← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§219.25-221.13

全称否定可能命题不可换位的论证与辩护

亚里士多德论述了第二格混合推论中结论的模态,并进而着手证明全称否定可能命题不能换位。亚历山大介绍了主张换位的泰奥弗拉斯托斯等人的观点并予以批评,同时维护了亚里士多德通过归谬法和具体反例所作的证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.130

" Δεῖ δὲ καὶ ἐν τούτοις λαμβάνειν τὸ ἐν τοῖς συμπεράσμασιν ἐνδεχόμενον, ὥσπερ ἐν τοῖς πρότερον." Ὡς ἐπὶ τῶν ἐν πρώτῳ σχήματι μίξεων τῆς μείζονος ὑπαρχούσης ἀποφατικῆς οὔσης ἢ ἀναγκαίας οὐκ ἐγίνετο τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου τὸ συμπέρασμα,1 οὕτως φησὶν ἔσεσθαι οὐδ’ ἐν τῷ δευτέρῳ σχήματι· αἰεὶ γὰρ ἐν τούτῳ ἐν ταῖς συλλογιστικαῖς συμπλοκαῖς ταῖς ἐκ μίξεως ὑπαρχούσης καὶ ἐνδεχομένης ἢ ἀναγκαίας καὶ ἐνδεχομένης ἡ μείζων καθόλου ἀποφατική ἐστιν ἢ ὑπάρχουσα ἢ ἀναγκαία.

“但是在这些推论中,也必须像在前面的推论中一样,来理解结论中的可能性。” 正如在第一格的混合推论中,当大前提是否定现相命题或必然命题时,结论并不构成根据定义而言的可能命题,他指出在第二格中情况也将如此;因为在这一格中,在由现相前提与可能前提、或必然前提与可能前提混合而成的有效组合中,大前提始终是全称否定命题,无论是现相的还是必然的。

