← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§230.25-232.1

第二格中实事前提与可能前提的混合推论

亚历山大解释了亚里士多德对第二格中实事前提与可能前提混合的处理,说明了肯定实事前提加否定可能前提的组合如何通过换位、化归不可能和反例词项被证明不能得出推论,进而讨论了肯定可能前提加否定实事前提的组合如何通过换位化归为第一格而构成有效推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.139#1

" Εἰ δ’ ἡ μὲν ὑπάρχειν ἡ δὲ ἐνδέχεσθαι σημαίνοι, τῆς μὲν κατηγορικῆς ὑπάρχειν τεθείσης." Δείξας, ὅτι ἐκ δύο ἐνδεχομένων προτάσεων ἐν δευτέρῳ σχήματι οὐδεὶς γίνεται συλλογισμὸς ἐπὶ τὰς μίξεις μετελήλυθε, καὶ πρῶτον λέγει περὶ τῶν ἐξ ὑπαρχούσης καὶ ἐνδεχομένης μεμιγμένων, καί φησιν, ὅτι, ἂν ἡ μὲν ὑπάρχουσα ᾖ καταφατικὴ ἡ δὲ ἐνδεχομένη ἀποφατική, οὐδεὶς ἔσται συλλογισμός, ὅπως ἂν ἔχουσαι ληφθῶσιν αἱ προτάσεις, ὡς φανεροῦ δῆλον ὅτι ὄντος, εἰ ἀμφότεραι εἶεν καταφατικαί, μηδὲν συναχθήσεσθαι συλλογιστικῶς.1 ὅτι δὲ οὔσης τῆς ὑπαρχούσης καταφατικῆς ἀποφατικῆς δὲ τῆς ἐνδεχομένης οὐδὲν συνάγεται συλλογιστικῶς, ἀπόδειξις, φησίν, ἡ αὐτὴ καὶ διὰ τῶν αὐτῶν ὅρων. δείκνυται γὰρ ἀσυλλόγιστος καὶ ἡ τοιαύτη συμπλοκὴ διά τε τοῦ μὴ ἀντιστρέφειν τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην, ἀλλὰ μηδὲ τὴν ὑπάρχουσαν καταφατικὴν καθόλου· γίνεται γάρ, εἰ αὕτη ἀντιστρέφει, [ἡ] ἐν πρώτῳ σχήματι ἡ μείζων πρότασις ἐπὶ μέρους καταφατική. ἔτι διὰ τοῦ μηδὲ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δείκνυσθαί τι· τοῦ γὰρ ἀντικειμένου ἢ τῷ ἐνδεχομένῳ συμπεράσματι ἢ τῷ ὑπάρχοντι, εἴ τις ὑπάρχον λέγοι δύνασθαι γίγνεσθαι τὸ συμπέρασμα, ὑποτεθέντος2 συνάγεται ἐν τῷ πρώτῳ σχήματι τὸ Α τινὶ τῷ Γ ὑπάρχον, ᾧ ἔκειτο ἐνδέχεσθαι μηδενί, ὃ οὐκ ἀδύνατον. ἀλλὰ καὶ διὰ τῆς τῶν αὐτῶν ὅρων παραθέσεως· τὸ γὰρ λευκὸν καὶ ἄνθρωπος καὶ ἵππος ληφθέντα δεικνύουσιν, ὅτι μήτε ἐνδεχόμενον ἢ καταφατικὸν ἢ ἀποφατικὸν γίνεται τὸ συμπέρασμα μήτε ὑπάρχον, ἀλλ’ ἀναγκαῖον ἀποφατικόν. καίτοι ἔδει ἢ τοῦ ἐνδέχεσθαι ἢ τοῦ ὑπάρχειν εἶναι τὸ συμπέρασμα, εἰ συλλογιστικῶς συνήγετο· αἱ γὰρ προτάσεις τοιαῦται. ἀλλὰ καὶ τοῦ παντὶ ἐξ ἀνάγκης καὶ τοῦ μηδενὶ ἐξ ἀνάγκης ἔστιν ὅρων εὐπορῆσαι, τοῦ μὲν μηδενὶ ἐξ ἀνάγκης, οἷς αὐτὸς κέχρηται, λευκῷ, ἀνθρώπῳ, ἵππῳ· τὸ γὰρ λευκὸν δύναται τῷ μὲν ἑτέρῳ τούτων ὑπάρχον παντὶ ληφθῆναι τῷ δὲ ἑτέρῳ ἐνδεχόμενον μηδενί, ὡς προείρηται, καὶ ὁ ἄνθρωπος ἐξ ἀνάγκης οὐδενὶ ἵππῳ. τοῦ δὲ παντὶ ἐξ ἀνάγκης λευκόν, ἄνθρωπος, γραμματικός· τὸ γὰρ λευκὸν ἐνδεχέσθω μὲν μηδενὶ ἀνθρώπῳ, ὑπαρχέτω δὲ παντὶ γραμματικῷ, καὶ ὁ ἄνθρωπος παντὶ γραμματικῷ ἐξ ἀνάγκης. ὁμοίως δέ, κἂν ζῷον καὶ ἄνθρωπος οἱ ἄκροι ληφθῶσιν. Ἂν δὲ ἡ μὲν ἐνδεχομένη καθόλου καταφατικὴ ληφθῇ 〈ἡ〉 δὲ ὑπάρχουσα καθόλου ἀποφατική, ἔσται συλλογισμὸς ἀντιστραφείσης τῆς καθόλου ἀποφατικῆς ὑπαρχούσης· οὕτως γὰρ ἔσται τὸ πρῶτον σχῆμα. καὶ τὸ συμπέρασμα τοῦ ἐνδέχεσθαι μηδενί, τοῦτο δέ, πρὸς ὁποτέρῳ ἂν τὸ ὑπάρχον στερητικὸν τεθῇ.3 φησὶ γάρ, ὅτι, κἂν ἡ ἐλάσσων ληφθῇ καθόλου ἀποφατικὴ ὑπάρχουσα ἡ δὲ μείζων καθόλου καταφατικὴ ἐνδεχομένη, ὁ αὐτὸς ἔσται συλλογισμὸς ἀντιστραφείσης τῆς ἀποφατικῆς ὑπαρχούσης. οἷον ἔστω τὸ Α τῷ μὲν Β παντὶ ἐνδεχόμενον, τῷ δὲ Γ μηδενὶ ὑπάρχον· ἀντιστραφείσης γὰρ τῆς Α Γ γίνεται τὸ Γ οὐδενὶ τῷ Α ὑπάρχον, τὸ Α παντὶ τῷ Β ἐνδεχόμενον· τὸ ἄρα Γ ἐνδέχεται μηδενὶ τῷ Β. ἀλλ’ ἐπεὶ τοῦ ἐνδέχεσθαι ὁ συλλογισμός, τὸ δὲ ἐνδεχόμενον ἀποφατικὸν οὐκ ἀντιστρέφει, πῶς τοῦ προκειμένου συναγωγὴ ἔτι ἔσται; ὅτι μὲν γὰρ τὸ Γ τῷ Β ἐνδέχεται μηδενί, δείκνυται διὰ τῶν κειμένων, οὐκέτι μέντοι, ὅτι τὸ Β τῷ Γ ἐνδέχεται μηδενί, διὰ τὸ μὴ ἀντιστρέφειν τὸ ἐνδεχόμενον ἀποφατικόν. ἀλλὰ μὴν δεῖ ἐν τῷ συμπεράσματι κατηγορούμενον τὸ Β εἶναι· οὗτος γὰρ ὁ μείζων ὅρος κεῖται. τοῦτ’ οὖν τὸ ἐνδεχόμενον οὐ τὸ κατὰ τὸν διορισμὸν συνάγεται ἀλλὰ τὸ κατὰ τοῦ ὑπάρχοντος ἀληθευόμενον·4 ἐδείχθη γὰρ τοιοῦτον συναγόμενον τῆς μείζονος ἀποφατικῆς ὑπαρχούσης ληφθείσης ἐν πρώτῳ σχήματι. εἰ δὲ τοῦτο, καὶ τὸ συμπέρασμα ἀντιστρέφει ὂν καθόλου ἀποφατικὸν ὑπάρχον· ἄλλως δὲ οὔ.

