- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:223.1-223.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《前分析篇》37a9,阐述了泰奥弗拉斯托斯等人试图通过归谬法证明全称否定可能命题换位的论证,并解释了亚里士多德如何批评从“并非可能”到“必然属于”的不当命题置换。
" Ἀλλὰ μὴν οὐδ’ ἐκ τοῦ ἀδυνάτου δειχθήσεται ἀντιστρέφον." Δόξει τισὶ διά γε τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δύνασθαι δείκνυσθαι ἡ καθόλου ἀποφατικὴ ἐνδεχομένη ἀντιστρέφουσα. τῇ αὐτῇ δείξει καὶ οἱ ἑταῖροι αὐτοῦ κέχρηνται. εἰ γὰρ τὸ Α τῷ Β ἐνδέχεται μηδενί, καὶ τὸ Β τῷ Α ἐνδέχεται μηδενί· εἰ γὰρ ψεῦδος τοῦτο, τὸ ἀντικείμενον ἀληθές· ἀντίκειται δὲ τῷ ‘ἐνδέχεται μηδενί’ τὸ ‘οὐκ ἐνδέχεται μηδενί’, ὃ ἴσον δοκεῖ δύνασθαι τῷ ἐξ ἀνάγκης τινί. τὸ ἄρα Β τῷ Α ἐξ ἀνάγκης τινὶ ὑπάρχει. ἀλλ’ ἐπεὶ ἡ ἐπὶ μέρους ἀναγκαία καταφατικὴ ἀντιστρέφει, καὶ τὸ Α τῷ Β ἐξ ἀνάγκης τινὶ ὑπάρχει, ὅπερ ἀδύνατον· ὑπέκειτο γὰρ τὸ Α τῷ Β ἐνδέχεσθαι μηδενὶ κατὰ τὸ ἐνδεχόμενον τὸ ἐκ τοῦ διορισμοῦ. εἰ δὴ τοῦτο ἀδύνατον, ἀδύνατος καὶ ἡ ὑπόθεσις, ᾗ τοῦτο ἠκολούθησεν· ἦν δὲ τὸ Β τῷ Α ἐξ ἀνάγκης τινὶ ὑπάρχειν μεταληφθὲν ἐκ τοῦ ‘οὐκ ἐνδέχεται μηδενί’.1 τὸ ἀντικείμενον ἄρα ἀληθὲς τὸ τὸ Β ἐνδέχεσθαι μηδενὶ τῷ Α. ταύτην δὴ τὴν δεῖξιν διαβάλλει ὁ Ἀριστοτέλης ὡς μὴ ὑγιῶς γινομένην. θεὶς δὲ τὴν δεῖξιν ἀντιλέγειν μέλλων αὐτῇ οὐ προεῖπε πρῶτον, ὅτι ‘ψεῦδος δὲ τοῦτο’, ἤ τι τῶν τοιούτων, ἀλλ’ εὐθὺς ἐπὶ τὸ δεικνύναι ἐτράπετο, ὅτι οὐκ ὀρθῶς ἡ τοιαύτη γέγονε δεῖξις. διὸ καὶ ἀσαφέστερόν πως φαίνεται τὸ εἰρημένον· λέγεται γὰρ οὐ γάρ, εἰ μὴ ἐνδέχεται μηδενὶ τὸ Β τῷ Α, ἀνάγκη τινὶ ὑπάρχειν.2 αἰτιᾶται δὲ διὰ τούτων τὴν μετάληψιν τῆς ‘οὐκ ἐνδέχεται μηδενί’, ἥτις ἦν ἀντικειμένη τῇ ‘ἐνδέχεται μηδενί’, ὡς οὐχ ὑγιῶς γενομένην εἰς τὴν ‘ἐξ ἀνάγκης τινί’. οὐ γὰρ πάντως, εἰ ἀληθὴς ἡ ‘οὐκ ἐνδέχεται μηδενὶ τὸ Β τῷ Α’, ἤδη καὶ διὰ τοῦτο ἀληθὴς ἡ ὅτι ἐξ ἀνάγκης τὸ Β τῷ Α τινὶ ὑπάρχει· καὶ γὰρ εἰ ἐξ ἀνάγκης τὸ Β τινὶ τῷ Α μὴ ὑπάρχει, ἀληθὴς ἡ λέγουσα ‘οὐκ ἐνδέχεται μηδενὶ τὸ Β τῷ Α ὑπάρχειν’. τούτου δ’ αἴτιον, ὅτι τὸ ‘ἐνδέχεται παντί’ ἀντιστρέφει τῷ ‘ἐνδέχεται μηδενί’, ἰδίᾳ δ’ αὐτῶν ἑκάστῳ ἀντίκειται, τῷ μὲν ἐνδέχεσθαι παντὶ τὸ ἐξ ἀνάγκης τινὶ μή, τῷ δὲ ‘ἐνδέχεται μηδενί’ τὸ ἐξ ἀνάγκης τινί. ἔσται δὴ καὶ ἀμφότερα ἑκατέρου ἐκείνων ἀναιρετικά,3 εἴ γε ἐκεῖνα μὲν ἀλλήλοις ἀντακολουθεῖ καὶ ἀντιστρέφει, τούτων δὲ ἑκάτερον ἑκατέρου ἐκείνων ἀναιρετικόν ἐστιν.
