← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§221.14-222.35

可能命题中反对与对立前提的互换

亚历山大解释了亚里士多德在36b38中所述“在可能命题中反对命题与对立命题皆发生肯定与否定之互换”的含义,阐明了可能命题中“反对”与“对立”的措辞用法,以具体质料证实全称否定可能命题在词项上不换位,并解答了互换究竟是针对现相命题还是针对未来的可能命题之疑问。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.132

" Ἐπεὶ ἀντιστρέφουσιν αἱ ἐν τῷ ἐνδέχεσθαι καταφάσεις ταῖς ἀποφάσεσι, καὶ αἱ ἐναντίαι καὶ αἱ ἀντικείμεναι, "λέγων ἐναντίας μὲν τὰς καθόλου, τὴν ‘παντὶ ἐνδέχεται’ καὶ τὴν ‘ἐνδέχεται μηδενί’, ἀντικειμένας δὲ τὰς καθόλου ταῖς ἐπὶ μέρους, τὴν ‘παντὶ ἐνδέχεται’ τῇ ‘ἐνδέχεται οὐ παντί’ καὶ τὴν ‘ἐνδέχεται οὐδενί’ τῇ ‘ἐνδέχεται τινί’, οὐχ ὡς ἀληθῶς τούτων ἐναντίων οὐσῶν ἀλλήλαις ἢ ἀντικειμένων (πῶς γάρ, εἴ γε συναληθεύονται;), ἀλλ’ ὡς τῇ λέξει ὁμοίως τούτων ἐχουσῶν πρὸς ἀλλήλας,1 ὡς ἔχουσιν αἱ ἐπὶ τῶν ἀναγκαίων καὶ ἐπὶ τῶν ὑπαρχουσῶν ἐναντίαι. ἐναντίαι γὰρ ἡ μὲν παντὶ ἐξ ἀνάγκης ὑπάρχειν λέγουσα τῇ ἐξ ἀνάγκης οὐδενί, ἡ δὲ παντὶ ὑπάρχειν τῇ οὐδενί· τοιαῦται δὲ κατὰ τὴν τῆς λέξεως ἀκολουθίαν καὶ ἡ ‘ἐνδέχεται παντί’ τῇ ‘ἐνδέχεται μηδενί’. πάλιν ἀντίκειται μὲν τῇ παντὶ ὑπάρχειν λεγούσῃ ἡ οὐ παντὶ ὑπάρχειν καὶ τῇ ἐξ ἀνάγκης παντὶ ἡ οὐκ ἐξ ἀνάγκης παντί· δοκεῖ δὲ ὁμοίως ἔχειν καὶ ἡ ‘παντὶ ἐνδέχεται’ τῇ ‘ἐνδέχεται οὐ παντί’. διὸ εἶπε καὶ ταύτας ἐναντίας τε καὶ ἀντικειμένας. λέγοι δ’ ἂν οὐ ταῖς καθόλου, αἷς ἀντικεῖσθαι δοκοῦσιν αἱ ἐπὶ μέρους, συναληθεύειν αὐτάς· οὐ γάρ, εἰ ἀληθὲς τὸ ‘ἐνδέχεται τινί’, ἤδη ἀληθὲς καὶ τὸ ‘ἐνδέχεται μηδενί’· ἀλλὰ λέγοι ἂν τὰς ταῖς καθόλου ἀντικεῖσθαι δοκούσας (αὗται δέ εἰσιν αἱ ἐπὶ μέρους, ἥ τε καταφατικὴ καὶ ἡ ἀποφατική) ἀντιστρέφειν ἀλλήλαις,2 τὰς μὲν καθόλου ἀλλήλαις, τὰς δὲ ἐπὶ μέρους πάλιν τὰς ἐκείναις ἀντικεῖσθαι δοκούσας ἀλλήλαις. ὃ εἶπε καὶ ἐν τῷ Περὶ ἑρμηνείας· εἰπὼν γὰρ περὶ τῶν ἐναντίων “διὸ ταύτας μὲν οὐχ οἷόν τε ἅμα ἀληθεῖς εἶναι” ἐπήνεγκε “τὰς δ’ ἀντικειμένας αὐταῖς ἐνδέχεται ἐπὶ τοῦ αὐτοῦ”. δύναται καὶ ἀντικειμένας εἰρηκέναι τὰς ἐπὶ μέρους ἀλλήλαις, ὅταν ἐπὶ τοῦ αὐτοῦ λαμβάνωνται ὑποκειμένου ὡς διωρισμένον τὸ ὑποκείμενον ἔχουσαι. ἢ τοῦτο οὐχὶ ἴδιον τῶν ἀντικειμένων. ἢ ταῖς καθόλου ἐνδεχομέναις ἀντιστρέφειν λέγει τὰς ἐπὶ μέρους ἐνδεχομένας τὰς δοκούσας