“如果一个表示实事存在,另一个表示可能,而在肯定前提被设定为实事存在时,”在表明了在第二格中由两个可能前提不能产生任何推论之后,[亚里士多德]过渡到了混合前提,并首先讨论由实事前提和可能前提相混合的情况。他说,如果实事前提是肯定的,而可能前提是否定的,无论前提如何被取,都不会有任何推论;因为显然明了的是,如果两者都是肯定的,就不会在推论中得出任何结论。他说,当实事前提是肯定的而可能前提是否定时,推论上得不出任何结论,其证明是相同的,也是通过相同的词项做出的。因为这样一种结合同样被表明是不能得出推论的:这既是由于全称否定可能前提不能换位,甚至全称肯定实事前提也不能换位;因为如果后者换位,第一格中的大前提就成了特称肯定前提。此外,也是由于通过化归不可能也不能表明任何结论;因为当假定了或者与可能结论相反的命题,或者与实事结论相反的命题(如果有人说结论可能成为实事命题的话),在第一格中就推导出“Α实事存在属于某个Γ”,而对Γ本来设定的是“可能不属于任何”,这并不是不可能的。而且也是通过列出相同的词项[表明的];因为取白色、人和马,就表明结论既不能成为可能命题(无论肯定或否定),也不能成为实事命题,而是成为否定必然命题。然而,如果是推论性地得出,结论本应当是关于可能的或关于实事存在的;因为前提就是这样的。但是对于“必然属于一切”和“必然不属于任何”,也能够找到丰富的词项:对于“必然不属于任何”,是用他自己所用的词项,即白色、人和马;因为如前所述,白色可以被取为实事存在属于其中之一的一切,而可能不属于另一个的任何,并且人必然不属于任何马。而对于“必然属于一切”,则是白色、人和有文法的;因为设白色可能不属于任何人,但实事存在属于一切有文法的,则人必然属于一切有文法的。同样,如果两极端词项取为动物和人也是如此。 另一方面,如果可能前提被取为全称肯定,实事前提被取为全称否定,那么在全称否定实事前提换位之后就会产生推论;因为这样就会成为第一格。结论是“可能不属于任何”,而且不论否定实事命题针对哪一〔词项〕被设定,这一点都是如此。因为他说,即使小前提被取为全称否定实事前提,大前提被取为全称肯定可能前提,在否定实事前提换位之后也会产生相同的推论。例如,设Α可能属于一切Β,但实事存在不属于任何Γ;因为当ΑΓ换位时,就成为Γ实事存在不属于任何Α,而Α可能属于一切Β;因此Γ可能不属于任何Β。但是,既然推论是关于可能性的,而否定可能命题不能换位,那么对于所提出的问题如何还能得出推论呢?因为通过所设定的前提虽然表明了“Γ可能不属于任何Β”,但由于否定可能命题不能换位,就不再能表明“Β可能不属于任何Γ”了。然而在结论中Β必须作为谓项;因为它是作为大项被设定的。因此,所推导出的这个可能命题,不是按照定义的那种可能命题,而是在实事命题上被证实的那种;因为已经表明,在第一格中当大前提被取为否定实事前提时,推导出的正是这样的结论。如果这是如此,那么结论由于是全称否定实事命题也就能够换位;否则就不能。

