- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:226.11-227.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明了亚里士多德引入特称必然命题以反驳全称可能否定命题换位的目的,并解释了为何通过归谬法的换位证明必定失效。
" Δῆλον οὖν, ὅτι πρὸς τὸ οὕτως ἐνδεχόμενον καὶ μὴ ἐνδεχόμενον, ὡς ἐν ἀρχῇ διωρίκαμεν." Δείξας, ὅτι τῶν κατὰ τὸν διορισμὸν ἐνδεχομένων, τῆς τε καθόλου καταφατικῆς καὶ τῆς καθόλου ἀποφατικῆς, ἀναιρετικαί εἰσιν ἑκατέρας αὐτῶν αἱ δύο ἐπὶ μέρους ἀναγκαῖαι, ἥ τε καταφατικὴ καὶ ἡ ἀποφατική, οὗ χάριν ταύτας ἔδειξε, παρατίθεται. φησὶ γὰρ ἐπὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τῆς γινομένης ἐπὶ τῆς ἀντιστροφῆς τῆς ἐνδεχομένης τῆς κατὰ τὸν διορισμὸν δεῖν ὑποθέντας τὸ μὴ ἐνδέχεσθαι τὸ Β τῷ Α μηδενὶ μεταλαμβάνειν αὐτὸ εἰς τὴν ‘ἐξ ἀνάγκης τινὶ μή’· διὰ τοῦτο γὰρ οὐκ ἦν ἀληθὴς ἡ ἐνδέχεσθαι μηδενὶ ἀλλὰ ἡ ἀπόφασις αὐτῆς ἡ ‘οὐκ ἐνδέχεται μηδενί’ λέγουσα, ὅτι τινὶ ἐξ ἀνάγκης οὐχ ὑπῆρχε τὸ Β τῷ Α. οὐ γὰρ δι’ ἄλλο τι οὔσης ἀληθοῦς τῆς ‘τὸ Α τῷ Β ἐνδέχεται μηδενί’ δύναται ψευδὴς εἶναι ἡ τὸ Β τῷ Α ἐνδέχεσθαι μηδενὶ λέγουσα ἢ διότι τινὶ αὐτῷ ἐξ ἀνάγκης οὐχ ὑπάρχει· εἰ γὰρ διότι τινὶ ἐξ ἀνάγκης ὑπάρχει, οὐδ’ ἂν ἡ τὸ Α τῷ Β ἐνδέχεσθαι μηδενὶ λέγουσα ἀληθὴς εἶναι δύναιτο· εἰ γὰρ τὸ Β τινὶ τῷ Α ἐξ ἀνάγκης, καὶ τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης διὰ τὸ ἀντιστρέφειν τὴν ἀναγκαίαν ἐπὶ μέρους καταφατικήν. οὐ μεταληφθείσης δὲ εἰς τοῦτο τῆς ἀποφάσεως ἀλλὰ εἰς τὴν ἐπὶ μέρους ἀποφατικὴν ἀναγκαίαν (ἦν γὰρ διὰ τοῦτο ἀληθής) οὐδὲν ἀδύνατον ἀκολουθεῖ τῷ τὴν ἀποφατικὴν ἐπὶ μέρους ἀναγκαίαν μὴ ἀντιστρέφειν. οὐδὲ διὰ τῆς εἰς ἀδύνατον ἄρα ἀπαγωγῆς δείκνυται καὶ συνάγεται ἡ καθόλου ἀποφατικὴ ἐνδεχομένη ἀντιστρέφουσα. ὅτι δὲ οὐκ ἀντίκειται τῇ ‘ἐνδέχεται μηδενί’ ἡ ‘ἐξ ἀνάγκης τινί’ οὐδὲ ἴση ἐστὶ τῇ ἀποφάσει αὐτῆς τῇ ‘οὐκ ἐνδέχεται μηδενί’, εἰς ἣν τὴν μετάληψιν ποιεῖται τῆς ‘οὐκ ἐνδέχεται μηδενί’ ὡς ἴσην ὁ βουλόμενος ἀντιστρέφουσαν δεῖξαι τὴν ἀποφατικὴν ἐνδεχομένην δι’ αὐτῆς, δῆλον καὶ ἐκ τοῦ ἅμα ψευδεῖς αὐτὰς γίνεσθαί ποτε. ἐπὶ γὰρ τοῦ ἐξ ἀνάγκης μηδενὶ ὑπάρχοντος ψευδὴς καὶ ἡ ‘ἐνδέχεται μηδενί’, ὅτι μὴ καὶ παντί, καὶ ἡ ‘ἐξ ἀνάγκης τινί’· ψεῦδος γὰρ τὸ τὸ ἄλογον ἐνδέχεσθαι μηδενὶ ἀνθρώπῳ, ἀλλὰ καὶ τὸ ἐξ ἀνάγκης τινὶ αὐτῷ ὑπάρχειν. οὐκέτι δ’ εἰ ἐπὶ τινὸς μὲν τῶν ὑπὸ τὴν ἀπόφασιν προῆλθεν ἡ εἰς ἀδύνατον ἀπαγωγή (ἐπὶ γὰρ τοῦ ἐξ ἀνάγκης τινί), ἐπὶ δὲ τινὸς οὔ, ὡς ἐπὶ τοῦ ἐξ ἀνάγκης τινὶ μή, διὰ τοῦτο οὐδὲν μᾶλλον ἐδείχθη1 ἡ καθόλου ἀποφατικὴ ἐνδεχομένη ἀντιστρέφουσα ἢ οὐκ ἐδείχθη, ἀλλ’ ὅτι μὴ ἐπὶ πάντων, καθ’ ὧν ἡ ἀπόφασις ἀληθής, οὕτως εἶχεν, οὐκέτι ἐδείχθη. τὸ μὲν γὰρ συλλογιστικὸν ἐπὶ πάντων ὁμοίως ἔχειν δεῖ, ἡ δὲ ἔνστασις ἡ πρὸς αὐτὸ ἱκανή, κἂν ἐπὶ τινὸς δειχθῇ.
