← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§215.19-216.28

特称前提的不成立与模态混合结论的差异

亚历山大解释了亚里士多德在《前分析篇》36b15–19中关于特称前提组合不可推论性的论证,随后探讨了现相—可能混合与必然—可能混合之间的相似性,并就否定前提作为大前提时结论的模态差异提出了疑问并进行解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.126

" Καὶ γὰρ τὸ ζῷον τινὶ λευκῷ καὶ τὸ λευκὸν τινὶ ἀψύχῳ καὶ ἀναγκαῖον ὑπάρχειν καὶ οὐκ ἐνδέχεται ὑπάρχειν." Ἐπειδὴ 〈αἱ〉 συζυγίαι ἦσαν ἐκ δύο ἐπὶ μέρους, τῆς μὲν ἀναγκαίας τῆς δὲ ἐνδεχομένης, ὅτι οἷόν τε ἐπὶ πασῶν τῶν ἐκ τοιούτων προτάσεων τῇ εἰλημμένῃ ὕλῃ χρωμένους δεικνύναι ἀσυλλογίστους αὐτάς, ἔδειξεν ἑκάστην δείξας1 τῶν ἐν μέρει προτάσεων ἐπὶ τῆς κειμένης ὕλης καὶ ἀναγκαίαν καταφατικὴν καὶ ἀναγκαίαν ἀποφατικὴν λαμβάνεσθαι δυναμένην καὶ πάλιν ἐνδεχομένην καὶ καταφατικὴν καὶ ἀποφατικήν· ὥστε, ἐὰν παραλλὰξ λαμβάνωνται, ἡ μὲν ἀναγκαία ἡ δὲ ἐνδεχομένη, ἀληθεῖς τε ληφθήσονται καὶ ἐλεγχθήσεται ἐπ’ αὐτῶν τὸ ἀσυλλόγιστον τῶν συμπλοκῶν.

“因为动物出于必然属于某些白,白也出于必然属于某些无生物,并且不可能属于。” 既然这些组合是由两个特称前提构成的,一为必然前提,一为可能前提,那么对于由这类前提构成的所有组合,都可以通过使用所选取的质料来证明它们不能构成推论;他通过指出在给定的质料上,每个特称前提既可取为必然肯定命题又可取为必然否定命题,且又可取为可能肯定命题和否定命题,从而证明了这一点;因此,如果交替地取它们,一为必然前提,一为可能前提,它们将被取为真,并且在这些项上组合的不可推论性将被揭露。