αὐταῖς ἀντικεῖσθαι, οὐκέτι μέντοι καὶ ταῖς ἐπὶ μέρους ἐνδεχομέναις τὰς καθόλου. ὅτι δὲ μὴ ἀντιστρέφουσι κατὰ τοὺς ὅρους αἱ καθόλου ἀποφατικαὶ ἐνδεχόμεναι αἱ κατὰ τὸν διορισμόν, σαφῶς ἔδειξεν ἐπὶ τῆς ὕλης. τὸ γὰρ λευκὸν ἐνδέχεται μηδενὶ ἀνθρώπῳ· ὁμοίως δὲ καὶ τὸ περιπατεῖν, ἀλλὰ καὶ τὸ κοιμᾶσθαι· οὐκέτι δὲ ἐνδέχεται τὸν ἄνθρωπον λευκῷ μηδενὶ ἢ περιπατοῦντι ἢ κοιμωμένῳ μηδενί, ὅτι μὴ καὶ παντί· τισὶ γὰρ ἀναγκαίως οὐχ ὑπάρχει κοιμωμένοις ἢ λευκοῖς. ἔτι δὲ φανερώτερον τὸ μὲν φέρεσθαι καὶ τὸ κινεῖσθαι κατὰ φορὰν ἐνδέχεται μηδενὶ ἀνθρώπῳ, ὅτι καὶ παντί, οὐκέτι μέντοι καὶ τὸν ἄνθρωπον ἐνδέχεται μηδενὶ κινουμένῳ κατὰ φοράν, ὅτι μηδὲ παντί· οὐ γὰρ δὴ τῷ κυκλοφορητικῷ· ἐξ ἀνάγκης γὰρ οὐχ ὑπάρχει τοῦτο ἐκείνῳ. Κἄν τις ἐπιζητήσαι πρὸς τὴν τῶν ἐνδεχομένων τῶν καταφατικῶν πρὸς τὰς ἀποφατικὰς ἀντιστροφήν, μήποτε οὐχ 〈αἱ〉 ἐνδεχόμεναι ἀλλήλαις ἀντιστρέφουσιν, ἀλλὰ αἱ ἐνδεχόμεναι ταῖς ὑπαρχούσαις.3 εἰ γὰρ κυρίως ἐνδεχόμεναι αἱ εἰς τὸ μέλλον, δῆλον ὡς ἀληθοῦς οὔσης τῆς ἐνδεχομένης καταφατικῆς ἀληθές ἐστι τὸ μήπω ὑπάρχειν, ὃ ἐνδέχεσθαι ἔκειτο. τὸ οὖν ἐνδέχεσθαι μηδενὶ ἐπὶ τοῦ νῦν μὴ ὑπάρχοντος λεγόμενον ἀντιστρέφοι ἂν πρὸς τὴν ‘ἐνδέχεται παντί’ οὖσαν ἀληθῆ, διότι μέλλει τὸ λεγόμενον δι’ αὐτῆς. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῆς ἐνδεχομένης ἀποφατικῆς· καὶ γὰρ ταύτῃ οὔσῃ ἀληθεῖ ἀντιστρέφει ἡ ἐπὶ τοῦ ὑπάρχοντος κατάφασις. οὐ γὰρ δή, ὃ ὑπάρχειν μέλλει, τοῦτο καὶ μὴ ὑπάρχειν μέλλει· ἤδη γὰρ οὐχ ὑπάρχει. ἢ εἰ καὶ ὅτι μάλιστα νῦν μὴ ὑπάρχει τοῦτο, ὃ ἡ κατάφασις ἐνδέχεσθαι λέγει, ἀλλὰ καὶ ὕστερον ἐνδέχεται μὴ ὑπάρχειν. καὶ γὰρ μὴ γενομένου τοῦ ἐνδέχεσθαι ὑπάρχειν λεγομένου μένει τὸ ἐνδέχεσθαι μὴ ὑπάρχειν αὐτὸ πάλιν ὕστερον· καὶ γινομένου δὲ πάλιν 〈τοῦ〉 ἐνδέχεσθαι [μὴ] ὑπάρχειν λεγομένου παραμένοι ἂν αὐτῷ τὸ ἐνδέχεσθαι μὴ ὑπάρχειν τότε, ὅτε ἐνεδέχετο αὐτὸ καὶ ὑπάρξαι· ἐφ’ οὗ γὰρ ἀληθὲς τὸ ‘ἐνδέχεται αὔριον περιπατῆσαι’, ἐπὶ τούτου ἀληθὲς καὶ τὸ ‘ἐνδέχεται μὴ περιπατῆσαι αὔριον’. ἐπεὶ οὖν ἐνδεχομένη 〈ἡ〉 εἰς τὸ μέλλον, δεῖ ἀμφοτέρας εἰς τὸ μέλλον λαμβάνειν· καὶ γὰρ εἰ ἀληθὲς τὸ ὑπάρχειν τὸ ἀντικείμενον τοῦ ἐνδεχομένου, ἀλλ’ οὐ πρὸς τοῦτο κεῖται ἀντιστρέφειν.

