- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:21.28-23.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德推论定义中“由于这些事物存在”一句排除了斯多亚学派的“无方法得出结论的论证”、需要转译前提的论证以及含有多余前提的论证,并反驳了对使用“设定”一词的隐喻性提出的质疑。
καθόλου γάρ, εἴ τι εἴη συναγόμενον μὲν οὐ μὴν ἐκ τῶν κειμένων ἀλλ’ ἑτέρας προτάσεως προσλήψει, τὸ τοιοῦτον ἀναγκαῖον μὲν ῥηθήσεται, οὐ μὴν συλλογισμὸς ἤδη τοῦτο, ὁποῖοί εἰσι καὶ οἱ ἀμεθόδως περαίνοντες λόγοι παρὰ τοῖς Στωϊκοῖς, οἷον εἰ λέγοι τις ‘τὸ πρῶτον τοῦ δευτέρου μεῖζον, τὸ δὲ δεύτερον τοῦ τρίτου, τὸ ἄρα πρῶτον τοῦ τρίτου μεῖζον’· τοῦτο γὰρ ἀναγκαίως μὲν ἕπεται, οὐ μὴν καὶ συλλογιστικῶς, εἰ μὴ προσληφθείη τις ἔξωθεν πρότασις ἡ λέγουσα ‘τὸ τοῦ μείζονος μεῖζον καὶ τοῦ ἐλάττονος ἐκείνου μεῖζόν ἐστι’. τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῷ πρώτῳ τῶν Εὐκλείδου Στοιχείων θεώρημα τὸ “ἥδε τῇδε ἴση· ἀλλὰ καὶ ἥδε τῇδε· καὶ ἥδε ἄρα τῇδε ἴση”. καὶ γὰρ τοῦτ’ ἀληθὲς μέν, ἀλλ’ ἐνδεῖ ἡ καθόλου πρότασις, ἵνα συνάγηται συλλογιστικῶς· ἔστι δὲ αὕτη “τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα”. οὕτως ἔχει καὶ τὸ παρὰ Πλάτωνι ἐν Πολιτείᾳ τὸ “εἰ θεοῦ ἦν παῖς, οὐκ ἦν αἰσχροκερδής, εἰ δὲ αἰσχροκερδής, οὐκ ἦν θεοῦ παῖς· οὐκ ἄρα ἄμφω”. καὶ γὰρ καὶ τοῦτο οὐ διὰ τῶν κειμένων συνάγεται ἀλλὰ προσλήψει καθολικῆς προτάσεως· ἔστι δὲ αὕτη ‘ὧν ἑκατέρῳ τῶν ἀντικειμένων τὸ θατέρῳ ἀντικείμενον ἕπεται, ταῦτα ἀδύνατον ἄμφω ἅμα τῷ αὐτῷ ὑπάρχειν’· ταύτῃ γὰρ τῇ προτάσει οὔσῃ καθόλου προσληφθείσης τῆς ‘τῷ δὲ θεοῦ παῖδα εἶναι καὶ τῷ αἰσχροκερδεῖ ἕπεται ἑκατέρῳ αὐτῶν τὸ ἀντικείμενον θατέρου’, ἐφ’ οἷς συμπέρασμα τὸ ‘οὐκ ἄρα ἄμφω ταῦτα τῷ αὐτῷ’· τῷ μὲν γὰρ θεοῦ παῖδα εἶναι ἕπεται τὸ ἀντικείμενον τῷ αἰσχροκερδεῖ (αὕτη γὰρ ἀπόφασις αὐτοῦ), τῷ δὲ αἰσχροκερδεῖ πάλιν ἡ ἀπόφασις τοῦ θεοῦ παῖδα εἶναι. καὶ ὅλως τοιοῦτον τὸ εἶδός ἐστι τῶν λόγων, οὓς οἱ νεώτεροι