- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:234.27-235.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在《前分析篇》第1卷第19章探讨第二格中必然前提与可能前提的混合,并通过归谬法证明由否定必然大前提与全称肯定可能小前提可得出全称否定实事结论;亚历山大对此论证步骤进行了解析,并指出了该证明建立在亚里士多德关于大前提必然、小前提实事时结论为必然的学说之上。
" Ἐὰν δ’ ἡ μὲν ἐξ ἀνάγκης ἡ δ’ ἐνδέχεσθαι σημαίνῃ τῶν προτάσεων." Ἐπὶ τὴν ἐξ ἀναγκαίας καὶ ἐνδεχομένης μῖξιν ἐν δευτέρῳ σχήματι μετελήλυθε καὶ δείκνυσι, τίνες καὶ ἐν τῇ τοιαύτῃ μίξει συζυγίαι συλλογιστικαί. τῆς μὲν οὖν ἐνδεχομένης καθόλου καταφατικῆς οὔσης τῆς δὲ ἀναγκαίας ἀποφατικῆς καθόλου λαμβανομένης ἔσεσθαί φησι συλλογισμόν. τὸ μέντοι συμπέρασμα ἐνδεχόμενον μέν, οὐ μὴν κατὰ τὸν διορισμὸν ἀλλὰ τοῦ μὴ ὑπάρχειν,1 ὡς ἔδειξεν ἤδη. ὅτι γὰρ τῆς μείζονος ἀναγκαίας ἢ ὑπαρχούσης οὔσης ἀποφατικῆς ἐν πρώτῳ σχήματι οὐ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου τὸ συμπέρασμα, ἐν τοῖς πρόσθεν εἴρηκε· γίνεται γὰρ τὸ πρῶτον σχῆμα ἀντιστραφείσης τῆς ἀναγκαίας ἀποφατικῆς ἔχον τὴν μείζονα ἀναγκαίαν ἀποφατικὴν ἐν ταῖς τοιαύταις ἐν δευτέρῳ σχήματι συζυγίαις. καὶ ὅπως γίνεται, παρατίθεται.
“但如果诸前提中一个意指必然,另一个意指可能。” 他已转入第二格中必然命题与可能命题的混合,并表明在此种混合中哪些配对是可推论的。因此他说,当可能前提为全称肯定,而必然前提被取为全称否定时,将会有推论产生。然而结论虽确实是可能的,却并非按照定义的可能,而是关于不实事存在的,正如他已经表明过的那样。因为在第一格中当大前提是否定必然命题或否定实事命题时,结论并非按照定义的可能,这一点他在前文已经说过;因为在第二格的这类配对中,否定必然前提被换位后便形成了具有否定必然大前提的第一格。并且他并置摆明了它是如何形成的。
"Κείσθω οὖν τὸ Α τῷ μὲν Β ἐξ ἀνάγκης μηδενὶ ὑπάρχειν τῷ δὲ Γ παντὶ ἐνδέχεσθαι." Ἀντιστραφείσης οὖν τῆς ἀποφατικῆς ἀναγκαίας τὸ Β τῷ Α ἐξ ἀνάγκης οὐδενί· τὸ δὲ Α παντὶ τῷ Γ ἐνδέχεται· γίνεται δὴ τὸ πρῶτον σχῆμα συμπέρασμα ἔχον τὸ Β τῷ Γ μηδενὶ ἐνδέχεσθαι, οὐ μέντοι τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου, 〈ὃ〉 ἐδήλωσεν εἰπὼν ἅμα δὲ δῆλον, ὅτι οὐχ ὑπάρχει τὸ Β οὐδενὶ τῷ Γ. καὶ ὅτι γίνεται καθόλου ἀποφατικὸν τὸ συμπέρασμα ὑπάρχον καὶ οὐ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δείκνυσιν. εἰ γὰρ μὴ ἀληθὲς τὸ Β τῷ Γ μηδενὶ ὑπάρχειν, τὸ ἀντικείμενον αὐτοῦ εἰλήφθω καὶ κείσθω τὸ Β τῷ Γ τινὶ ὑπάρχειν· ἀλλὰ μὴν ἔκειτο τὸ Α ἐξ ἀνάγκης μηδενὶ τῷ Β· τοῦτο γὰρ σημαίνει τὸ μηδενὶ ἐνδέχεται· τὸ δέ γε Β τινὶ τῷ Γ ὑπάρχει· γίνεται οὖν τὸ Α τινὶ τῷ Γ ἐξ ἀνάγκης μὴ ὑπάρχον. ἔδειξε γάρ, ὅτι