← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§235.31-236.31

第二格中可能肯定与必然否定的推演及无推论对

亚历山大解释了第二格中在大前提为可能肯定、小前提为必然否定时得出全称否定实事结论的证明,并借助反例词项的并置和既有的模态规则说明了必然肯定与可能否定配对的不可推论性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.143#1

" Τὸν αὐτὸν δὲ τρόπον δειχθήσεται, κἂν εἰ πρὸς τὸ Γ τεθείη τὸ στερητικόν." Κατὰ μὲν Ἀριστοτέλη τῆς ἐλάττονος ληφθείσης καθόλου ἀποφατικῆς ἀναγκαίας ἐνδεχομένης δὲ τῆς μείζονος καθόλου καταφατικῆς ἔσται τοῦ προκειμένου συμπέρασμα, ὅτι ὑπάρχον ἀποφατικὸν γίνεται κατ’ αὐτὸν τὸ συμπέρασμα, ὥστε καὶ ἀντιστρέφει. εἰ γὰρ τὸ Α τῷ μὲν Β ἐνδέχεται παντὶ τῷ δὲ Γ ἐξ ἀνάγκης οὐδενί, καὶ τὸ Γ τῷ Α ἐξ ἀνάγκης οὐδενί· τὸ δὲ Α τῷ Β ἐνδέχεται παντί· τὸ ἄρα Γ ἐνδέχεται μηδενὶ τῷ Β τοῦ ἐνδέχεσθαι κατὰ τοῦ ὑπάρχειν νῦν κατηγορουμένου.1 ἐπεὶ τοίνυν τὸ καθόλου ἀποφατικὸν ὑπάρχον ἀντιστρέφει, καὶ τὸ Β τῷ Γ οὐδενὶ ὑπάρχει· τοῦτο γὰρ ἔδει συναχθῆναι. εἰ μέντοι μὴ τοῦ μὴ ὑπάρχειν γένοιτο τὸ συμπέρασμα ἀλλὰ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου, τῷ μὴ ἀντιστρέφειν τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην οὐκέτ’ ἂν τὸ Β ἐνδέχοιτο τῷ Γ μηδενί· ὥστε οὐ τοῦ προκειμένου ἡ δεῖξις, ἀλλ’ εἰ ἄρα, τὸ ἐπὶ μέρους ἐνδεχόμενον〈ἂν〉 συνάγοιτο τῷ τῇ ἐνδεχομένῃ καθόλου ἀποφατικῇ τὴν ἐπὶ μέρους ἐνδεχομένην ἀντιστρέφειν κατ’ αὐτὸν ὡς οὔσης καταφατικῆς.2 καθ’ οὓς μέντοι ἐνδεχόμενον ἀλλ’ οὐχ ὑπάρχον γίνεται τὸ συμπέρασμα ἐν τῇ ἐκκειμένῃ δείξει, τὸ προκείμενον συναχθήσεται καθόλου ἐνδεχόμενον ἀποφατικόν, καθ’ ὅτι ἀρέσκει αὐτοῖς καὶ τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην ἀντιστρέφειν ἑαυτῇ. Ὅτι δὲ τῆς ἀναγκαίας καταφατικῆς τεθείσης τῆς δὲ ἐνδεχομένης ἀποφατικῆς οὐδεὶς γίνεται συλλογισμὸς ἐν τούτῳ τῷ σχήματι, τῇ τῶν ὅρων παραθέσει δείκνυσι. πρῶτον μὲν γὰρ ἐπὶ ὅρων ἔδειξε τοῦ ἐξ ἀνάγκης μηδενὶ γινόμενον συμπέρασμα ἐπὶ τῇ τοιαύτῃ συζυγίᾳ λαβὼν λευκόν, ἄνθρωπον, κύκνον· τὸ γὰρ λευκὸν ἐνδέχεται μὲν μηδενὶ ἀνθρώπῳ, ἐξ ἀνάγκης δὲ παντὶ κύκνῳ ὑπάρχει, καὶ ἄνθρωπος ἐξ ἀνάγκης οὐδενὶ κύκνῳ. δείξας δὲ ἀναγκαῖον ἀποφατικὸν συμπέρασμα ἐπὶ τοῖς κειμένοις ὅροις ἐν τῇ τοιαύτῃ συζυγίᾳ, τοῦ μὲν μὴ γίνεσθαι ἐνδεχόμενον συμπέρασμα ἱκανὸν τοῦτο σημεῖόν φησι τὸ ἐπὶ ὅρων τινῶν ἀναγκαῖον εὑρίσκεσθαι,3 ἄλλο δ’ εἶναι τὸ ἐνδεχόμενον τοῦ ἀναγκαίου. ἑξῆς δὲ προστίθησιν, ὅτι ἀλλ’ οὐδὲ ἀναγκαῖον ἀποφατικὸν ἔσται τὸ συμπέρασμα, 〈ὃ〉 ἐπὶ τῶν ὅρων, ὧν παρέθετο, ἔδειξεν. εἰ γὰρ ἐπὶ πάσης ὕλης οὕτως ἀπήντα, ἠδύνατό τις λέγειν συλλογιστικὴν μὲν εἶναι τὴν συζυγίαν, συνάγεσθαι δὲ μὴ ἐνδεχόμενον ἀλλ’ ἀναγκαῖον. ὅτι οὖν μηδὲ τοῦθ’ οἷόν τε, πρῶτον μὲν ἐκ τῶν ἤδη δεδειγμένων τε καὶ κειμένων λαμβάνει· κεῖται γάρ, ὅτι ἀναγκαῖον γίνεται τὸ συμπέρασμα ἐν τῷ δευτέρῳ σχήματι ἢ ἀμφοτέρων τῶν προτάσεων ἀναγκαίων οὐσῶν ἢ τῆς ἀποφατικῆς.

