← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§227.10-228.37

第二格中两可能前提推论的不成立与证明失效

关于亚里士多德论证第二格中由两个可能前提构成的组合不能得出推论(37a32),亚历山大考察了通过换位法和归谬法均无法证明的缘由,并对亚里士多德“假定Β可能属于一切Γ”这一文句提出了两种不同的构想与解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.137

" Τούτου δὲ δειχθέντος κείσθω τὸ Α τῷ μὲν Β ἐνδέχεσθαι μηδενὶ τῷ δὲ Γ παντί." Δείξας, ὅτι μὴ ἀντιστρέφει ἡ καθόλου ἀποφατικὴ ἐνδεχομένη, δείκνυσιν ἐφεξῆς, ὃ προεῖπεν, ὅτι ἐν δευτέρῳ σχήματι ἐκ δύο ἐνδεχομένων προτάσεων οὐδεὶς γίνεται συλλογισμός. ἐκτίθεται δὲ συζυγίαν πρώτην, ἐν ᾗ ἡ μὲν μείζων καθόλου ἐνδεχομένη ἀποφατική ἐστιν, ἡ δὲ [ἡ] ἐλάττων καθόλου ἐνδεχομένη καταφατική· ὅτι γὰρ ἐκ δύο καταφατικῶν μηδὲν συνάγεται, δῆλον ὂν ὡς γνώριμον παρέλιπε. φησὶ δὴ τὴν ἐκκειμένην συζυγίαν ἀσυλλόγιστον εἶναι. μήτε γὰρ δι’ ἀντιστροφῆς δύνασθαι δειχθῆναι· γίνεσθαι μὲν γὰρ ἐν τούτῳ τῷ σχήματι καὶ ταῖς τοιαύταις συζυγίαις τῆς ἀποφατικῆς ἀντιστρεφομένης τὸ πρῶτον σχῆμα, δεδεῖχθαι δὲ τὴν ἐνδεχομένην ἀποφατικὴν μὴ ἀντιστρέφουσαν αὑτῇ. ἀλλὰ μηδὲ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, δι’ ἧς ἐδείκνυντο αἱ μὴ δι’ ἀντιστροφῆς δυνάμεναι τῶν συζυγιῶν δείκνυσθαι, ὅτι εἰσὶ συνακτικαί.1 ἐὰν γὰρ ᾖ τὸ Α τῷ μὲν Β ἐνδεχόμενον μηδενί, τῷ δὲ Γ ἐνδεχόμενον παντί, ἔπειτα βουλόμενός τις δεῖξαι συναγόμενον τὸ Β τῷ Γ ἐνδέχεσθαι μηδενὶ τὸ ἀντικείμενον αὐτοῦ λάβῃ (τοῦτο δ’ ἐστὶ τὸ ‘οὐκ ἐνδέχεται μηδενί’, ὃ μετέλαβεν αὐτὸς εἰς τὸ καθόλου καταφατικὸν ἀναγκαῖον), οὐδὲν συμβαίνει ψεῦδος. τεθέντος γὰρ τοῦ Β παντὶ τῷ Γ ἐνδέχεσθαι ὑπάρχειν εἴρηκεν ἀντὶ τοῦ ‘τεθέντος γὰρ καὶ ὑποτεθέντος τοῦ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχειν’. οὐ γὰρ δύναται ὡς ἀντικείμενον τῷ ἐνδέχεσθαι τὸ Β τῷ Γ μηδενὶ τὸ ἐνδέχεσθαι παντὶ τὸ Β τῷ Γ ληφθὲν ὑποτεθῆναι· ταὐτὸν γάρ ἐστιν αὐτῷ, ἀλλ’ οὐκ ἀντικείμενον. οὐδὲ ἡ καθόλου δὲ καταφατικὴ ἀναγκαία, ἣν εἰληφέναι δοκεῖ, ἀντίκειται τῇ ἐνδεχομένῃ καθόλου ἀποφατικῇ· ὥστ’ οὐδ’, εἰ εἰς τὸ ἀναγκαῖον καθόλου μεταληφθείη τὸ ἐνδεχόμενον, ὡς ἡμεῖς μετειλήφαμεν, οὐδ’ οὕτως τὸ ἀντικείμενον ἔσται λαμβάνων καὶ ὑποτιθείς, ὃ ἐν ταῖς εἰς ἀδύνατον ἀπαγωγαῖς χρὴ ποιεῖν. ἔοικε μὲν οὖν ἐκ περιουσίας τὸ καθόλου καταφατικὸν ἀναγκαῖον λαβὼν ὡς ἀντικείμενον τῷ καθόλου ἀποφατικῷ ἐνδεχομένῳ δεικνύναι μηδὲν ἀδύνατον ἑπόμενον· εἰ γὰρ τῆς ἐλάττονος καθόλου καταφατικῆς ἀναγκαίας τεθείσης οὐδὲν ἀδύνατον συνάγεται, πολὺ πλέον ὅτι οὐδὲν ἀδύνατον συναχθήσεται ἐπὶ μέρους αὐτῆς οὔσης