← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§224.28-226.10

全称可能命题的否定与特称必然命题的推论

亚历山大注释亚里士多德《前分析篇》37a17–37a20,论证了特称肯定必然命题与特称否定必然命题两者都否定全称可能肯定及否定命题,从而确立了仅从“并非可能”推导出某一种特定必然命题的谬误性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.134

" Τὸ γὰρ ἐξ ἀνάγκης τινὶ τῷ Α μὴ ὑπάρχον οὐκ ἀληθὲς εἰπεῖν ὡς παντὶ ἐνδέχεται μὴ ὑπάρχειν." ὃ εἶπεν ἀντὶ τοῦ ‘ἐνδέχεται μηδενί’. λαβὼν δέ, ὅτι τῷ ‘οὐκ ἐνδέχεται μηδενί’ ἕπεται καὶ τὸ ἐξ ἀνάγκης τινὶ μή, δείκνυσι, πῶς. ἐπὶ γὰρ τοῦ ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχοντος καὶ ἐξ ἀνάγκης τινὶ ὑπάρχοντος ἀληθές ἐστι τὸ μὴ ἐνδέχεσθαι αὐτῷ μηδενὶ ὑπάρχειν, οἷον εἰ τὸ Β τῷ Α ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχοι, οὐκ ἔστιν ἀληθὲς ἐπ’ αὐτοῦ τὸ τὸ Β ἐνδέχεσθαι τῷ Α μηδενί· τὸ γὰρ παντὶ ἐνδέχεται μὴ ὑπάρχειν ἔλαβεν, ὡς εἶπον, ἀντὶ τοῦ ‘ἐνδέχεται μηδενί’, ὃ καὶ ἀσαφεστέραν τὴν λέξιν ποιεῖ. εἰ δὲ μὴ τοῦτο ἀληθὲς ἐπ’ αὐτοῦ, δῆλον ὡς ἡ ἀπόφασις αὐτοῦ ἡ λέγουσα ‘τὸ Β τῷ Α οὐκ ἐνδέχεται μηδενί’.1 τοῦτο δὲ οὕτως ἔχον δείκνυσι καὶ διὰ τοῦ τὸ καταφατικὸν πάλιν τὸ ἐνδέχεσθαι παντὶ τῷ Α τὸ Β ψεῦδος γίνεσθαι οὐ μόνον, ἂν τῷ Α τὸ Β ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχῃ, ἀλλὰ κἂν ἐξ ἀνάγκης τινὶ αὐτῷ ὑπάρχῃ. εἰ γὰρ εἴη τῷ Α τὸ Β ἐξ ἀνάγκης τινὶ ὑπάρχον, ψεῦδος τὸ ἐνδέχεσθαι παντὶ τῷ Α τὸ Β· οὐ γὰρ καὶ τούτῳ ἐνδέχεται, ᾧ ἐξ ἀνάγκης ὑπάρχει. ὁμοίως δὲ ἔχει καὶ ἡ ‘ἐξ ἀνάγκης τινὶ ὑπάρχει’ πρὸς τὴν ‘ἐνδέχεται παντί’ καὶ ἡ ‘ἐξ ἀνάγκης τινὶ μὴ’ πρὸς τὴν ‘ἐνδέχεται μηδενί’. οὐδὲ ἐπ’ ἐκείνων οὖν ἀληθὴς ἡ ‘ἐνδέχεται μηδενί’ ἀληθοῦς οὔσης τῆς ‘ἐξ ἀνάγκης τινὶ μή’· οὐ γὰρ καὶ τούτῳ ἐνδέχεται μὴ ὑπάρχειν, ᾧ ἐξ ἀνάγκης μὴ ὑπάρχει. ἀληθὴς ἄρα ἐπ’ αὐτῆς ἔσται ἡ ἀπόφασις αὐτῆς ἡ ‘οὐκ ἐνδέχεται μηδενί’. ὥστε οὐκ ἐπὶ τῆς ‘ἐξ ἀνάγκης τινὶ’ μόνης ἀληθὴς ἡ ‘οὐκ ἐνδέχεται μηδενί’, ἀλλὰ καὶ ἐπὶ τῆς ‘ἐξ ἀνάγκης τινὶ μή’· ἀμφότερα γάρ, τό τε ἐξ ἀνάγκης τινὶ καὶ τὸ ἐξ ἀνάγκης τινὶ μή, ἀναιρετικά ἐστιν ἑκατέρας ἐνδεχομένης καθόλου, τῆς τε ‘ἐνδέχεται παντί’ καὶ τῆς ‘ἐνδέχεται μηδενί’. διὸ καὶ ἡ ἑκατέρου τούτων ἀπόφασις ἀληθὴς ὁποτερουοῦν ἐκείνων ἀληθοῦς ὄντος.