“然而,通过不可能也绝不能证明它是可换位的。” 在某些人看来,似乎通过归谬法能够证明全称否定可能命题是可换位的。他的同伴们也使用了这一同样的证明。因为如果Α可能不属于任何Β,则Β也可能不属于任何Α;因为如果这是假的,则其对立命题为真;而对立于“可能不属于任何”的是“并非可能不属于任何”,这似乎等值于“必然属于某些”。因此,Β必然属于某些Α。但是,由于特称肯定必然命题是可换位的,Α也必然属于某些Β,而这是不可能的;因为曾假定Α根据基于定义的可能性而可能不属于任何Β。那么,如果这是不可能的,产生这一结论的假定也是不可能的;而该假定就是从“并非可能不属于任何”置换而来的“Β必然属于某些Α”。因此,其对立命题“Β可能不属于任何Α”为真。对于这一证明,亚里士多德指责它进行得并不健全。他在摆出这一证明并准备反驳它时,并没有事先首先说“而这是假的”或类似的话,而是立即着手表明这样一种证明进行得并不正确。因此,所说的话似乎也有些晦涩;因为他说:“因为并非如果Β不可能不属于任何Α,就必然属于某些。”他通过这些话所指责的,是将对立于“可能不属于任何”的“并非可能不属于任何”置换为“必然属于某些”,认为这种置换并不健全。因为并非在任何情况下,如果“Β并非可能不属于任何Α”为真,就已然且因此使得“Β必然属于某些Α”这一命题为真;因为即使Β必然不属于某些Α,那句陈述“Β并非可能不属于任何Α”的命题也是真的。其原因在于,“可能属于所有”与“可能不属于任何”互换,但在它们各自上分别有其对立命题:对立于“可能属于所有”的是“必然不属于某些”,而对立于“可能不属于任何”的是“必然属于某些”。因此,如果前面的命题彼此相互伴随并互换,而后面的命题各是否定前面命题中各自的那一个,那么后面的两者也将成为否定前面两者中各自每一个的命题。
- 2.133μεταληφθὲν ἐκ τοῦ ‘οὐκ ἐνδέχεται μηδενί’
中性分词 μεταληφθέν 修饰充当句法成分的冠词加不定式短语 τὸ Β τῷ Α ἐξ ἀνάγκης τινὶ ὑπάρχειν。在逻辑学用语中,μετάληψις 指将一个命题置换为其等值命题的操作。
- 2.133λέγεται γὰρ οὐ γάρ, εἰ μὴ ἐνδέχεται μηδενὶ τὸ Β τῷ Α, ἀνάγκη τινὶ ὑπάρχειν
此处出现双重 γάρ 结构。第一个 λέγεται γάρ 属于注疏者的正文,引入亚里士多德原文(37a10)的引用或转述,以解释为何其措辞显得晦涩;第二个 οὐ γάρ... 则是所引亚里士多德原文句子的开头。
- 2.133ἔσται δὴ καὶ ἀμφότερα ἑκατέρου ἐκείνων ἀναιρετικά
ἀμφότερα 作主语,指代前文讨论的两种必然命题(“必然属于”与“必然不属于”),ἀναιρετικά 为表语形容词。ἑκατέρου ἐκείνων 为支配在 ἀναιρετικά 下的宾格性属格,意为否定/破坏上述两种可能命题中的“每一个”。
