- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:233.13-234.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《前分析篇》37b29,亚历山大考察了第二格中否定实事前提与否定可能前提的混合推论之成立过程、肯定前提组合的不可推论性,以及包含特称前提的混合推论在各种条件下的情况。
" Ἐὰν δὲ ἀμφότεραι μὲν ὦσι στερητικαί, σημαίνῃ δὲ ἡ μὲν μὴ ὑπάρχειν." Καὶ ἀμφοτέρων οὐσῶν στερητικῶν τῶν προτάσεών φησιν ἔσεσθαι συλλογισμὸν τῆς ἐνδεχομένης ἀποφατικῆς ἀντιστραφείσης εἰς τὴν ἐνδεχομένην καταφατικήν. ἔσται δὲ καὶ ἐπὶ ταύτης τῆς συζυγίας τὸ συμπέρασμα τὸ ‘τὸ Β τῷ Γ ἐνδέχεται μηδενί’ οὐ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου, ὡς ἔδειξε· γίνεται γὰρ ἡ μείζων ἐν πρώτῳ σχήματι ἀποφατικὴ ὑπάρχουσα διὰ τῆς ἀντιστροφῆς. ὃ καὶ αὐτὸς διὰ τῆς προσθήκης ἐνεδείξατο εἰπὼν τὸ καθάπερ ἐν τοῖς πρότερον· ἔσται γὰρ πάλιν τὸ πρῶτον σχῆμα· διὰ γὰρ τούτου τήν τε τῆς ὑπαρχούσης ἀποφατικῆς ἀντιστροφὴν ἐδήλωσεν καὶ τὴν ποιότητα τοῦ συμπεράσματος. ὅτι δὲ ἀμφοτέρων ληφθεισῶν καθόλου καταφατικῶν, καὶ τῆς ὑπαρχούσης καὶ τῆς ἐνδεχομένης, ἐν τούτῳ τῷ σχήματι οὐδεὶς γίνεται συλλογισμὸς τῇ τῶν ὅρων παραθέσει ἔδειξεν, ὡς ἔθος αὐτῷ ποιεῖν. ὅροι γὰρ τοῦ μὲν ὑπάρχειν ὑγεία, ζῷον, ἄνθρωπος· ὑγεία γὰρ παντὶ μὲν ζῴῳ ἐνδεχέσθω καὶ ὑπαρχέτω παντὶ ἀνθρώπῳ, καὶ ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. τοῦ δὲ μὴ ὑπάρχειν ὑγεία, ἵππος, ἄνθρωπος· πάλιν γὰρ ἵππος οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. Ὡς δὲ ἐπὶ τῶν καθόλου συλλογισμῶν εἶχε (τῆς γὰρ ὑπαρχούσης προτάσεως ἀποφατικῆς λαμβανομένης ἐγίνοντο συλλογιστικαὶ συζυγίαι), οὕτως καὶ ἐπὶ τῶν ἐν μέρει. εἰ γὰρ ἡ ὑπάρχουσα ἀποφατικὴ καθόλου λαμβάνοιτο ἡ δὲ ἐνδεχομένη ἐπὶ μέρους, ἔσονται ἐπὶ μέρους συλλογισμοί, ὁποτέρα ἂν ληφθῇ ὑπάρχουσα. πλὴν τῆς μὲν μείζονος ληφθείσης γνώριμον τὸ συναγόμενον. εἰ δὲ ἡ ἐλάττων ληφθείη, καὶ τὸ Α τῷ μὲν Β τινὶ ἐνδέχοιτο, τῷ δὲ Γ μηδενὶ ὑπάρχοι, δῆλον ὡς καὶ τὸ Γ οὐδενὶ τῷ Α· τὸ δὲ Α τινὶ τῷ Β ἐνδέχεται· γίνεται δὴ τὸ Γ τινὶ τῷ Β ἐνδέχεσθαι μὴ ὑπάρχειν. ὃ εἰ ἔστι τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον, καὶ τὸ Β τῷ Γ ἐνδέξεται τινὶ μὴ ὑπάρχειν τῷ ἀντιστρέφειν τὰς ἐπὶ μέρους ἐνδεχομένας ἀμφοτέρας. ἂν μέντοι μὴ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου,1 ὡς φθάσας ἔδειξε, συλλογιστικὴ μὲν ἔσται ἡ συζυγία, οὐ μὴν τοῦ προκειμένου· ὁ γὰρ ἐλάττων κατηγορούμενος ἐν τῷ συμπεράσματι μένει τῷ μὴ ἀντιστρέφειν τὸ ἐπὶ μέρους ἀποφατικόν,2 ἂν ὑπάρχον ἢ ἀναγκαῖον ᾖ. οὐδὲ αὐτὸς μέντοι εἶπε σαφῶς γίνεσθαι συμπλοκὴν συλλογιστικὴν καὶ τῆς ἐλάττονος καθόλου ὑπαρχούσης 〈οὔσης〉 ἀποφατικῆς ληφθείσης τῆς μείζονος ἐνδεχομένης ἐπὶ μέρους· οὐδὲ γὰρ τὴν ἀρχὴν συλλογιστικὴ συμπλοκὴ ἐν τῷ δευτέρῳ σχήματι ἡ ἔχουσα τὴν μείζονα ἐν μέρει. εἰ δὲ ἡ ὑπάρχουσα καταφατικὴ εἴη, οὐδεὶς γίνεται συλλογισμός. ἡ δεῖξις διὰ τῶν αὐτῶν ὅρων, ὑγείας, ζῴου, ἀνθρώπου, ὑγείας, ἵππου καὶ ἀνθρώπου· ἔνεστι γὰρ τὴν καθόλου ἐνδεχομένην καὶ ἐπὶ μέρους λαβεῖν ἐπὶ τῶν αὐτῶν ὅρων. οὐδὲ ἡ εἰς ἀδύνατον ἀπαγωγὴ πρόεισιν. ἀλλὰ κἂν ἀμφότεραι αἱ προτάσεις ἀποφατικαὶ ληφθῶσιν, πάλιν δὲ καθόλου ἡ ὑπάρχουσα, ἔσται συλλογιστικὴ συζυγία, οὐ διὰ τῶν κειμένων ἀλλὰ μεταληφθείσης πάλιν τῆς ἐνδεχομένης ἀποφατικῆς ἐπὶ μέρους εἰς τὴν ἰσοδυναμοῦσαν αὐτῇ τὴν ἐπὶ μέρους καταφατικὴν ἐνδεχομένην. οὔτε δέ, ἂν ἀποφατικὴ ληφθῇ ἡ ὑπάρχουσα ἐπὶ μέρους τῆς ἑτέρας ἐνδεχομένης οὔσης καθόλου καταφατικῆς ἢ ἀποφατικῆς, ἔσται συλλογισμὸς διὰ τὸ μὴ ἀντιστρέφειν δῆλον ὅτι τὴν ἐπὶ μέρους ἀποφατικὴν ὑπάρχουσαν, οὔτ’ ἂν ἀμφότεραι ἢ ἐπὶ μέρους ἢ ἀδιόριστοι ληφθῶσιν, ὅπως ἂν ἔχωσι κατὰ τὸ ποιόν, οὐδεὶς ἔσται συλλογισμός. καὶ τοῦτό φησι δείκνυσθαι διὰ τῶν αὐτῶν ὅρων· πάλιν γὰρ ὑγεία, ζῷον, ἄνθρωπος τοῦ ὑπάρχειν, καὶ ὑγεία, ἵππος, ἄνθρωπος τοῦ μὴ ὑπάρχειν· ἀληθεῖς γὰρ καὶ ἐπὶ μέρους λαμβανόμεναι καὶ ἐπὶ τῶν ὅρων τούτων αἱ προτάσεις.
“但如果两前提都是否定的,且其中一个意指实事不存在。” 他说,即使两前提都是否定的,当否定可能前提被换位为肯定可能前提时,也将会有推论产生。而在这种配对中,结论“Β可能不属于任何Γ”也将不是按照定义的可能命题,正如他所表明的那样;因为通过换位,在第一格中大前提成为否定实事命题。而这一点他自己也通过附加语指明了,即他说“正如在先前的诸情形中一样”;因为又将成为第一格;因为通过这句话,他既表明了否定实事命题的换位,也表明了结论的性质。另一方面,当实事前提与可能前提两者都被取为全称肯定时,他通过并置词项表明在这个格中不会产生任何推论,正如他习惯所做的那样。实事存在的词项是健康、动物、人;因为设健康可能属于一切动物,且实事属于一切人,而动物必然属于一切人。实事不存在的词项是健康、马、人;因为同样,马必然不属于任何人。 正如在全称推论的情形中那样(因为当实事前提被取为否定时产生可推论的配对),在特称推论的情形中也是如此。因为如果否定实事前提被取为全称,而可能前提被取为特称,那么无论哪一个被取为实事前提,都将产生特称推论。只是当大前提被如此取时,所推导出的结论是显而易见的。但如果小前提被如此取,设Α可能属于某个Β,而实事不属于任何Γ,显然Γ也不属于任何Α;而Α可能属于某个Β;于是得出Γ可能不属于某个Β。如果这是按照定义的可能,那么由于两个特称可能命题都换位,Β也将可能不属于某个Γ。然而如果正如他先前所表明的那样,这不是按照定义的可能,那么这一配对虽然是可推论的,却不是关于所提论题的推论;因为如果[结论]是实事命题或必然命题,由于特称否定命题不换位,小词在结论中仍保留为述词。不过,他自己也没有明确说,当小前提被取为全称否定实事命题而大前提被取为特称可能命题时也会产生可推论的结合;因为在第二格中具有特称大前提的结合根本不是可推论的。 如果实事前提是肯定的,则不产生任何推论。其证明是通过相同的词项进行的,即健康、动物、人,以及健康、马、人;因为在相同的词项上,也可以把全称可能前提取为特称。归谬法也进行不下去。但是即使两前提都被取为否定,且实事前提再次是全称的,也将产生可推论的配对,这不是通过既定前提,而是通过特称否定可能前提再次被转置为与其等值的特称肯定可能前提。但是,如果实事前提被取为特称否定,而另一可能前提为全称肯定或全称否定,则显然由于特称否定实事命题不换位而不会有推论;或者如果两者都被取为特称或不定,无论它们在性质上处于何种状态,都不会有任何推论产生。他说这一点也是通过相同的词项来表明的:因为同样,健康、动物、人适用于实事存在,而健康、马、人适用于实事不存在;因为即使在这些词项上被取为特称,诸前提也是真的。
- 2.140ἂν μέντοι μὴ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου
条件从句中省略了系动词或主要动词(可补出如 ᾖ 或 λαμβάνηται),结构上与前文的 ὃ εἰ ἔστι τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον(“如果这是按照定义的可能”)相对照。
- 2.140τῷ μὴ ἀντιστρέφειν τὸ ἐπὶ μέρους ἀποφατικόν
带有与格定冠词 τῷ 的不定式短语表示原因(“由于特称否定命题不换位”),宾格短语 τὸ ἐπὶ μέρους ἀποφατικόν 作为不定式 ἀντιστρέφειν 的逻辑主语。