§2.131

"Πρῶτον οὖν δεικτέον, ὅτι οὐκ ἀντιστρέφει τὸ ἐν τῷ ἐνδεχομένῳ στερητικόν." Ὅτε περὶ τῶν κατὰ τὰς προτάσεις ἀντιστροφῶν ἐποιεῖτο τὸν λόγον δεικνύς, τίνες τίσιν ἀντιστρέφουσι, μὴ ἀντιστρέφειν μὲν ἑαυτῇ τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην εἶπεν, ὑπερέθετο μέντοι τὴν αἰτίαν ἀποδώσειν ὕστερον. νῦν οὖν δείκνυσιν, ὅτε καὶ ὁ καιρὸς ἀπαιτεῖ, τῷ τὰς ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι συζυγίας συλλογιστικὰς ἀντιστροφῶν προσδεῖσθαι.2 μέλλων οὖν δεικνύναι, ὅτι ἐξ ἐνδεχομένων ἐν δευτέρῳ σχήματι οὐδεὶς γίνεται συλλογισμός, καὶ προσχρῆσθαι καὶ τῷ μὴ ἀντιστρέφειν τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην αὑτῇ πρῶτον τοῦτο δείκνυσι. περὶ ποίας δὲ ἀντιστροφῆς λέγει, ἐδήλωσε παραθέμενος τοὺς ὅρους· περὶ γὰρ τῆς κατὰ ὑπαλλαγὴν τῶν ὅρων, οὐ περὶ τῆς εἰς τὴν κατάφασιν μεταλήψεως· ἐκείνη γὰρ ἀντιστρέφειν κεῖται. Θεόφραστος μέντοι καὶ Εὔδημος, ὡς καὶ κατ’ ἀρχὰς ἐμνημονεύσαμεν, ἀντιστρέφειν φασὶ καὶ τὴν καθόλου ἀποφατικὴν αὐτῇ, ὥσπερ ἀντέστρεφε καὶ ἡ ὑπάρχουσα καθόλου ἀποφατικὴ καὶ ἡ ἀναγκαία. ὅτι δὲ ἀντιστρέφει, δεικνῦσιν οὕτως· εἰ τὸ Α τῷ Β ἐνδέχεται μηδενί, καὶ τὸ Β τῷ Α ἐνδέχεται μηδενί· ἐπεὶ γὰρ ἐνδέχεται τὸ Α τῷ Β μηδενί, ὅτε ἐνδέχεται μηδενί, τότε ἐνδέχεται ἀπεζεῦχθαι τὸ Α πάντων τῶν τοῦ Β· εἰ δὲ τοῦτ’, ἔσται τότε καὶ τὸ Β τοῦ Α ἀπεζευγμένον· εἰ δὲ τοῦτο, καὶ τὸ Β τῷ Α ἐνδέχεται μηδενί. ἔοικε δὲ Ἀριστοτέλης βέλτιον αὐτῶν λέγειν μὴ φάσκων ἀντιστρέφειν τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην ἑαυτῇ τὴν κατὰ τὸν διορισμόν. οὐ γάρ, εἴ τί τινος ἀπέζευκται, ἤδη καὶ ἐνδεχομένως ἀπέζευκται αὐτοῦ· ὥστε οὐκ αὔταρκες τὸ δεῖξαι, ὅτι, ὅτε ἐνδέχεται τὸ Α τοῦ Β ἀπεζεῦχθαι, τότε καὶ τὸ Β τοῦ Α ἀπέζευκται,3 καὶ πρὸς τοῦτο, ὅτι καὶ ἐνδεχομένως ἀπέζευκται. εἰ δὲ μὴ τοῦτο δειχθείη, οὐ δέδεικται ἡ ἐνδεχομένη ἀντιστρέφουσα, ἐπεὶ ἀπέζευκται μὲν καὶ τὸ ἐξ ἀνάγκης τινὸς κεχωρισμένον, ἀλλ’ οὐκ ἐνδεχομένως. ὅτι δὲ οὐκ ἀντιστρέφει, δείκνυσι τῇ εἰς ἀδύνατον ἀπαγωγῇ προσχρώμενος Ἀριστοτέλης. εἰ γὰρ δυνατόν, κείσθω ἀντιστρέφουσα, καὶ εἰ τὸ Α ἐνδέχεται μηδενὶ τῷ Β, καὶ τὸ Β ἐνδεχέσθω μηδενὶ τῷ Α. ἀλλὰ μὴν κεῖται ἡμῖν, ὅτι καὶ αἱ ἀποφατικαὶ ἐνδεχόμεναι πρὸς τὰς καταφατικὰς ἐνδεχομένας ἀντιστρέφουσι· κεῖται δὲ τὸ Β ἐνδέχεσθαι τῷ Α μηδενί. δῆλον οὖν, ὡς καὶ παντὶ αὐτῷ ἐνδέχεται. τοῦτο δὲ ψεῦδος· οὐ γάρ, εἰ τὸ Α τῷ Β ἐνδέχεται παντί, διότι κεῖται ἐνδέχεσθαι μηδενί, ἀνάγκη καὶ τὸ Β τῷ Α ἐνδέχεσθαι παντί· γίνεται γὰρ οὕτως ἡ καθόλου καταφατικὴ ἐνδεχομένη ἑαυτῇ ἀντιστρέφουσα, ὅπερ οὐκ ἔστιν ἀληθὲς οὐδὲ κατ’ ἐκείνους. ἰδοὺ γοῦν τὸ μὲν λευκὸν ἐνδέχεται παντὶ ἀνθρώπῳ, ἐπεὶ καὶ μηδενί, οὐκέτι μέντοι τὸν ἄνθρωπον ἐνδέχεται παντὶ λευκῷ· τισὶ γὰρ λευκοῖς ἐξ ἀνάγκης οὐχ ὑπάρχει ὡς κύκνῳ, χιόνι καὶ ἄλλοις μυρίοις. εἰ δὲ ψεῦδος τὸ ἐνδέχεσθαι τὸν ἄνθρωπον παντὶ [τῷ] λευκῷ, ψεῦδος καὶ τὸ ἐνδέχεσθαι μηδενί. ὥστ’ οὐκ, εἰ τὸ Α τῷ Β ἐνδέχεται μηδενί, καὶ τὸ Β τῷ Α ἐνδέξεται μηδενί· οὐ γὰρ τὸ μηδενὶ ὑπάρχον ἤδη καὶ ἐνδεχομένως οὐχ ὑπάρχει. ἀκολούθως δὲ λέγοντες τὴν καθόλου ἀποφατικὴν ἀντιστρέφειν τοῖς ὅροις οὐκέτι λέγουσι τὴν καταφατικὴν ἐνδεχομένην τῇ ἐνδεχομένῃ ἀποφατικῇ ἀντιστρέφειν· οὐ γὰρ οἷόν τε τῷ μηκέτι μόνην ἐνδεχομένην γίνεσθαι κατ’ αὐτοὺς τὴν κατὰ τὸν διορισμόν. Τὸ δὲ ἔτι δὲ οὐδὲν κωλύει εἴρηκεν ἀντὶ τοῦ ‘οὐδὲν γὰρ κωλύει’· οὐ γὰρ ἄλλη τις δεῖξίς ἐστιν, ὡς ἐκ τῆς λέξεως φαίνεται, ἀλλὰ [ἐκ] τῆς προειρημένης κατασκευή, ὅτι οὕτως ἔχει. ἢ πρῶτον μὲν ἔδειξε διὰ τοῦ μεταλαμβάνεσθαι τὰς ἐνδεχομένας ἀποφατικὰς εἰς τὰς καταφατικὰς τὰς δὲ καταφατικὰς ἐνδεχομένας τὰς καθόλου κεῖσθαι [κεῖσθαι] μὴ ἀντιστρέφειν ἑαυταῖς· νῦν δὲ ἐπ’ αὐτῶν τῶν ἀποφατικῶν ἐνδεχομένων καθόλου τὴν δεῖξιν ποιεῖται ὅρους παρατιθέμενος καὶ διὰ τούτων ἐλέγχων καὶ δεικνύς, ὅτι μὴ ἀντιστρέφουσιν. ὥστε καὶ ἡ δεῖξις ἄλλη ἂν αὕτη τῆς πρὸ αὐτῆς εἴη. εἶπε δὲ