καταφατικῆς ἀναγκαίας. καὶ γὰρ τοῦ ἐπὶ μέρους καταφατικοῦ ἀναγκαίου ὑποτεθέντος, ὅ ἐστιν ἀντικείμενον τῷ ὑποτεθέντι συμπεράσματι, ὁμοίως, ὅτι μηδὲν ἀδύνατον συνάγεται, δείκνυται. εἰ γὰρ εἴη τὸ μὲν Β ἢ παντὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχον ἢ τινί, εἴη δὲ κείμενον καὶ τὸ Α τῷ Β ἐνδέχεσθαι μηδενί, γίνεται ἐν πρώτῳ σχήματι συζυγία τὴν μείζονα ἐνδεχομένην ἔχουσα πρότασιν ἀποφατικὴν τὴν δὲ ἐλάττονα ἀναγκαίαν· ἐν δὲ ταῖς οὕτως ἐχούσαις συζυγίαις ἐνδεχόμενον γίνεται τὸ συμπέρασμα. συναχθήσεται οὖν τὸ Α ἐνδέχεσθαι ἢ μηδενὶ τῷ Γ ἢ τινὶ μή. εἰ μὲν γὰρ εἴη ἡ ΒΓ ἀναγκαία καθόλου καταφατικὴ εἰλημμένη, ὡς αὐτὸς ὑπέθετο, ἔσται καθόλου ἀποφατικὸν ἐνδεχόμενον τὸ συμπέρασμα τὸ τὸ Α τῷ Γ ἐνδέχεσθαι μηδενί, ὃ οὐκ ἔστιν ἀδύνατον· ἔκειτο γὰρ ἐνδέχεσθαι αὐτῷ παντί. εἰ δ’ ἐπὶ μέρους καταφατικὴ ἡ ΒΓ εἴη ἀναγκαία, ἐπὶ μέρους ἀποφατικὸν πάλιν ἐνδεχόμενον τὸ συμπέρασμα. οὐδ’ οὕτως δὲ ἀδύνατον τὸ συναγόμενον· ἔκειτο γὰρ τὸ Α ἐνδέχεσθαι παντὶ τῷ Γ· τὸ δὲ ἐνδεχόμενον παντὶ ἐνδέχεται καὶ μηδενὶ ἐκείνῳ καὶ τινὶ μή. ἂν μέντοι τὸ ‘οὐκ ἐνδέχεται παντί’ εἰς τὸ ἐξ ἀνάγκης τινὶ μὴ μεταληφθῇ, καθ’ οὗ καὶ αὐτοῦ ἀληθῶς κατηγορεῖται, καὶ ἀσυλλόγιστος ἡ συμπλοκή· γίνεται γὰρ ἡ ἐλάττων ἐν πρώτῳ σχήματι ἀποφατικὴ ἐπὶ μέρους ἀναγκαία. δύναται καὶ τὸ τεθέντος γὰρ τοῦ Β παντὶ τῷ Γ ἐνδέχεσθαι ὑπάρχειν ὡς τὸ γινόμενον συμπέρασμα ἐπὶ τῇ προκειμένῃ συζυγίᾳ λαμβάνων εἰρηκέναι,2 ὃ δεῖ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δειχθῆναι, εἰ οἷόν τέ ἐστι (καὶ εἴη ἂν ἤτοι ἡμαρτημένη ἡ λέξις καὶ ἀντὶ τοῦ ἀποφατικοῦ τὸ καταφατικὸν λαμβάνουσα· ἔδει γὰρ γεγράφθαι τεθέντος γὰρ τοῦ Β παντὶ τῷ Γ ἐνδέχεσθαι μὴ ὑπάρχειν· τοῦτο γὰρ ἂν εἴη γινόμενον συμπέρασμα· ἢ καὶ τὸ καταφατικὸν ὡς ἴσον δυνάμενον τῷ ἀποφατικῷ εἰληφέναι. τούτου δὴ τεθέντος γίνεσθαι συμπεράσματος οὐδὲν ἀδύνατον διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς διὰ τοῦτο συναγόμενον δειχθήσεται· τὸ γὰρ ψεῦδος ἀντὶ τοῦ ἀδυνάτου εἶπε), λαβὼν δὲ τοῦτο μηκέτι τὴν εἰς ἀδύνατον ἀπαγωγὴν τεθεικέναι ὡς γνώριμον. εἰ γὰρ ληφθείη τὸ ἀντικείμενον τῷ ‘ἐνδέχεται μηδενί’, ὅ ἐστιν ‘ἐξ ἀνάγκης τινί’, γίνεται συναγόμενον τὸ ‘ἐνδέχεται τινὶ μὴ τὸ Α τῷ Γ’, ὃ οὐκ ἔστιν ἀδύνατον. καὶ γὰρ παντὶ αὐτῷ ἐνδέχεται (ἔκειτο γὰρ τοῦτο), καὶ ἐνδέχεται μηδενὶ διὰ τὸ ἀντιστρέφειν τὴν ἐνδεχομένην καταφατικήν· εἰ δὲ ἐνδέχεται τὸ Α τῷ Γ μηδενί, δῆλον ὡς οὐκ ἀδύνατον τὸ τὸ Α τινὶ τῷ Γ ἐνδέχεσθαι μὴ ὑπάρχειν.

