- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:229.1-230.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解《前分析篇》37a38,证明第二格中由两个可能前提不能产生推论;他依据结论必须为可能前提的原则,并通过具体的词项(白、人、马等)表明其推导出必然否定命题(以及产生必然肯定和可能命题的其他词项)来论驳所有此类组合。
" Ὅλως δ’ εἰ ἔστι συλλογισμός, δῆλον ὅτι τοῦ ἐνδεχομένου ἂν εἴη." Δείξας, ὅτι μήτε δι’ ἀντιστροφῆς μήτε διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς οἷόν τε δειχθῆναι συλλογιστικὴν οὖσαν τὴν ἐκκειμένην συζυγίαν, νῦν τὸ αὐτὸ τοῦτο δείκνυσι καὶ ἐκ περιουσίας. φησὶ γάρ, ὅτι, εἰ ὅλως συλλογιστικὴ ἡ ἐκκειμένη συζυγία ἐστί, δῆλον ὡς ἐνδεχόμενον ἔσται τὸ συμπέρασμα διὰ τὸ ἀμφοτέρας ἐνδεχομένας εἶναι τὰς προτάσεις. δέδεικται γάρ, ὅτι τὰ ἐξ ἀνάγκης τισὶν ἀκολουθοῦντα συλλογιστικῶς ὅμοιά ἐστι τούτοις, οἷς ἀκολουθεῖ, εἰ δυνατὰ καὶ ἐνδεχόμενα, καὶ αὐτὰ τοιαῦτα, εἰ ἀναγκαῖα ἐκεῖνα, καὶ τὰ ἀκολουθοῦντα ἀναγκαῖα· ἔλαβε γὰρ τοῦτο, ὅτε ἔδειξε δυνατῷ ἀδύνατον μὴ ἀκολουθοῦν. τῷ δὲ διὰ τὸ μηδετέραν τῶν προτάσεων εἰλῆφθαι ἐν τῷ ὑπάρχειν δεῖ προσεκδέξασθαι τὸ ἐξ ἀνάγκης ὑπάρχειν.1 ἔσται οὖν τὸ συμπέρασμα, εἰ συλλογιστικὴ εἴη ἡ ἐκκειμένη συζυγία, ἐνδεχόμενον ἢ καταφατικὸν ἢ ἀποφατικόν· ἀλλ’ οὐδέτερον οἷόν τε· ὥστε οὐκ ἔσται συλλογισμός. ὅτι δὲ οὔτε καταφατικὸν οὔτε ἀποφατικόν, δῆλον ἐκ τοῦ ἂν μὲν λέγωμεν καταφατικὸν γίνεσθαι τὸ συμπέρασμα, δύνασθαι δι’ ὅρων τινῶν δειχθῆναι, ὅτι τὸ ‘οὐκ ἐνδέχεται ὑπάρχειν’ συνάγεται, ὅπερ οὐκ ἔστιν ἀπόφασις ἐνδεχομένη ἡ ἴσον δυναμένη τῇ καταφάσει ἀλλὰ ἐνδεχομένης ἀπόφασις, ἐὰν δὲ λέγωμεν ἀποφατικὸν γίνεσθαι τὸ συμπέρασμα ἐνδεχόμενον, δείκνυσθαι πάλιν διὰ τῶν αὐτῶν ὅρων ἀποφατικὸν μὲν ἀλλ’ οὐκ ἐνδεχόμενον ἀλλ’ ἀναγκαῖον γινόμενον τὸ συμπέρασμα. τὸ δὲ ἀναγκαῖον ἀποφατικὸν δειχθὲν ἀμφοτέρων ἀναιρετικὸν ἔσται, τοῦ τε ἐνδεχομένου καταφατικοῦ καὶ τοῦ ἐνδεχομένου ἀποφατικοῦ. δείκνυσι δὴ τοῦτο οὕτως ἔχον ὅρους λαβὼν ἐπὶ μὲν τοῦ Α λευκόν, ἐπὶ δὲ τοῦ Β ἄνθρωπον, ἐπὶ δὲ τοῦ Γ ἵππον· τὸ γὰρ λευκὸν ἐνδέχεται ἀνθρώπῳ μὲν μηδενί, ἵππῳ δὲ παντί, καὶ ἄνθρωπος ἐξ ἀνάγκης οὐδενὶ ἵππῳ. εἰ δ’ ἐξ ἀνάγκης μηδενί, οὔτε ἐνδέχεται ὑπάρχειν αὐτῷ, οὔτε ἐνδέχεται μὴ ὑπάρχειν, ὃ δείκνυσιν. ὡς γὰρ διότι μὴ δύναται ὑπάρχειν, διὰ τοῦτο ψευδὴς ἡ ἐνδεχομένη κατάφασις, οὕτως ψευδὴς ἔσται καὶ ἡ ἐνδεχομένη ἀπόφασις ἐπ’ αὐτῶν ἡ ‘ἐνδέχεται μηδενὶ ἵππῳ ἄνθρωπον’ λέγουσα, ὅτι ἐξ ἀνάγκης αὐτῷ οὐχ ὑπάρχει· οὐ γὰρ ἐνδέχεται μηδενί, ἀλλ’ ἐξ ἀνάγκης οὐδενὶ ἵππῳ ἄνθρωπος. Ὁμοίως δὲ δειχθήσεται, φησίν, ἀσυλλόγιστος ἡ συζυγία καὶ ἐν ᾗ ἀνάπαλιν εἴληπται τὸ στερητικὸν ἐχούσῃ τὴν μὲν μείζονα καθόλου καταφατικὴν ἐνδεχομένην τὴν δὲ ἐλάττονα καθόλου ἀποφατικὴν ἐνδεχομένην· οὔτε γὰρ δι’ ἀντιστροφῆς οὔτε διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς οἷόν τε αὐτὴν δειχθῆναι συλλογιστικήν. καὶ ὁ ἔλεγχος διὰ τῶν αὐτῶν ὅρων. ἀλλὰ κἂν ἀμφότεραι καθόλου καταφατικαὶ ληφθῶσι, διὰ τῶν αὐτῶν ὅρων δειχθήσεται, ὅτι μὴ οἷόν τέ ἐστιν ἐνδεχόμενον συνάγεσθαι μήτε καθόλου καταφατικὸν ἢ ἀποφατικὸν μήτε κατὰ μέρος· τὸ γὰρ ἐξ ἀνάγκης μηδενὶ δειχθὲν πάντων τῶν ἐνδεχομένων ἀναιρετικόν ἐστιν. ἀλλὰ κἂν ἀμφότεραι [αἱ] ἀποφατικαί. ἀλλὰ κἂν ἡ μὲν καθόλου ἡ δ’ ἐν μέρει ᾖ, ἢ ἀμφότεραι ἐν μέρει καταφατικαὶ οὖσαι ἢ ἀποφατικαὶ ἢ ἐνηλλαγμέναι, οἱ αὐτοὶ ὅροι παρατεθέντες ταῖς τε ἐκκειμέναις προτάσεσιν ἁρμόζουσι καὶ τῷ τοῦ συμπεράσματος ἀναγκαίῳ ἐλέγξουσιν αὐτὰς ἀσυλλογίστους. οὐ χρὴ δὲ ὑπολαμβάνειν ἐν ταῖς ἐκκειμέναις συμπλοκαῖς ἀεὶ συνάγεσθαι καθόλου ἀποφατικὸν ἀναγκαῖον, μή ποτε οἰηθῶμεν συλλογιστικὰς εἶναι τὰς συζυγίας οὐκ ἐνδεχόμενον συναγούσας ἀλλὰ ἀναγκαῖον ἀποφατικόν. ἔστι γὰρ ἐπὶ ἄλλων ὅρων δεῖξαι καὶ τὸ παντὶ ἐξ ἀνάγκης, ὃ παρέλιπεν Ἀριστοτέλης ὡς αὐτάρκως δείξας μὴ συλλογιστικὰς τὰς ἐκκειμένας συζυγίας διὰ τοῦ δεῖν μὲν ἐνδεχόμενον γίνεσθαι τὸ συμπέρασμα ἐπὶ ἐνδεχομέναις προτάσεσιν εὑρίσκεσθαι δ’ ἀναγκαῖον ἀποφατικὸν καθόλου γινόμενον. ἔστι δὲ καὶ ἀναγκαῖον καθόλου καταφατικὸν γινόμενόν ποτε. τοῦ γὰρ ἐξ ἀνάγκης παντὶ ὑπάρχειν ὅροι δεικτικοὶ οἵδε· ἔστω τὸ μὲν Α λευκόν, τὸ δὲ Β ἄνθρωπος, τὸ δὲ Γ γραμματικός· τὸ γὰρ λευκὸν παντὶ ἀνθρώπῳ ἐνδέχεται καὶ ἐνδέχεται μηδενὶ γραμματικῷ, καὶ ἄνθρωπος ἐξ ἀνάγκης παντὶ γραμματικῷ. ὁμοίως, κἂν τὸ κινεῖσθαι παντὶ μὲν ζῴῳ ἐνδέχεσθαι ληφθῇ, μηδενὶ δὲ ἀνθρώπῳ, ἢ ἀνάπαλιν. ἀλλὰ καὶ τοῦ ἐνδέχεσθαι παντὶ ὅροι λευκόν, κινούμενον, ἄνθρωπος· τὸ γὰρ λευκὸν παντὶ κινουμένῳ ἐνδέχεται καὶ μηδενὶ ἀνθρώπῳ, καὶ τὸ κινούμενον ἐνδέχεται παντὶ ἀνθρώπῳ καὶ ἐνδέχεται μηδενί. οὐκ ἀπορίᾳ οὖν ὅρων ἠρκέσθη τὸ ἀναγκαῖον ἀποφατικὸν παραθέμενος μόνον, ἀλλ’ ὡς αὐτάρκως διὰ τῆς ἐκείνου παραθέσεως δεδειγμένου τοῦ εἶναι πάσας ἀσυλλογίστους συζυγίας2 τὰς ἐν δευτέρῳ σχήματι ἐξ ἐνδεχομένων τῶν δύο προτάσεων.