“因为对于必然不属于某些Α的事物,说它可能不属于所有并非是真的。” 他说这句话是用来代替“可能不属于任何”。而在设定了伴随“并非可能不属于任何”的也有“必然不属于某些”之后,他指出了如何如此。因为对于必然不属于某些和必然属于某些的事物而言,它并非可能不属于任何是真的,正如如果Β必然不属于某些Α,关于它而言,Β可能不属于任何Α就不是真的;因为正如我所说,他将“可能不属于所有”取来代替“可能不属于任何”,这也使措辞变得更为晦涩。如果关于它这一点不是真的,显然它的否定命题,即陈述“Β并非可能不属于任何Α”的命题[是真的]。而他通过另一方面作为肯定命题的“Β可能属于所有Α”之所以变假,不仅是在Β必然不属于某些Α的情况下,而且也是在它必然属于其某些的情况下,来表明这一点也是如此成立的。因为如果Β必然属于某些Α,那么Β可能属于所有Α就是假的;因为对于它所必然属于的事物,它并非也是可能属于的。而“必然属于某些”相对于“可能属于所有”的关系,与“必然不属于某些”相对于“可能不属于任何”的关系是相同的。因此,在“必然不属于某些”为真时,关于那些事物,“可能不属于任何”也不是真的;因为对于它所必然不属于的事物,它并非也是可能不属于的。因此,关于它而言,它的否定命题“并非可能不属于任何”将是真的。以至于“并非可能不属于任何”不仅在“必然属于某些”的情况下为真,而且在“必然不属于某些”的情况下也为真;因为两者,即“必然属于某些”和“必然不属于某些”,都否定着每一个全称可能命题,即“可能属于所有”和“可能不属于任何”。因此,当那些命题中的无论哪一个为真时,这两者中每一个的否定命题也都是真的。

§2.135

"Εἰ οὖν τις ἀξιοίη, ἐπεὶ οὐκ ἐνδέχεται τὸ Γ τῷ Δ παντὶ ὑπάρχειν, ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχειν αὐτό, ψεῦδος ἂν λαμβάνοι." Λαβών, ὅτι τῷ ἐξ ἀνάγκης τινὶ μὴ οὐχ ἕπεται τὸ ‘ἐνδέχεται παντί’, ἀλλὰ δῆλον ὅτι ἡ ἀπόφασις αὐτοῦ ἡ ‘οὐκ ἐνδέχεται παντί’, φανερὸν ποιεῖ δι’ αὐτοῦ, ὅτι μὴ πάντως ἡ ‘οὐκ ἐνδέχεται παντί’ ἀληθής ἐστιν ἐπὶ τῆς ‘ἐξ ἀνάγκης τινὶ μή’· γίνεσθαι γὰρ ἀληθὴς δέδεικται καὶ ἐπὶ τῆς ‘ἐξ ἀνάγκης τινί’. ὥστε ἔσονται ἀντικείμεναι τῇ ‘ἐνδέχεται παντί’ αἱ δύο ἐπὶ μέρους ἀναγκαῖαι, ἥ τε καταφατικὴ καὶ ἡ ἀποφατική. εἰ γοῦν ὑποκείμενον εἴη τὸ Γ τῷ Δ παντὶ μὲν ὑπάρχειν, τινὶ δ’ αὐτοῦ ἐξ ἀνάγκης, οὐκ ἀληθὴς μὲν ἐπ’ αὐτοῦ ἡ λέγουσα ‘τὸ Γ τῷ Δ ἐνδέχεται παντί’, οὐ μήν, διότι ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχει, οὐκ ἀληθής, ἀλλ’ ὅτι ἐξ ἀνάγκης τινὶ ὑπάρχει. οὐκ ἀργῶς δὲ ἔλαβε τὸ τὸ Γ τῷ Δ παντὶ μὲν ὑπάρχειν, ἐξ ἀνάγκης δὲ αὐτῷ τινί, καὶ διὰ τοῦτο ψευδῆ εἶναι τὴν λέγουσαν τὸ Γ τῷ Δ παντὶ ἐνδέχεσθαι, ἀλλ’ ἐπεὶ διὰ τοῦτο λέγει2 τὴν ἐνδεχομένην ἀποφατικὴν τὴν ἐν τῇ ἀντιστροφῇ λαμβανομένην τὴν λέγουσαν τὸ Β τῷ Α ἐνδέχεσθαι μηδενὶ ψευδῆ εἶναι, διότι οὐδενὶ μὲν αὐτῷ ὑπάρχει, ἐξ ἀνάγκης δὲ τινὶ αὐτῷ οὐχ ὑπάρχει. ὡς γὰρ τὸ ἐνδεχόμενον καταφατικὸν καθόλου ψεῦδος γίνεται, κἂν παντὶ μὲν ὑπάρχῃ, τινὶ δὲ ἐξ ἀνάγκης, οὕτως καὶ τὸ ἐνδεχόμενον ἀποφατικὸν καθόλου ψεῦδος, κἂν μηδενὶ αὐτῷ ὑπάρχῃ, ἐξ ἀνάγκης δὲ αὐτοῦ τινὶ μή. γίνονται δὴ ἀναιρετικαὶ τῆς ‘ἐνδέχεται παντί’ οὐχ ἡ ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχειν λέγουσα μόνη ἀλλὰ καὶ ἡ ἐξ ἀνάγκης τινὶ ὑπάρχειν τιθεῖσα, ὡς ἐδείχθη. εἰ δὲ ταύτην ἀναιροῦσιν αἱ δύο, καὶ τὴν ‘ἐνδέχεται μηδενί’ ἴσην οὖσαν ταύτῃ καὶ ἀντιστρέφουσαν αὐτῇ ἀναιρήσουσιν αἱ αὐταὶ δύο, οὐχ ἡ ἐξ ἀνάγκης τινὶ ὑπάρχειν λέγουσα μόνη ἀλλὰ καὶ ἡ ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχειν· ἀλλ’ ἐπειδὴ ἴσον μὲν δύναται ἡ ‘ἐνδέχεται μηδενί’ τῇ ‘ἐνδέχεται παντί’, ἐκείνην δὲ ἐδείχθησαν αἱ δύο ἀναιροῦσαι, δῆλον ὅτι καὶ τὴν ‘ἐνδέχεται μηδενί’ αἱ αὐταὶ δύο ἀναιρήσουσι.