“因此显而易见,关于按照我们在起初所定义的方式可能与并非可能的事物。” 在证明了按照定义而言的可能命题(无论是全称肯定还是全称否定)中每一者的否定者,乃是两个特称必然命题(即肯定命题与否定命题)之后,他陈述了他为了什么目的证明这些事情。因为他说,在关于按照定义而言的可能命题的换位所进行的归谬法中,假定了Β并非可能不属于任何Α的人,必须将其替换为“必然不属于某些”;因为“可能不属于任何”之所以不真,而其否定命题——即陈述“并非可能不属于任何”的命题——之所以为真,正是由于Β必然不属于某些Α。因为在“Α可能不属于任何Β”为真时,陈述Β可能不属于任何Α的命题能为假,除由于它必然不属于其某些之外不可能由于其他任何原因;因为如果由于它必然属于某些,那么就连陈述Α可能不属于任何Β的命题也不可能为真;因为如果Β必然[属于]某些Α,那么由于特称肯定必然命题的可换位性,Α也必然[属于]某些Β。然而当否定命题并未被替换为此,而是被替换为特称否定必然命题时(因为正是由于此它才为真),从否定特称必然命题不换位这一事实并不会得出任何不可能的结论。因此,即使通过归谬法,全称否定可能命题换位也并未得到证明和推导。而“必然属于某些”既不与“可能不属于任何”相对立,也不等于其否定命题“并非可能不属于任何”——企图证明否定可能命题通过它而换位的人,正是将“并非可能不属于任何”作为等价物替换为此的——,这一点从它们有时同时为假也是显而易见的。因为对于必然不属于任何的事物,“可能不属于任何”是假的(因为并非它也〔可能属于〕所有),并且“必然属于某些”也是假的;因为“无理性的”可能不属于任何人类是假的,但它必然属于其某些也是假的。再者,并不存在这种情况:如果归谬法在该否定命题所包含的某一种情形下得以进行(因为在“必然属于某些”的情形下确实如此),但在另一种情形下却没有(正如在“必然不属于某些”的情形下那样),全称否定可能命题换位就因此既非更得到证明亦非更未得到证明;相反,正因为它并非在否定命题为真的所有情形下都如此成立,它便根本没有得到证明。因为推论性的论证必须在所有情形下都同样成立,而针对它的反驳,哪怕仅在某种情形下被证明出来,也是充分的。
- 2.136οὐκέτι δ’ εἰ ἐπὶ τινὸς μὲν τῶν ὑπὸ τὴν ἀπόφασιν προῆλθεν ἡ εἰς ἀδύνατον ἀπαγωγή ... διὰ τοῦτο οὐδὲν μᾶλλον ἐδείχθη ἡ καθόλου ἀποφατικὴ ἐνδεχομένη ἀντιστρέφουσα ἢ οὐκ ἐδείχθη, ἀλλ’ ὅτι μὴ ἐπὶ πάντων, καθ’ ὧν ἡ ἀπόφασις ἀληθής, οὕτως εἶχεν, οὐκέτι ἐδείχθη.
句子的核心骨架为 οὐκέτι δὲ εἰ ... διὰ τοῦτο οὐδὲν μᾶλλον ἐδείχθη ... ἀλλ’ ὅτι ..., οὐκέτι ἐδείχθη。否定词 οὐκέτι 统摄其后的条件从句,表达“并非如果……就因此算作已被证明”,随后的 ἀλλ’ ὅτι 则引出真正的对比性理由(“而是因为……”)。