“总的来说,如果有推论,显然它将是关于可能性的。” 在表明了所列出的组合既不能通过换位也不能通过向不可能的化归被表明是能够得出推论的之后,现在[亚里士多德]从论证的充裕出发也表明了这同一件事情。因为他说,如果总的来说所列出的组合能够得出推论,显然由于两个前提都是可能前提,结论也将是可能前提。因为已经表明,在推论中必然随某些事物而来的事物,与其所随之而来的事物是相似的:如果它们是可能的和偶然的,其自身也是如此;如果那些事物是必然的,随之而来的事物也是必然的;因为当他表明不可能的结果不随可能的前提而来时,他就取了这一点。而对于“由于两个前提都没有在实事存在中被取”这一文句,必须补充理解为“在必然存在中”。因此,如果所列出的组合能够得出推论,结论将是可能前提,或者是肯定的,或者是否定的;但这二者都不可能;因此不会产生推论。至于它既非肯定亦非否定,从以下事实是显然的:如果我们一方面说结论成为肯定前提,那么就可以通过某些词项表明推导出的是“不可能存在”,这并不是与肯定效力相等的可能否定,而是可能性的否定;另一方面如果我们说结论成为否定可能前提,那么通过同样的词项又会表明结论虽然是否定的,但不是可能的,而是必然的。而必然否定前提一旦被表明,将同时破坏肯定的可能前提与否定的可能前提二者。于是他通过取以下词项表明此种情况确实如此:Α取白色,Β取人,Γ取马。因为白可能不属于任何人,但可能属于一切马,而人必然不属于任何马。但如果必然不属于任何,它既不可能属于它,也不可能不属于它,这正是他所表明的。因为正如由于它不能属于,可能肯定前提因此是虚假的一样,说“人可能不属于任何马”的可能否定前提在它们的情况下同样也是虚假的,因为人必然不属于它;因为人并不是可能不属于任何马,而是必然不属于任何马。 他说,在以相反方式取否定前提的组合中,即大前提为全称肯定可能前提而小前提为全称否定可能前提的组合中,同样将被表明是不能得出推论的;因为既不能通过换位也不能通过向不可能的化归表明它是能够得出推论的。而反驳则是通过相同的词项[做出的]。然而即使两个前提都被取为全称肯定前提,通过相同的词项也将表明不可能推导出可能前提,无论是全称的肯定或否定,还是特称的;因为表明必然不属于任何,破坏了所有可能前提。即使两个前提都是否定前提也是如此。再者,即使一个前提是全称而另一个是特称,或者两个都是特称前提,无论是肯定的、否定的还是交替的,列出的相同词项既适合于所设的前提,又将通过结论的必然性反驳它们是不能得出推论的。但不应当认为在所列出的结合中总是推导出全称否定必然前提,免得我们误以为这些组合不是推导出可能前提而是推导出否定必然前提的能得出推论的组合。因为在另外的词项上也可以表明“必然属于一切”,亚里士多德之所以略去这一点,是因为在可能前提下结论本应当成为可能前提,却发现成为全称否定必然前提,通过这一点他已经充分地表明了所列出的组合是不能得出推论的。而且有时也会产生全称肯定必然前提。因为表明必然属于一切的词项如下:设Α为白色,Β为人,Γ为有文法的。因为白色可能属于一切人,可能不属于任何有文法的,而人必然属于一切有文法的。同样,即使被运动被取为可能属于一切动物,但可能不属于任何人,或者反过来也是如此。此外,“可能属于一切”的词项是:白色、被运动的、人;因为白色可能属于一切被运动的,可能不属于任何人,而被运动的可能属于一切人,也可能不属于任何人。因此,他并非由于词项的匮乏而仅满足于列出否定必然前提,而是认为通过列出那一个前提,就已经充分证明了第二格中由两个可能前提构成的所有组合都是不能得出推论的。
- 2.138τῷ δὲ διὰ τὸ μηδετέραν τῶν προτάσεων εἰλῆφθαι ἐν τῷ ὑπάρχειν δεῖ προσεκδέξασθαι τὸ ἐξ ἀνάγκης ὑπάρχειν
与格短语 τῷ δὲ διὰ τὸ... εἰλῆφθαι ἐν τῷ ὑπάρχειν 充当非人称动词 δεῖ 所支配的不定词 προσεκδέξασθαι(“附加理解/补充解释”)的对象。这表明对于亚里士多德的原话“由于两个前提都没有在实事存在中被取”,必须在理解上补充其宾格成分 τὸ ἐξ ἀνάγκης ὑπάρχειν(“必然存在/必然属于”)。
- 2.138ὡς αὐτάρκως διὰ τῆς ἐκείνου παραθέσεως δεδειγμένου τοῦ εἶναι πάσας ἀσυλλογίστους συζυγίας
这是由 ὡς 引导、结合中性单数属格完成时被动态分词 δεδειγμένου 及其逻辑主语冠词不定词短语 τοῦ εἶναι... 构成的属格绝对结构。它修饰主句动词 ἠρκέσθη(“感到满足”),表示亚里士多德所抱有的主观理由或意图(“认为……已经被充分表明”)。