ἐν πρώτῳ σχήματι τῆς μείζονος οὔσης ἀναγκαίας ὑπαρχούσης δὲ τῆς ἐλάττονος ἀναγκαῖον τὸ συμπέρασμα. τὸ ἄρα Α τινὶ τῷ Γ ἐξ ἀνάγκης οὐχ ὑπάρχει, ὡς ἔφην, ὅπερ ἀδύνατον· ὑπέκειτο γὰρ τὸ Α παντὶ τῷ Γ ἐνδέχεσθαι. ἀδύνατος ἄρα ἡ ὑπόθεσις, ᾗ τοῦτο τὸ συμπέρασμα ἠκολούθησε. τὸ ἄρα ἀντικείμενον αὐτῆς· ἦν δὲ τὸ Β μηδενὶ τῷ Γ ὑπάρχειν. δεῖ δὲ εἰδέναι, ὅτι ἡ δεῖξις αὕτη καὶ τὸ ἀπ’ αὐτῆς [ἂν] ἀδύνατον ἠκολούθησε, διότι ἡγεῖται ἀληθὲς εἶναι ἐν πρώτῳ σχήματι ἐξ ἀναγκαίας τῆς μείζονος καὶ ὑπαρχούσης τῆς ἐλάττονος ἀναγκαῖον γίγνεσθαι τὸ συμπέρασμα. ἐπεὶ κατά γε τοὺς ὑπάρχον λέγοντας γίγνεσθαι τὸ συμπέρασμα ἐν ταῖς τοιαύταις μίξεσιν οὐ προχωρεῖ ἡ τοιαύτη δεῖξις·2 οὐδὲν γὰρ ἀδύνατον ἕπεται. γίνεται γὰρ συναγόμενον ἔκ τε τῆς ὑποθέσεως τῆς τὸ Β τινὶ τῷ Γ ὑπάρχειν λεγούσης καὶ ἐκ τῆς κειμένης τῆς ἀναγκαίας τῆς ‘τὸ Α ἐξ ἀνάγκης οὐδενὶ τῷ Β’ τὸ Α τινὶ τῷ Γ μὴ ὑπάρχον, ὃ οὐδὲν ἀδύνατόν ἐστι κειμένου τοῦ τὸ Α παντὶ τῷ Γ ἐνδέχεσθαι· ἅμα γὰρ ἀληθῆ οὐδὲν κωλύει εἶναι τό τε παντὶ ἐνδέχεσθαι τὸ Α τῷ Γ καὶ τὸ τινὶ αὐτῷ μὴ ὑπάρχειν.
“那么,设Α必然不属于任何Β,而可能属于一切Γ。” 因此,在否定必然前提被换位之后,Β必然不属于任何Α;而Α可能属于一切Γ;于是形成了第一格,其结论为Β可能不属于任何Γ,然而并非按照定义的可能,他通过说“同时也很显然,Β不属于任何Γ”阐明了这一点。并且,他通过归谬法证明了结论成为全称否定实事命题而非按照定义的可能命题。因为如果“Β不属于任何Γ”不真,就取其对立面并设“Β属于某个Γ”;然而先前已设定Α必然不属于任何Β;因为这就是“可能不属于任何”所意指的;而Β属于某个Γ;于是得出Α必然不属于某个Γ。因为他曾表明,在第一格中,当大前提为必然命题而小前提为实事命题时,结论是必然命题。因此正如我所说,Α必然不属于某个Γ,这乃是不可能的;因为先前已假定Α可能属于一切Γ。因此,随之得出这一结论的假设是不可能的。于是其对立面[为真];而这便是“Β不属于任何Γ”。但应当知道,这一证明以及由此得出的不可能结论之所以能够成立,是因为他[亚里士多德]认为在第一格中由必然大前提与实事小前提所得出的结论是必然命题这一观点是真实的。因为按照那些声称在这些混合中结论成为实事命题的人[泰奥弗拉斯托斯等人]的看法,这样的证明是行不通的;因为不会随之得出任何不可能之事。因为从声称“Β属于某个Γ”的假设和设定的必然命题“Α必然不属于任何Β”中所推导出的,乃是“Α不属于某个Γ”,而在设定“Α可能属于一切Γ”的前提下,这绝非不可能之事;因为没有任何东西阻止“Α可能属于一切Γ”与“Α不属于它的某个”同时为真。
- 2.141ἀλλὰ τοῦ μὴ ὑπάρχειν
属格 τοῦ μὴ ὑπάρχειν 与前面的 οὐ μὴν κατὰ τὸν διορισμόν 并列,作表语性属格,意为结论“不是按照定义的可能[结论],而是关于不实事存在的[结论]”,即表达实事否定命题而非双向偶然的可能命题。
- 2.142ἐπεὶ κατά γε τοὺς ὑπάρχον λέγοντας γίγνεσθαι τὸ συμπέρασμα ἐν ταῖς τοιαύταις μίксеσιν οὐ προχωρεῖ ἡ τοιαύτη δεῖξις
因果连词 ἐπεί 引导一个说明原因的主从句,其核心结构为介词短语 κατά γε τοὺς ... λέγοντας(“按照那些声称……的人的看法”)修饰主句 οὐ προχωρεῖ ἡ τοιαύτη δεῖξις(“这样的证明是行不通的”)。此处对比了亚里士多德认为大必然+小实事得出必然结论的观点与泰奥弗拉斯托斯等人主张得出实事结论的观点。