λέγουσιν ἀμεθόδως περαίνοντας, οἷόν ἐστι καὶ τὸ ‘ἡμέρα ἐστίν· ἀλλὰ καὶ σὺ λέγεις, ὅτι ἡμέρα ἐστίν· ἀληθεύεις ἄρα’· οὐ γὰρ συλλογισμὸς τοῦτο· ἔσται δὲ προστεθείσης καθόλου προτάσεως τῆς ‘ὁ τὸ ὂν εἶναι λέγων ἀληθεύει’, ἢ προστεθείσης τῆς ‘ὁ δὲ ἡμέρας οὔσης ἡμέραν εἶναι λέγων τὸ ὂν εἶναι λέγει’· συμπέρασμα γὰρ ἐπὶ τοῖς κειμένοις ‘ὁ ἄρα ἡμέρας οὔσης ἡμέραν εἶναι λέγων ἀληθεύει’. διά τε οὖν τοὺς λόγους τοὺς μονολημμάτους καὶ διὰ τοὺς ἀμεθόδως περαίνοντας πρόσκειται τὸ τῷ ταῦτα εἶναι, καὶ ἔτι διὰ τοὺς μὴ ἔχοντας κυρίας προτάσεις ἀλλ’ ὀφείλοντας εἰς ἐκείνας μεταληφθῆναι, ἵνα γένωνται συλλογιστικοί, ὡς ἔχει ὁ λόγος ὁ λέγων ‘μὴ οὐσίας ἀναιρουμένης οὐκ ἀναιρεῖται οὐσία· τῶν δὲ μερῶν τῆς οὐσίας ἀναιρουμένων ἀναιρεῖται οὐσία· τὰ μέρη ἄρα τῶν οὐσιῶν οὐσίαι’, οὗ καὶ αὐτὸς ἐπὶ τέλει τοῦ λόγου μνημονεύει· οὐ γὰρ τῷ ταῦτα εἶναι τὸ συμπέρασμα, ἀλλὰ δεῖ μεταληφθῆναι τὰς προτάσεις. παραιτοῖντο δ’ ἂν διὰ τῆς προσθήκης ταύτης καὶ οἱ παρέλκον τι προσκείμενον ἔχοντες,1 ὡς εἶπον, ἐν οἷς ἐστι τῶν σοφισμάτων τὰ τὸ μὴ αἴτιον αἰτιώμενα. Πειρῶνται δέ τινες καὶ τὸ τεθέντων2 ὡς μὴ δεόντως εἰρημένον συκοφαντεῖν λέγοντες τὴν θέσιν ἐπὶ σωμάτων λέγεσθαι κυρίως τῶν τόπον κατεχόντων, ἀσώματον δὲ εἶναι τὸν λόγον, μὴ δεῖν δὲ μηδὲ κατ’ αὐτὸν τὸν Ἀριστοτέλη μεταφοραῖς ἐν τοῖς ὁριστικοῖς λόγοις κεχρῆσθαι. ἀλλ’ οὗτοί γε ἐοίκασι τὴν αἰτίαν ἀγνοεῖν, δι’ ἣν οὐ χρὴ μεταφοραῖς ἐν τοῖς ὁριστικοῖς λόγοις κεχρῆσθαι· ἔστι δὲ αὕτη, ὅτι ἀσαφεστέρους τοὺς λόγους συμβαίνει γίνεσθαι, ὥστε τὰς τοιαύτας χρὴ μεταφορὰς φυλάττεσθαι καὶ τότε. ὅταν δὲ ἡ μεταφορὰ διὰ συνήθειαν γνωριμωτέρα τῶν κυρίως λεγομένων ᾖ, οὐκέτι ἂν ὁ ταύτῃ χρώμενος ἁμαρτάνοι. πλήρης δὲ ἡ συνήθεια τῆς προειρημένης μεταφορᾶς. διὸ καὶ Πλάτων ὡς ἐναργεῖ αὐτῇ ἐν Θεαιτήτῳ χρῆται λέγων “θὲς δή μοι κήρινον ἐκμαγεῖον ἐν τῇ ψυχῇ”.