“因为在可能性中的肯定命题与否定命题互换,无论是反对命题还是对立命题,”他说反对命题是指全称命题,即“可能属于所有”和“可能不属于任何”;对立命题是指全称命题相对于特称命题,即“可能属于所有”相对于“可能不属于所有”,以及“可能不属于任何”相对于“可能属于某些”——这并不是说这些命题彼此真正是反对的或对立的(因为既然它们能够一同为真,又怎么可能如此呢?),而是说在措辞上它们彼此的关系,类似于在必然命题和现相命题中的反对命题的关系。因为陈述必然属于所有的命题与必然不属于任何的命题相反对,陈述属于所有的命题与不属于任何的命题相反对;而在措辞的对应上,“可能属于所有”相对于“可能不属于任何”也是这样。反之,陈述不属于所有的命题对立于陈述属于所有的命题,陈述并非必然属于所有的命题对立于陈述必然属于所有的命题;而“可能属于所有”相对于“可能不属于所有”似乎也有类似的关系。因此他也把这些称为反对命题和对立命题。但他大概不是指特称命题与它们看似对立的全称命题一同为真;因为并不是如果“可能属于某些”为真,就已然有“可能不属于任何”也为真;而是他大概是指看似与全称命题对立的那些命题(这些是特称命题,即特称肯定命题和特称否定命题)彼此互换:全称命题彼此互换,而看似与那些全称命题对立的特称命题也再次彼此互换。这也是他在《解释篇》中所说的;因为在谈到反对命题时,他说“因此这些命题不可能同时为真”,随后又补充说“但与它们对立的命题在同一事物上是可能的”。或者也可能是,当特称命题视作具有限定的主词而就同一主词来取时,他把特称命题彼此称为对立命题。或者说,这并非对立命题所特有。或者说,他是指看似与全称可能命题对立的特称可能命题与全称可能命题互换,但不再是全称命题与特称可能命题互换。至于根据定义的全称否定可能命题在词项上并不换位,他在具体质料上清楚地证明了这一点。因为白可能不属于任何人;同样行走以及睡眠也是如此;但人却不再可能不属于任何白的、或不属于任何行走的、或不属于任何睡眠的,因为并非可能属于所有;因为对某些睡眠的或白的事物而言,出于必然不属于它们。更为显然的是,被运载和就空间位置运动可能不属于任何人,因为也可能属于所有人;然而人却不再可能不属于任何就空间位置运动的,因为甚至不可能属于所有;因为确实不属于作圆周运动的事物;因为出于必然这并不属于那。有人可能会针对肯定可能命题与否定命题的互换提出疑问:是否可能并非可能命题彼此互换,而是可能命题与现相命题互换。因为如果严格意义上的可能命题是针对未来的,那么显然在肯定可能命题为真时,被设定为可能的事物尚未实际属于便为真。因此,针对现在不实际属于的事物而言的“可能不属于任何”,将与为真的“可能属于所有”互换,因为通过它所陈述的是未来的事情。同样的论理也适用于否定可能命题;因为当它为真时,关于现相的肯定命题与它互换。因为确实,将要属于的事物,并不也就是将要不属于的事物;因为它现在已经不属于。或者说,即使肯定命题陈述为可能的事物现在完全不属于,但它在以后也可能不属于。因为即使被陈述为可能属于的事物并未发生,它自己在以后再次可能不属于的性质依然保留;而即使被陈述为可能属于的事物发生了,在它也可能属于的那个时刻,它可能不属于的性质仍将伴随着它;因为在“明天可能行走”为真的事物上,“明天可能不行走”也为真。因此,既然可能命题是针对未来的,就必须将两者都作为针对未来来理解;因为即使可能事物的对立面实际属于为真,但被设定为互换的并不是与此互换。