“因此首先必须证明,可能命题中的否定命题并不换位。” 当他论述根据前提的换位并指出哪些与哪些换位时,他曾说过全称否定可能命题并不与自身换位,然而把给出原因推迟到了后面。因此现在,当时机也正要求这一点时,通过第二格和第三格中的有效前提对进一步需要换位,他便作出了证明。因此,由于他打算证明在第二格中由可能前提不能产生任何推论,并且打算同时运用全称否定可能命题不与自身换位这一事实,他便首先证明了这一点。关于他所说的是何种换位,他通过列出词项作了说明:因为这是关于通过词项互换的换位,而不是关于转换为肯定命题的换位;因为后者已被设定为能够互换。然而泰奥弗拉斯托斯和欧德谟,正如我们在开头也提到过的那样,主张全称否定〔可能〕命题也与自身换位,正如全称否定现相命题和必然命题换位一样。他们如此证明它换位:如果Α可能不属于任何Β,则Β也可能不属于任何Α。因为既然Α可能不属于任何Β,那么当它可能不属于任何Β时,在那个时候Α就可能与Β的所有事物相脱离;如果这样,在那个时候Β也将与Α相脱离;如果这样,则Β也可能不属于任何Α。然而亚里士多德否定根据定义的全称否定可能命题与自身换位,似乎比他们论述得更好。因为并不是如果某物与某物相脱离,它就已经可能地与它相脱离了;因此,仅证明当Α可能与Β相脱离时,在那时Β也与Α相脱离是不够的,除非在此之外还证明了它也是可能地相脱离。而如果不证明这一点,可能命题换位就并未得到证明,因为出于必然与某物相分离的事物固然也脱离了,但并非可能地脱离。亚里士多德运用归谬法证明了它并不换位。因为若可能,设它换位;如果Α可能不属于任何Β,且设Β也可能不属于任何Α。然而对我们而言,否定可能命题与肯定可能命题互换也是既定的;并且已设定Β可能不属于任何Α。因此显然,它也可能属于所有的它。但这却是假的;因为并不是如果Α可能属于所有的Β(由于设定了它可能不属于任何Β),Β也就必然可能属于所有的Α;因为这样一来全称肯定可能命题就会与自身换位,而这即使根据他们也是不真实的。看啊,例如白可能属于所有人,因为也可能不属于任何人;然而人却不再可能属于所有白;因为对于某些白的事物,例如天鹅、雪以及无数其他事物,人出于必然不属于它们。如果人可能属于所有白是假的,那么可能不属于任何白也是假的。因此,并不是如果Α可能不属于任何Β,Β也就可能不属于任何Α;因为不属于任何事物者,并不已经就是可能地不属于。并且一贯地,由于他们主张全称否定命题在词项上换位,他们便不再主张肯定可能命题与否定可能命题互换;因为按照他们的看法,根据定义而言的可能命题不再是唯一的可能性,这便是不可能的。至于他所说的“此外,没有任何东西妨碍”,是用来代替“因为没有任何东西妨碍”;因为这并不像从字面上看出的那样是另一种证明,而是对前述论断的立论,表明事实确是如此。或者说,首先他是通过否定可能命题转换为肯定命题、而全称肯定可能命题被设定为不与自身换位来证明的;而现在他是就全称否定可能命题本身通过列出词项进行论证,并通过这些词项驳斥并证明它们不换位。因此这一证明也将是不同于前一个证明的另一种证明。他说:

语法注3 条
  1. 2.130οὐκ ἐγίνετο τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου τὸ συμπέρασμα

    τοῦ ... ἐνδεχομένου 是属格,与 ἐγίνετο 连用作表语,表示性质或范畴所属(“结论并不构成……的可能命题”);主语为 τὸ συμπέρασμα。

  2. 2.131τῷ τὰς ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι συζυγίας συλλογιστικὰς ἀντιστροφῶν προσδεῖσθαι

    带冠词不定式 τῷ ... προσδεῖσθαι 用作表原因的与格。τὰς ... συζυγίας 为不定式的宾格(逻辑主语),συλλογιστικὰς 为其表语性修饰语(“推论有效的前提对”),ἀντιστροφῶν 为 προσδεῖσθαι 所要求的属格补足语。

  3. 2.131οὐκ αὔταρκες τὸ δεῖξαι, ὅτι, ὅτε ἐνδέχεται τὸ Α τοῦ Β ἀπεζεῦχθαι, τότε καὶ τὸ Β τοῦ Α ἀπέζευκται, καὶ πρὸς τοῦτο, ὅτι καὶ ἐνδεχομένως ἀπέζευκται

    带冠词不定式短语 τὸ δεῖξαι 为全句的主语,οὐκ αὔταρκες 为表语形容词(省略系词 ἐστί)。两个 ὅτι 从句作为 δεῖξαι 的宾语并列,后半句 καὶ πρὸς τοῦτο, ὅτι ... 引出必须额外表明的补充条件(“并且除此以外,还要证明……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:219.25-221.13