“因此,如果有人因为Γ并非可能属于所有Δ,就主张它必然不属于某些,他所设定的就是假的。” 在假定了伴随“必然不属于某些”的并不是“可能属于所有”,而显然是其否定命题“并非可能属于所有”之后,他通过这一论述表明,“并非可能属于所有”并非总是在“必然不属于某些”的情况下为真;因为已经证明它在“必然属于某些”的情况下也会变真。以至于与“可能属于所有”相对立的将是两个特称必然命题,即肯定命题和否定命题。无论如何,如果假定了Γ属于所有Δ,但必然属于其某些,那么关于它而言,陈述“Γ可能属于所有Δ”的命题便不是真的,然而它不是真的并不是由于它必然不属于某些,而是由于它必然属于某些。他并非毫无意义地假定了Γ属于所有Δ但必然属于其某些,并因此使得陈述Γ可能属于所有Δ的命题为假,而是因为基于这一点,他说在换位中所假定的可能否定命题,即陈述Β可能不属于任何Α的命题之所以为假,是因为它不属于其任何,但必然不属于其某些。因为正如全称可能肯定命题变假,即使它属于所有但必然属于某些,同样全称可能否定命题也是假的,即使它不属于其任何,但必然不属于其某些。正如所证明的那样,否定“可能属于所有”的命题不仅是陈述必然不属于某些的命题,而且也是设定必然属于某些的命题。如果这两个命题否定此命题,那么否定与此等价且与此换位的“可能不属于任何”的,也将是同样的这两个命题,即不仅是陈述必然属于某些的命题,而且也是陈述必然不属于某些的命题;但是既然“可能不属于任何”与“可能属于所有”效力相当,并且已经证明那两个命题否定后者,显然同样的这两个命题也将否定“可能不属于任何”。

语法注2 条
  1. 2.134δῆλον ὡς ἡ ἀπόφασις αὐτοῦ ἡ λέγουσα ‘τὸ Β τῷ Α οὐκ ἐνδέχεται μηδενί’

    在 ὡς 从句内部,谓语(ἀληθής ἐστιν)根据上下文被省略。通过与前文 εἰ δὲ μὴ τοῦτο ἀληθὲς ἐπ’ αὐτοῦ(“如果关于它这一点不是真的”)相对比,应补充理解该否定命题为真。

  2. 2.135οὐκ ἀργῶς δὲ ἔλαβε τὸ τὸ Γ τῷ Δ παντὶ μὲν ὑπάρχειν, ἐξ ἀνάγκης δὲ αὐτῷ τινί, καὶ διὰ τοῦτο ψευδῆ εἶναι τὴν λέγουσαν τὸ Γ τῷ Δ παντὶ ἐνδέχεσθαι, ἀλλ’ ἐπεὶ διὰ τοῦτο λέγει

    οὐκ ἀργῶς... ἀλλ’ ἐπεί... 的呼应句式(“他并非无意义地设定了……,而是因为……”)。前半部分通过双重冠词 τὸ τὸ Γ... 将整个命题内容实质化为宾格短语,后半句中的 διὰ τοῦτο 则前引了后随的因果 διότι 从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:224.28-226.10