- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:232.1-233.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大讨论第二格中可能前提与否定实事前提的混合,指出结论表示实事不属于而非定义上的双向可能,针对代入具体词项会得出必然结论的难题进行探讨,并提出亚里士多德可能仅凭换位规则而未在具体词项上充分检验。
ὅτι δὲ τοιοῦτον γίνεται τὸ συμπέρασμα ἀλλ’ οὐ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου, δῆλον ποιήσει καὶ διὰ τῶν ἑξῆς. προείρηκε δὲ καὶ ἤδη αὐτὸς ἀρχόμενος τοῦ περὶ τοῦ δευτέρου σχήματος λόγου, δι’ οὗ εἶπε “〈δεῖ〉 δὲ καὶ ἐν τούτοις λαμβάνειν τὸ ἐν τοῖς συμπεράσμασιν ἐνδεχόμενον, ὥσπερ ἐν τοῖς πρότερον”. 〈ἢ〉 ἡ ἐνδεχομένη ἀποφατικὴ ἴση τῇ ἐνδεχομένῃ καταφατικῇ, πρὸς ἣν ἀντιστρέφει, ἀντιστρέφοι ἂν καὶ αὐτὴ ὁμοίως ταῖς καταφατικαῖς· ταῖς δὲ καθόλου καταφατικαῖς ἀντιστρέφουσιν αἱ ἐπὶ μέρους καταφατικαί· ἔσται οὖν ἀντιστραφέντος οὕτως τοῦ συμπεράσματος τοῦ Γ〉 ‘τὸ Β τῷ Γ ἐνδέχεται τινὶ μή’. Ἐπιζητήσαι δ’ ἄν τις, πῶς ἐν ταῖς τοιαύταις συζυγίαις συνάγεταί τι συλλογιστικῶς· ἔνεστι γὰρ τῇ τῶν αὐτῶν ὅρων παραθέσει μήτε ἐνδεχόμενον ἀποφατικὸν μήτε ὑπάρχον δεῖξαι συναγόμενον. οὕτως γὰρ ἐχουσῶν τῶν προτάσεων καὶ τοῦ μηδενὶ ἐξ ἀνάγκης καὶ τοῦ παντὶ ἐπὶ τῶν ὅρων ἡ συναγωγή. ἰδοὺ γὰρ τὸ λευκὸν οὐδενὶ ἀνθρώπῳ ὑπαρχόντως, τὸ λευκὸν ἐνδέχεται παντὶ ἵππῳ, καὶ ἄνθρωπος ἐξ ἀνάγκης οὐδενὶ ἵππῳ. καίτοι ἔδει ἢ ἐνδεχόμενον ἢ ὑπάρχον εἶναι τὸ συμπέρασμα. ἀλλὰ καὶ τοῦ παντὶ ἐξ ἀνάγκης οἷόν τε ὅρους λαβεῖν· πάλιν γὰρ τὸ λευκὸν οὐδενὶ ἀνθρώπῳ, τὸ λευκὸν ἐνδέχεται παντὶ γραμματικῷ, καὶ ἄνθρωπος παντὶ γραμματικῷ ἐξ ἀνάγκης. ὥστε καὶ τοῦ παντὶ καὶ τοῦ μηδενὶ ἡ συναγωγή. ἢ τῷ χρόνῳ ὥρισται ἡ λέγουσα τὸ λευκὸν μηδενὶ ἀνθρώπῳ, ὅτι κεῖται τὸ λευκὸν παντὶ γραμματικῷ ἐνδέχεσθαι· ὅτε γὰρ ἐνδέχεται παντὶ γραμματικῷ ὑπάρχειν ἤδη τὸ λευκόν, τότε ψευδὴς ἡ ‘τὸ λευκὸν οὐδενὶ ἀνθρώπῳ’. ἀλλὰ ἱκανόν γε καὶ τὸ μηδενὶ ἐξ ἀνάγκης λεχθὲν διαβάλλειν τὴν συμπλοκήν. ἀλλὰ κἂν ἀνάπαλιν τὰς προτάσεις λάβωμεν ὡς τὸ μὲν λευκὸν παντὶ ἀνθρώπῳ ἐνδέχεσθαι ἵππῳ δὲ μηδενὶ ὑπάρχειν, αἱ μὲν προτάσεις ἀληθεῖς πάλιν, τὸ δὲ συμπέρασμα ἐξ ἀνάγκης ἀποφατικόν· ἄνθρωπος γὰρ ἐξ ἀνάγκης οὐδενὶ ἵππῳ. οὐ γὰρ δὴ τὴν καθόλου ἀποφατικὴν ὑπάρχουσαν ἔνεστιν αἰτιᾶσθαι ὡς ψευδῆ· πᾶσα γὰρ ἀποφατικὴ ὑπάρχουσα καθόλου τοιαύτη, ὥσπερ γε καὶ καταφατική. καὶ ὅτι τοῦθ’ οὕτως ἔχει, δηλοῖ αὐτὸς τοιαύταις πανταχοῦ ταῖς καθόλου ὑπαρχούσαις χρώμενος. ἤτοι οὖν ἔοικε μόνῃ τῇ τῆς ὑπαρχούσης ἀποφατικῆς ἀντιστροφῇ προσέχων συλλογιστικὰς θεῖναι τὰς τοιαύτας συζυγίας1 οὐκέτι τὴν ἐξέτασιν αὐτῶν ἐπὶ τῶν ὅρων ποιησάμενος. ἂν γάρ τις ἀξιώσῃ τὴν ἀεὶ ὑπάρχουσαν ἡμᾶς καθόλου λαμβάνειν ἀλλὰ μὴ τὴν ποτέ, οὐδὲν ἄλλο οὗτος ἀξιώσει ἢ ἀναγκαίαν εἶναι τὴν ὑπάρχουσαν· τὸ γὰρ ἀναγκαῖον τοιοῦτον. προσέτι δὲ οὐδὲ αὐτός που ἐπὶ ὅρων λαμβάνων τὴν ὑπάρχουσαν ἐπὶ τῶν οὕτως ἐχόντων λαμβάνει. ἔτι δεῖ χρῆσθαι τῷ μὴ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου γενέσθαι τὸ συμπέρασμα, ὡς ἔδειξεν ἐπὶ τῶν μίξεων τῶν ἐν τῷ πρώτῳ σχήματι τῆς μείζονος ἀναγκαίας οὔσης καθόλου ἀποφατικῆς ἐνδεχομένης δὲ τῆς ἐλάττονος· εἶπε γάρ, ὅτι οὐ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου τὸ ἀποφατικὸν συμπέρασμα ἔσται. τοιοῦτον δὲ καὶ τὸ ἐπὶ τῆς τοιαύτης μίξεως γινόμενον, εἰ μόνον τὸ ἀποφατικὸν καὶ μὴ τὸ καταφατικὸν συνάγοιτο διὰ τὸ ἐπ’ ἐκείνων τῷ χρόνῳ ὡρίσθαι τὴν ἀποφατικὴν ὑπάρχουσαν. ὥστ’, εἰ καὶ ἀναγκαῖον ἀποφατικὸν τὸ συναγόμενόν ἐστι, δύναται λέγεσθαι τοῦ μὴ ὑπάρχειν ὁ συλλογισμὸς εἶναι διὰ τὸ τὸ μὴ ὑπάρχειν καὶ ἐπὶ τοῦ ἐξ ἀνάγκης μὴ ὑπάρχοντος ἀληθεύεσθαι· τὸ γὰρ μὴ ὑπάρχειν ἀληθές, κἂν ἐξ ἀνάγκης μὴ ὑπάρχῃ. ἀλλὰ καὶ τοῦτο προείρηται, ὅτι μὴ οἷόν τε ἀναγκαῖον γενέσθαι συμπέρασμα μηδεμιᾶς τῶν προτάσεων ἀναγκαίας οὔσης. καὶ εἶπε δὲ ἐπὶ τῶν τοιούτων μίξεων “τοῦ δὲ ἐξ ἀνάγκης μὴ ὑπάρχειν οὐκ ἔσται συλλογισμός”. ἢ οὐκ ἔσεσθαι εἶπε τὸ μὴ ἀεί.2