“在表明了这一点之后,假定Α可能不属于任何Β,但可能属于一切Γ。” 在表明了全称否定可能前提不可换位之后,[亚里士多德]接着表明了他之前所说的事情,即在第二格中,由两个可能前提不能产生任何推论。他列出了第一个组合,在其中大前提是全称否定可能前提,而小前提是全称肯定可能前提;因为由两个肯定前提不能推导出任何东西,这是显而易见且为人熟知的,所以他略去了。于是他说,所列出的组合是不能得出推论的。因为[这]既不能通过换位来表明;因为在这个格和此类组合中,通过否定前提的换位固然产生第一格,但已经表明可能否定前提并不与自身换位。[这]也不能通过化归不可能来表明,那些不能通过换位被表明的组合正是通过化归不可能被表明是能够得出结论的。因为如果Α可能不属于任何Β,但可能属于一切Γ,然后有人想要表明推导出Β可能不属于任何Γ,从而取其对立面(而这就是“并非可能不属于任何”,他自己将其改换为全称肯定必然前提),那么没有任何虚假的结果产生。因为在说“假定Β可能属于一切Γ”时,他是用来代替“因为假定且设定Β必然属于一切Γ”。因为取Β可能属于一切Γ并加以设定,不可能作为Β可能不属于任何Γ的对立面;因为它是与之相同,而非与之对立。而他似乎取作前提的全称肯定必然前提,也并不与全称否定可能前提对立;因此,即使像我们所改换的那样,将可能前提改换为全称必然前提,这样也不会是取了并设定了对立面,而这本是在化归不可能性中应当做的事情。看来,他是为了论证的充裕而取了全称肯定必然前提作为全称否定可能前提的对立面,以此表明没有任何不可能的结果随之而来;因为如果小前提被设定为全称肯定必然前提时没有推导出任何不可能的结果,那么当它作为特称肯定必然前提时,就更不会推导出任何不可能的结果了。实际上,在设定了作为所设结论的对立面的特称肯定必然前提时,同样表明不能推导出任何不可能的结果。因为如果Β或者必然属于一切Γ,或者必然属于某个Γ,并且也假定Α可能不属于任何Β,那么在第一格中就产生了一个大前提为可能否定前提而小前提为必然前提的组合;在这样构成的组合中,结论成为可能前提。因此将推导出Α可能不属于任何Γ,或者可能不属于某个Γ。因为如果像他自己所设定的那样,ΒΓ被取为全称肯定必然前提,结论将是全称否定可能前提,即Α可能不属于任何Γ,而这并不是不可能的;因为原本假定它可能属于它的一切。但如果ΒΓ是特称肯定必然前提,结论就再次是特称否定可能前提。然而即便如此,推导出来的结果也并非不可能;因为原本假定Α可能属于一切Γ;而可能属于一切的,也可能不属于它的任何一个,并且可能不属于某一个。然而,如果“并非可能属于一切”被改换为“必然不属于某个”(它关于这一点本身也被真实地述说),这种结合也是不能得出推论的;因为第一格中的小前提变成了特称否定必然前提。也可以理解为,他是把“假定Β可能属于一切Γ”作为在所提组合中产生的结论来取用并说的,如果有此可能的话,这个[结论]本应通过化归不可能来表明(而文句或者是有误的,取了肯定前提来代替否定前提——因为本应当写为“假定Β可能不属于任何Γ”;因为这才会是产生的结论——,或者他是把肯定前提作为与否定前提具有同等效力来取的。既然这个被设定为产生的结论,那么因此通过化归不可能将被表明推导不出任何不可能的结果;因为他是用虚假来代替不可能说的),并且在取了这一点之后,由于为人熟知,就不再列出化归不可能的过程。因为如果取“可能不属于任何”的对立面,即“必然属于某个”,那么推导出来的就是“Α可能不属于某个Γ”,而这并不是不可能的。因为〔Α〕既可能属于它的一切(因为原本假定如此),而且由于肯定可能前提可换位,它也可能不属于任何;而如果Α可能不属于任何Γ,显然Α可能不属于某个Γ并不是不可能的。

