,而(δέ)所设配对中必然前提并非否定而是肯定,因此结论不会是必然的”。
- 2.143ὡς δὲ τὴν αὐτὴν αὐτῇ τὴν καταφατικὴν ἐνδεχομένην λαμβάνει
ὡς 与宾语补足语 τὴν αὐτήν 连用表“作为/视为”,连词 δέ 则将 λαμβάνει 与前句的 κεῖται 并列对照。与格代词 αὐτῇ 指代前文的否定可能前提,τὴν αὐτήν 作宾语补足语,构成“将肯定可能前提视为与它[否定可能前提]同一”的双宾格/述谓宾格结构。