“如果否定[前提]被置于Γ,也将以同样的方式得到证明。” 按照亚里士多德的看法,当小前提被取为全称否定必然命题,而大前提被取为全称肯定可能命题时,将会得出所提出的论题的结论,因为按照他,结论成为否定的实事命题,从而它也可以换位。因为如果Α可能属于一切Β,但必然不属于任何Γ,那么Γ也必然不属于任何Α;而Α可能属于一切Β;因此Γ可能不属于任何Β,此时“可能”是在“实事存在”的意义上被述说的。既然全称否定实事命题可以换位,那么Β也就不属于任何Γ;因为这正是应当被推导出的。然而,如果结论不是关于不实事存在的,而是关于按照定义的可能的,那么由于全称否定可能命题不可换位,Β便不再可能不属于任何Γ;从而证明就不是关于所提出的论题的,而充其量只会推导出特称可能命题,因为按照他,基于全称否定可能命题具有肯定性的缘故,特称可能命题与全称否定可能命题换位。但是,按照那些认为在所陈述的证明中结论成为可能命题而非实事命题的人的看法,所提出的全称否定可能命题将会被推导出来,因为他们赞同全称否定可能命题也可以与自身换位。 然而,当必然命题被置为肯定,而可能命题被置为否定时,在这一格中不会产生任何推论,这一点他是通过并置词项来表明的。因为首先他在具体词项上表明了在此种配对中得出“必然不属于任何”的结论,他选取了白、人、天鹅;因为白可能不属于任何人,但必然属于一切天鹅,而人必然不属于任何天鹅。在表明了在此种配对中基于所设定的词项得出必然否定的结论之后,他说,在某些词项上发现必然的结论,且可能与必然是不同的,这乃是并不产生可能结论的充分证据。随后他又补充道,结论甚至也不会是他在所并置的词项上所展示的必然否定〔结论〕。因为如果在所有质料中都这样出现,人们就可以说该配对是可推论的,只是推导出的并非可能命题而是必然命题。因此,连这一点也是不可能的,他首先是从已经证明并设定的原理中取得依据的;因为先前已设定,在第二格中,或者在两个前提都为必然命题时,或者在否定前提为必然命题时,结论才成为必然命题。

语法注3 条
  1. 2.143τοῦ ἐνδέχεσθαι κατὰ τοῦ ὑπάρχειν νῦν κατηγορουμένου

    属格绝对结构(genitive absolute),用于解释紧邻的前文结论中“可能(ἐνδέχεται)”这一谓项的具体含义:此处它是在“实事存在(ὑπάρχειν)”的意义上,而非在严格定义的可能意义上被述说的。

  2. 2.143τῷ τῇ ἐνδεχομένῃ καθόλου ἀποφατικῇ τὴν ἐπὶ μέρους ἐνδεχομένην ἀντιστρέφειν κατ’ αὐτὸν ὡς οὔσης καταφατικῆς

    由带冠词不定式(τῷ ... ἀντιστρέφειν)构成的表示原因的与格结构。其中 τὴν ἐπὶ μέρους ἐνδεχομένην(特称可能命题)为不定式的宾格主语,τῇ ... ἀποφατικῇ(全称否定可能命题)为其与格补足语。末尾的 ὡς οὔσης καταφατικῆς 给出理由(“由于它实质上具有肯定性”,指在可能命题的互补换质中否定必然蕴涵肯定)。

  3. 2.143τοῦ μὲν μὴ γίνεσθαι ἐνδεχόμενον συμπέρασμα ἱκανὸν τοῦτο σημεῖόν φησι τὸ ἐπὶ ὅρων τινῶν ἀναγκαῖον εὑρίσκεσθαι

    该句由主动词 φησί 统领,以 ἱκανὸν τοῦτο σημεῖον 作为宾语/谓语补充成分。句首的带冠词不定式短语 τοῦ μὲν μὴ γίνεσθαι ... 是从属于 σημεῖον 的宾格性属格(“不产生可能结论的证据”)。指示代词 τοῦτο 的具体内容则由后置的同格短语 τὸ ... εὑρίσκεσθαι(“在某些词项中发现必然结论”)来加以充实说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:235.31-236.31