语法注2 条
  1. 2.137ἀλλὰ μηδὲ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, δι’ ἧς ἐδείκνυντο αἱ μὴ δι’ ἀντιστροφῆς δυνάμεναι τῶν συζυγιῶν δείκνυσθαι, ὅτι εἰσὶ συνακτικαί.

    此句承接前文的 μήτε γὰρ διʼ ἀντιστροφῆς δύνασθαι δειχθῆναι,省略了主干动词(如 δύνασθαι δειχθῆναι)。在由 διʼ ἧς 引导的关系从句中,αἱ μὴ διʼ ἀντιστροφῆς δυνάμεναι τῶν συζυγιῶν δείκνυσθαι 作被动动词 ἐδείκνυντο 的主语,并统辖说明从句 ὅτι εἰσὶ συνακτικαί。

  2. 2.137δύναται καὶ τὸ τεθέντος γὰρ τοῦ Β παντὶ τῷ Γ ἐνδέχεσθαι ὑπάρχειν ὡς τὸ γινόμενον συμπέρασμα ἐπὶ τῇ προκειμένῃ συζυγίᾳ λαμβάνων εἰρηκέναι

    作为无人称动词用法的 δύναται 统辖补充不定词 εἰρηκέναι(其逻辑主语为亚里士多德),引文短语 τὸ τεθέντος γὰρ ... ὑπάρχειν 作 εἰρηκέναι 的直接宾语。分词 λαμβάνων 为主格,与 εἰρηκέναι 的逻辑主语一致,并带有补足语 ὡς τὸ γινόμενον συμπέρασμα。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:227.10-228.37