语法注3 条
  1. 2.132λέγων ἐναντίας μὲν τὰς καθόλου... οὐχ ὡς ἀληθῶς τούτων ἐναντίων οὐσῶν ἀλλήλαις ἢ ἀντικειμένων (πῶς γάρ, εἴ γε συναληθεύονται;), ἀλλ’ ὡς τῇ λέξει ὁμοίως τούτων ἐχουσῶν πρὸς ἀλλήλας

    λέγων 是以亚里士多德为主语的分词,支配宾格 τὰς καθόλου 等;其后的 οὐχ ὡς... ἀλλ’ ὡς 分别引导独立属格结构(τούτων... οὐσῶν 与 τούτων ἐχουσῶν),用以限定和说明亚里士多德在此使用“反对命题”和“对立命题”两词的具体语义语境。

  2. 2.132λέγοι δ’ ἂν οὐ ταῖς καθόλου, αἷς ἀντικεῖσθαι δοκοῦσιν αἱ ἐπὶ μέρους, συναληθεύειν αὐτάς· ... ἀλλὰ λέγοι ἂν τὰς ταῖς καθόλου ἀντικεῖσθαι δοκούσας ... ἀντιστρέφειν ἀλλήλαις

    λέγοι δ’ ἂν 为表示推测的潜势祈愿语气(“他大概不是指……而是指……”)。前半句由 οὐ... συναληθεύειν αὐτάς(不定式短语)构成,后半句由 ἀλλὰ λέγοι ἂν 支配带有宾格的宾语从属不定式结构 τὰς... ἀντιστρέφειν ἀλλήλαις。

  3. 2.132Κἄν τις ἐπιζητήσαι πρὸς τὴν τῶν ἐνδεχομένων τῶν καταφατικῶν πρὸς τὰς ἀποφατικὰς ἀντιστροφήν, μήποτε οὐχ 〈αἱ〉 ἐνδεχόμεναι ἀλλήλαις ἀντιστρέφουσιν, ἀλλὰ αἱ ἐνδεχόμεναι ταῖς ὑπαρχούσαις.

    Κἄν(καὶ ἄν)与祈愿语气 ἐπιζητήσαι 连用,引出一个假设性的疑难(“有人可能会提出疑问……”)。其后的 μήποτε 表审慎的推测或反问(“是否可能并不……”),其后直接配合否定词 οὐχ 和直陈式动词 ἀντιστρέφουσιν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:221.14-222.35