因为一般而言,如果某物被推导出来,却不是从所设定的事物中,而是通过附加采纳另一个前提,那么这样之物固然将被称作是必然的,但这绝非已经是推论;在斯多亚派那里那些无方法地得出结论的论证也是这一类,例如有人说:“第一个大于第二个,而第二个大于第三个;因此第一个大于第三个”;因为这固然必然地跟随,却不是推论性地跟随,除非从外部附加采纳某个说“大于较大者的,也大于小于那个者的”前提。在欧几里得《几何原本》第一卷中的定理也是这样的:“这等于这;但这也等于这;因此这也等于这”。因为这固然也是真的,但若要推论性地推导出来,它就缺少全称前提;而这个前提就是“等于同一事物的那些事物彼此也相等”。在柏拉图《国家篇》中的论述也是如此:“如果他是神的儿子,他就不是贪图卑鄙之利的;如果他是贪图卑鄙之利的,他就不是神的儿子;因此并非两者〔皆是〕”。因为这也不是通过所设定的事物被推导出来的,而是通过附加采纳全称前提;而这个前提就是“对于互相对立的事物中的每一个,如果另一个的对立面都跟随于它,那么这两者就不可能同时属于同一个事物”;因为在这条作为全称的前提之下,附加采纳了“对于作为神的儿子和作为贪图卑鄙之利者,它们两者中的每一个都跟随有另一个的对立面”,在这些前提之上便得出结论:“因此这两者并不属于同一个事物”;因为跟随作为神的儿子的,是与贪图卑鄙之利相对立的事物(因为这就是后者的否定),而跟随贪图卑鄙之利者的,又是作为神的儿子的否定。一般而言,较晚近的人们所说的无方法地得出结论的那些论证就是这种类型,例如“现在是白天;但你也说现在是白天;因此你说得对”;因为这不是推论;但如果补充了全称前提“说存在者存在的人说得对”,或者补充了“在是白天时说是白天的人,是在说存在者存在”,它就会成为推论;因为基于所设定的事物,结论是“因此在是白天时说是白天的人说得对”。因此,既由于单前提的论证,也由于无方法地得出结论的论证,才补充了“由于这些事物存在”,此外还由于那些不具有本然的前提,而是为了成为推论性的必须被转译为那些前提的论证,例如说“当非实体被毁灭时,实体不被毁灭;但当实体的部分被毁灭时,实体被毁灭;因此实体的部分是实体”这一论证就是如此,他在论述的末尾自己也提到了这一论证;因为结论并非“由于这些事物存在”,而是诸前提必须被转译。而且通过这一补充,正如我所说,那些含有某种多余附加成分的论证也会被排除,其中有诡辩中那些以非原因为原因者。 而某些人甚至试图指责“设定”一词是不恰当的表述,声称“设定[放置]”本义上是就占据场所的物体而言的,而论证是非物体的,并且即便按照亚里士多德自己,在定义性言说中也不应当使用隐喻。但这些人似乎并不知道在定义性言说中不应当使用隐喻的原因;而原因就在于,结果会导致言说变得更加不明晰,所以即便在那种情况下应当防范的也是此类隐喻。而当隐喻由于习惯而比本义所说的词语更加为人熟知时,使用它的人就不再是犯错了。而上述隐喻在习惯中俯拾皆是。因此柏拉图在《泰阿泰德篇》中也将其作为显明之物来使用,说:“那么请替我在灵魂中设定一块蜡制印模吧”。
- 1.7παραιτοῖντο δ’ ἂν διὰ τῆς προσθήκης ταύτης καὶ οἱ παρέλκον τι προσκείμενον ἔχοντες
动词 παραιτοῖντο(παραιτέομαι 的现在时愿望语气中动相第三人称复数)对其主语 οἱ ... ἔχοντες[λόγοι](“带有赘余附加成分的论证”)具有被动意义,表示“将被排除/被驳回”。虽然在语法上也可以作中动相主动义理解为“人们将予以拒绝”,但鉴于带有冠词的分词短语明确作为主格主语出现,将其作被动义理解最为自然。
- 1.7τὸ τεθέντων
中性单数定冠词 τό 置于不定过去时被动分词属格复数 τεθέντων 之前,将亚里士多德定义中的该词以引语形式名词化,作为不定词 συκοφαντεῖν 的直接宾语。
- 1.7ταύτῃ γὰρ τῇ προτάσει οὔσῃ καθόλου προσληφθείσης τῆς ‘τῷ δὲ θεοῦ παῖδα εἶναι...’
与格短语 ταύτῃ ... τῇ προτάσει 由复合分词 προσληφθείσης 中的前缀 πρός 所支配,而 προσληφθείσης τῆς [προτάσεως] 则构成独立属格结构。整个句子的结构为:“当‘……’这一前提附加采纳于这条作为全称的前提时”。
未在正文中定位
