- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:223.30-224.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了通过归谬法证明全称否定可能命题换位之所以失败的原因。他指出,“可能不属于任何”的矛盾否定命题不仅可以由“必然属于某些”使其为真,也可以由“必然不属于某些”使其为真;若置换为后者,由于特称否定必然命题不能换位,便不会得出不可能的结论。
τῇ δὲ τοῦ ἑτέρου ἀναιρέσει ἐκείνων ἀναιρεῖται καὶ θάτερον, ὥστε ἀναιρετικὰ τοῦ ‘ἐνδέχεται μηδενί’ τό τε ἐξ ἀνάγκης τινὶ καὶ τὸ ἐξ ἀνάγκης τινὶ μή, τὸ μὲν ἐξ ἀνάγκης τινὶ καθ’ αὑτό, τὸ δ’ ἐξ ἀνάγκης τινὶ μὴ κατὰ συμβεβηκός, ὅτι ἐστὶν ἀναιρετικὸν τοῦ ‘ἐνδέχεται παντί’, ᾧ ἀναιρουμένῳ συναναιρεῖται καὶ τὸ ‘ἐνδέχεται μηδενί’. εἰ δὲ τοῦτο, καὶ ἡ τοῦ ἐνδέχεσθαι μηδενὶ ἀπόφασις ἡ ‘οὐκ ἐνδέχεται μηδενί’ ἀληθὴς ἔσται οὐ μόνον, ὅτι ἀληθής ἐστιν ἡ ἐξ ἀνάγκης τινὶ λέγουσα, ἀλλὰ καὶ ὅτι ἡ ἐξ ἀνάγκης τινὶ μή· ἀμφότεραι γάρ εἰσιν ἀναιρετικαὶ τῆς ἀντικειμένης αὐτῇ τῆς ‘ἐνδέχεται μηδενί’, ἐπεὶ μηδὲ ταύτης οὔσης ἀληθοῦς τῆς ‘ἐξ ἀνάγκης τινὶ μή’ δυνατὸν ἀληθῆ εἶναι τὴν ‘ἐνδέχεται μηδενί’, ὥστε ὁ ὑποθέμενος τὴν ‘οὐκ ἐνδέχεται μηδενί’ οὐ πάντως ὑποτίθεται αὐτήν, διότι ἐξ ἀνάγκης τινί, ἀλλὰ καὶ ἐξ ἀνάγκης τινὶ μή. ἂν δὴ ὑποκειμένης τῆς ‘οὐκ ἐνδέχεται μηδενὶ τὸ Β τῷ Α’ μεταλάβῃ τις εἰς τὴν ‘ἐξ ἀνάγκης τινὶ μὴ τὸ Β τῷ Α’ οὐδὲν ἔλαττον ἑπομένην αὐτῇ τῆς ‘ἐξ ἀνάγκης τινὶ τὸ Β τῷ Α’, οὐδὲν ἀδύνατον ἀκολουθήσει· οὐ γάρ, εἰ τὸ Β τῷ Α ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχει, ἤδη καὶ τὸ Α τῷ Β ἐξ ἀνάγκης τινὶ οὐχ ὑπάρξει· οὐ γὰρ ἀντιστρέφει ἡ ἐπὶ μέρους ἀποφατικὴ ἀναγκαία. τούτου δὲ ὄντος οὐδὲν ἐδείχθη διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· ὡς γάρ, εἰ τοῦ ζῴου διαιρουμένου εἰς λογικὸν καὶ ἄλογον καὶ ὄντων ζῴων λογικῶν καὶ ἀλόγων λαβών τις τὸ εἶναι ζῷον λέγοι πάντως ἄλογον αὐτὸ εἶναι, ἄτοπον ἐρεῖ καὶ οὐκ ἀληθὲς τῷ ἐνδέχεσθαι λογικὸν αὐτὸ εἶναι οὐδὲν ἧττον τούτου ἢ ἐκείνου τῷ ζῴῳ τεθέντι ἑπομένου, οὕτως καί,1 εἴ τις λαβὼν τὸ ‘οὐκ ἐνδέχεται μηδενί’ μόνον τὸ ἐξ ἀνάγκης τινὶ λέγοι σημαίνειν αὐτό, ἄτοπον ἂν εἴποι· ἐνδέχεται γὰρ ἀληθὲς εἶναι καὶ τὸ ἐξ ἀνάγκης τινὶ μή. καὶ γὰρ ἔοικε κατὰ τοῦτο μόνον μὴ ἀντιστρέφειν ἡ ἐνδεχομένη ἀποφατική· τοῦ γὰρ λευκοῦ ἐνδεχομένου μηδενὶ ἀνθρώπῳ οὐκέτ’ ἀληθὲς τὸ τὸν ἄνθρωπον ἐνδέχεσθαι μηδενὶ λευκῷ, ἀλλ’ ἀληθὲς τὸ μὴ ἐνδέχεσθαι μηδενὶ λευκῷ τὸν ἄνθρωπον, οὐ κατὰ τὸ τινὶ λευκῷ αὐτὸν ἐξ ἀνάγκης ὑπάρχειν (οὐκέτι γὰρ ἂν ἦν οὐδὲ λευκὸν παντὶ ἀνθρώπῳ ἐνδεχόμενον, εἰ τινὶ αὐτῷ ἐξ ἀνάγκης ὑπῆρχεν), ἀλλὰ καθ’ ὅτι τινὶ λευκῷ ἐξ ἀνάγκης οὐχ ὑπάρχει. διὸ οὐ δεόντως ἡ μετάληψις ἂν γένοιτο ἐπὶ τῶν ἀντιστροφῶν τοῦ ‘οὐκ ἐνδέχεται μηδενί’ εἰς τὸ ἐπὶ μέρους καταφατικὸν ἀναγκαῖον οὐ διὰ τοῦτο ἀληθοῦς ὄντος τοῦ ἀποφατικοῦ ἀλλὰ διὰ τὸ ἐπὶ μέρους ἀποφατικὸν ἀναγκαῖον.2
而由于否定前面命题中的一方,另一方也被否定,所以“必然属于某些”和“必然不属于某些”两者都是否定“可能不属于任何”的——“必然属于某些”是就其自身而言,“必然不属于某些”则是偶然地,因为它是否定“可能属于所有”的,而随着后者的被否定,“可能不属于任何”也一同被否定。如果这样,那么作为可能不属于任何的否定的“并非可能不属于任何”,将不仅因为陈述“必然属于某些”的命题为真而为真,而且也因为“必然不属于某些”为真而为真;因为两者都是否定与其相对立的“可能不属于任何”的,因为即使在后者即“必然不属于某些”为真时,“可能不属于任何”也不可能是真的;以至于假定了“并非可能不属于任何”的人,并不必然仅仅因为“必然属于某些”而假定它,而是也因为“必然不属于某些”而假定它。那么,如果在假定了“Β并非可能不属于任何Α”时,有人将其置换为丝毫不亚于“Β必然属于某些Α”而伴随它的“Β必然不属于某些Α”,将不会有任何不可能的结论产生;因为并非如果Β必然不属于某些Α,Α就已经必然不属于某些Β了;因为特称否定必然命题是不可换位的。而既然如此,通过归谬法就没有任何东西被证明出来。因为正如动物被划分为理性的与非理性的,且存在理性的动物与非理性的动物时,若有人取得作为动物的存在而断言它必然是非理性的,他将说出荒谬且不真实的话,因为动物完全可能是理性的,毕竟在设定了动物时,此者并不亚于彼者而伴随着它——同样地,若有人取得“并非可能不属于任何”而断言它仅表示“必然属于某些”,他也将说出荒谬的话;因为“必然不属于某些”也完全可能是真的。实际上,似乎唯独根据这一点,可能否定命题才不能换位;因为当白可能不属于任何人类时,人类可能不属于任何白便不再为真,但人类并非可能不属于任何白却是真的,这并非由于他必然属于某些白(因为如果白必然属于某些人,白可能属于所有人类也将不再成立),而是由于他必然不属于某些白。因此,在换位中将“并非可能不属于任何”置换为特称肯定必然命题是不恰当的,因为该否定命题并非因此为真,而是因特称否定必然命题而为真。
- 2.133ὡς γάρ, εἰ τοῦ ζῴου διαιρουμένου εἰς λογικὸν καὶ ἄλογον καὶ ὄντων ζῴων λογικῶν καὶ ἀλόγων λαβών τις τὸ εἶναι ζῷον λέγοι πάντως ἄλογον αὐτὸ εἶναι, ἄτοπον ἐρεῖ καὶ οὐκ ἀληθὲς τῷ ἐνδέχεσθαι λογικὸν αὐτὸ εἶναι οὐδὲν ἧττον τούτου ἢ ἐκείνου τῷ ζῴῳ τεθέντι ἑπομένου, οὕτως καί
长篇比喻句结构(ὡς..., οὕτως καί...)。从属从句中嵌套了并列的独立属格(τοῦ ζῴου διαιρουμένου... 与 ὄντων ζῴων...)以及条件从句(εἰ ... λαβών τις ... λέγοι),其主句为 ἄτοπον ἐρεῖ,其后附有表原因的与格冠词不定式短语(τῷ ἐνδέχεσθαι λογικὸν αὐτὸ εἶναι)和补充说明的独立属格短语(οὐδὲν ἧττον τούτου ἢ ἐκείνου τῷ ζῴῳ τεθέντι ἑπομένου)。全句骨架为:“正如何人若断言……则将说出荒谬之言,……同样……”
- 2.133οὐ διὰ τοῦτο ἀληθοῦς ὄντος τοῦ ἀποφατικοῦ ἀλλὰ διὰ τὸ ἐπὶ μέρους ἀποφατικὸν ἀναγκαῖον
独立属格从句 οὐ διὰ τοῦτο ἀληθοῦς ὄντος τοῦ ἀποφατικοῦ(该否定命题并非因此为真)与介词短语 ἀλλὰ διὰ τὸ ἐπὶ μέρους ἀποφατικὸν ἀναγκαῖον(而是由于特称否定必然命题)构成对比。τοῦτο 指代前述置换为特称肯定必然命题(特称肯定必然命题为真),而 τοῦ ἀποφατικοῦ 则指代所假定的否定命题“并非可能不属于任何”。