至于结论成为这样的结论,而不是按照定义的可能命题的结论,[亚里士多德]通过接下来的论述也会予以阐明。而且他自己在开始关于第二格的讨论时也已经说过,通过该讨论他说过:“在这些情形中也应当像在先前的诸情形中一样,去理解结论中的可能。”或者,否定可能命题与它所换位的肯定可能命题相等,它本身也会像肯定命题一样换位;而特称肯定命题与全称肯定命题相换位;因此,当结论被这样换位之后,就会成为“Β可能不属于某个Γ”。 然而有人可能会追问,在这样的配对中如何能推论性地得出某种结论;因为通过列出相同的词项,就能够表明既推导不出否定可能命题,也推导不出实事命题。因为当诸前提处于这种状态时,在词项上得出的推论既有“必然不属于任何”,也有“必然属于一切”。看啊,白色以实事方式不属于任何人,白色可能属于一切马,而人必然不属于任何马。然而结论本应当或者是可能命题,或者是实事命题。但是对于“必然属于一切”也能够取得词项:因为同样,白色不属于任何人,白色可能属于一切有文法的,而人必然属于一切有文法的。以至于既得出了“属于一切”,也得出了“不属于任何”。或者,那条说白色不属于任何人的命题是由时间限定的,因为设定了白色可能属于一切有文法的;因为当白色已经能够属于一切有文法的时,那时“白色不属于任何人”就是假的。但是所说的那种“必然不属于任何”已经足以驳倒这种结合了。但是即使我们反过来取诸前提,设白色可能属于一切人,但以实事方式不属于任何马,诸前提再次是真的,但结论却是否定必然命题;因为人必然不属于任何马。因为绝不能指责全称否定实事命题是假的;因为每一全称否定实事命题都是这样的,正如肯定命题也是如此。而这一点之所以如此,他自己在各处都使用这样的全称实事命题也表明了这一点。因此看来,他仅仅着眼于否定实事前提的换位,就把这样的配对定为可推论的,而不再在词项上对它们进行检验。因为如果有人要求我们取“总是实事存在”的全称命题而不是“有时实事存在”的命题,这个人所要求的无非是实事前提是必然的;因为必然的事物正是这样的。此外,甚至他自己在任何地方于词项上取实事命题时,也没有在处于这种状态的事物上取。此外,必须运用结论并不成为按照定义的可能命题这一原则,正如他在第一格的混合中,在大前提为全称否定必然命题而小前提为可能命题时所表明的那样;因为他说过,否定结论不会是按照定义的可能命题。而在这样一种混合中所产生的结论也是如此,如果仅仅是否定命题而不是肯定命题被推导出来,这是由于在那些情形中否定实事命题是由时间限定的。因此,即使推导出来的是否定必然命题,也可以说推论是关于实事不存在的,因为实事不存在在必然不存在的事物上也被证实;因为即使是必然不存在,实事不存在也是真的。但这也在前面说过,即在没有任何一个前提是必然命题时,不可能产生必然结论。而且关于这样的混合他也说过:“将不会有关于必然不存在的推论”。或者,他说“将不会有”,是就“并非总是”而言的。
- 2.139ἔοικε μόνῃ τῇ τῆς ὑπαρχούσης ἀποφατικῆς ἀντιστροφῇ προσέχων συλλογιστικὰς θεῖναι τὰς τοιαύτας συζυγίας
动词 ἔοικε 带不定式 θεῖναι,伴随分词 προσέχων 与省略的主语(亚里士多德)一致,意为“[亚里士多德]似乎仅着眼于……就把这样的配对定为可推论的”,表达注疏者的推断。
- 2.139ἢ οὐκ ἔσεσθαι εἶπε τὸ μὴ ἀεί
由 ἤ 引入的另一种解释。引用短语 οὐκ ἔσεσθαι 作为 εἶπε 的补足成分,带中性冠词的宾格短语 τὸ μὴ ἀεί 起同格或解释性作用,意为“他说‘不会有’是就‘并非总是’而言”。