语法注4 条
  1. 2.139ὡς φανεροῦ δῆλον ὅτι ὄντος, εἰ ἀμφότεραι εἶεν καταφατικαί, μηδὲν συναχθήσεσθαι συλλογιστικῶς

    独立属格结构 ὡς φανεροῦ... ὄντος 表示理由(“由于显然明了……”)。其内部嵌套了 δῆλον ὅτι、条件从句 εἰ ἀμφότεραι εἶεν καταφατικαί 以及作为其主干内容的不定式短语 μηδὲν συναχθήσεσθαι συλλογιστικῶς。

  2. 2.139τοῦ γὰρ ἀντικειμένου ἢ τῷ ἐνδεχομένῳ συμπεράσματι ἢ τῷ ὑπάρχοντι, εἴ τις ὑπάρχον λέγοι δύνασθαι γίγνεσθαι τὸ συμπέρασμα, ὑποτεθέντος

    独立属格 τοῦ... ἀντικειμένου... ὑποτεθέντος 构成了框架,其中夹置了与格补足成分(ἢ τῷ ἐνδεχομένῳ συμπεράσματι ἢ τῷ ὑπάρχοντι)以及插入的条件从句(εἴ τις ὑπάρχον λέγοι δύνασθαι γίγνεσθαι τὸ συμπέρασμα)。主句则是紧随其后的 συνάγεται ἐν τῷ πρώτῳ σχήματι...。

  3. 2.139τοῦτο δέ, πρὸς ὁποτέρῳ ἂν τὸ ὑπάρχον στερητικὸν τεθῇ

    此处为谓语动词(如 γίνεται 等)省略的紧缩结构:“而这一点,无论否定实事命题针对哪一个[词项]被设定[都成立]”。表明无论否定实事前提作为大前提还是小前提,都会得出相同的结论。

  4. 2.139τοῦτ’ οὖν τὸ ἐνδεχόμενον οὐ τὸ κατὰ τὸν διορισμὸν συνάγεται ἀλλὰ τὸ κατὰ τοῦ ὑπάρχοντος ἀληθευόμενον

    此处对比了 οὐ τὸ κατὰ τὸν διορισμόν(“不是按照定义的那种”)与 ἀλλὰ τὸ κατὰ τοῦ ὑπάρχοντος ἀληθευόμενον(“而是在实事命题上被证实的那种”)。前者指《前分析篇》1.13中所定义的严格的双向偶然(既非必然亦非实事存在),后者指仅由实事上不属于所推知出来的广义可能(单向可能/非必然性)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:230.25-232.1