§2.127#1

"Δῆλον οὖν ἐκ τῶν εἰρημένων, ὅτι ὁμοίως ἐχόντων τῶν ὅρων ἔν τε τῷ ὑπάρχειν καὶ ἐν τοῖς ἀναγκαίοις." Ὥσπερ ἐν ταῖς ἐξ ὑπαρχουσῶν γιγνομέναις συζυγίαις ἀμφοτέρων τῶν προτάσεων καὶ πάλιν ἐν ταῖς ἐξ ἀναγκαίων αἱ ὁμοίως ἔχουσαι συζυγίαι ἦσαν συλλογιστικαί, [καὶ] τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν μίξεων ἔχον ἐδείχθη τῶν ἐξ ὑπαρχούσης τε καὶ ἐνδεχομένης καὶ ἀναγκαίας· αἱ γὰρ ὁμοίως ἔχουσαι κείμενον τὸ ὑπάρχον καὶ τὸ ἀναγκαῖον συλλογιστικαὶ ἐν ἀμφοτέραις, καὶ πάλιν ἀσυλλόγιστοι αἱ ὅμοιαι. διαφορὰ δὲ αὐτῶν, ὡς λέγει νῦν, ὅτι ἐν μὲν ταῖς τὸ ὑπάρχον ἐχούσαις μετὰ τῆς ἐνδεχομένης τῆς μείζονος στερητικῆς οὔσης [τῆς ἐξ] ὑπαρχούσης τοῦ ἐνδέχεσθαι ἦν τὸ συμπέρασμα, ἐν δὲ ταῖς ἐξ ἀναγκαίας καὶ ἐνδεχομένης στερητικῆς οὔσης τῆς ἀναγκαίας τοῦ ὑπάρχοντος καὶ τοῦ οὕτως ἐνδεχομένου ἀλλ’ οὐ τοῦ κατὰ τὸν διορισμὸν τὸ συμπέρασμα. τοῦτο δὲ πῶς ἂν λέγοιτο ὑγιῶς; ἔδειξε γὰρ καί, ἐν αἷς ὑπάρχουσα ἦν ἀποφατική, οὐ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου γινόμενον τὸ συμπέρασμα ἀλλὰ τοῦ μηδενὶ ἐξ ἀνάγκης ἢ μὴ παντὶ ἐξ ἀνάγκης. ἢ ὅτι ἐκεῖνο μὲν ἐνδεχόμενόν πως ἦν ἔτι, καὶ 〈εἰ〉 μὴ τὸ κατὰ τὸν διορισμὸν ἄντικρυς· τοιοῦτον γὰρ τὸ οὐδενὶ ἐξ ἀνάγκης· ἐπὶ δὲ τῆς ἀναγκαίας ἀποφατικῆς ἄντικρυς ὑπάρχον ἐδείχθη γινόμενον, ἐπεὶ καὶ τὴν ἀρχὴν ἔθετο ὑπάρχον γίνεσθαι τὸ συμπέρασμα, οὗ τὸ ἀντικείμενον ὑποθέμενος εἰς ἀδύνατον ἀπήγαγεν. ὃ οὐκ ἐγίνετο ἐπὶ τῆς ὑπαρχούσης καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ ἐνδεχομένης καθόλου καταφατικῆς τῆς ἐλάττονος τῇ ὁμοίᾳ ἀπαγωγῇ χρωμένων τῷ ἐπὶ τούτων ληφθέντος τοῦ Α τῷ Γ μηδενὶ ὑπάρχειν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς κατὰ τὸ δεύτερον γενομένης σχῆμα μηδὲν δείκνυσθαι ἀδύνατον.2 τὸ γὰρ ἀντικείμενον τοῦ τὸ Α μηδενὶ τῷ Γ ληφθὲν τὸ τὸ Α τινὶ τῷ Γ μετὰ τοῦ τὸ Α οὐδενὶ τῷ Β συνάγει ἐν δευτέρῳ σχήματι τὸ Β τινὶ τῷ Γ μὴ ὑπάρχειν, ὃ οὐκ ἔστιν ἀδύνατον, εἰ ἐνδέχεται παντὶ αὐτῷ ὑπάρχειν. κἂν διὰ τοῦ τρίτου δὲ σχήματος ἡ εἰς ἀδύνατον ἀπαγωγὴ γένηται, οὐδὲ οὕτως ἀδύνατόν τι δείκνυται· γίνεται γὰρ συναγόμενον ‘τὸ Α τῷ Β ἐνδέχεται τινί’, ᾧ ἔκειτο μηδενὶ ὑπάρχειν, οὐκ ὂν ἀδύνατον. ἢ ἂν μεταληφθῇ τὸ ἐνδεχόμενον εἰς τὸ ὑπάρχον, ὃ ψεῦδος μέν ἐστιν οὐ μὴν ἀδύνατον, ἀδύνατον τὸ συναγόμενον γίνεται· τὸ γὰρ Α τινὶ τῷ Β συνάγεται· ἔκειτο δὲ μηδενί. ἀναγκαίας δὲ καθόλου ἀποφατικῆς τῆς μείζονος λαμβανομένης ἐδείκνυτο τὸ Β τινὶ τῷ Γ ἐξ ἀνάγκης μὴ ὑπάρχον, ὃ ἦν ἀδύνατον.

“因此由上述可见,当诸项处于同样的关系时,无论在现相命题中还是在必然命题中。” 正如在两个前提都为现相命题所构成的组合中,以及再次在由必然命题构成的组合中,处于相似关系的组合是可推论的一样,在由现相前提与可能前提、以及由必然前提[与可能前提]构成的混合命题中,情况也被证明是同样的;因为将现相前提与必然前提置于相似位置的组合在两种情况下都是可推论的,同样相似的组合也是不可推论的。然而正如他现在所说,它们的区别在于:在包含现相前提与可能前提的组合中,当大前提是否定现相命题时,结论是可能命题;而在由必然前提与可能前提构成的组合中,当必然前提是否定命题时,结论是现相命题,以及在该意义上的可能命题,而不是依据定义的可能命题。但这怎么能说是正确的呢?因为他也证明了,在现相前提是否定命题的组合中,结论也不是依据定义的可能命题,而是“不出于必然属于任何”或“并非出于必然属于所有”。或者是因为,前者在某种程度上仍然是可能的,即使并非严格依据定义的可能——因为“不出于必然属于任何”就是这样的命题;而在必然否定前提的情况下,结论被证明直接成为现相命题,因为起初他就设定结论成为现相命题,并假设其对立命题而归谬至不可能。在大前提为全称否定现相命题且小前提为全称肯定可能命题的情况下,使用相似的归谬法并不会出现这种情况,因为在这些情况下,当取A不属于任何C时,通过在第二格中进行的归谬法也证明不出任何不可能。因为取“A不属于任何C”的对立命题“A属于某些C”,与“A不属于任何B”结合,在第二格中推导出B不属于某些C,而如果B可能属于所有C,这并不是不可能的。即使归谬法通过第三格进行,即便如此也证明不出任何不可能;因为推导出的结论是“A可能属于某些B”,而先前曾设定它不属于任何B,这并非不可能。或者,如果将可能命题转换为现相命题(这虽为假,但绝非不可能),那么推导出的结论就成为不可能的;因为推导出了“A属于某些B”,而先前曾设定它不属于任何B。但是当大前提取为全称必然否定命题时,被证明的是B出于必然不属于某些C,而这曾是不可能的。

语法注2 条
  1. 2.126ὅτι οἷόν τε ἐπὶ πασῶν τῶν ἐκ τοιούτων προτάσεων τῇ εἰλημμένῃ ὕλῃ χρωμένους δεικνύναι ἀσυλλογίστους αὐτάς, ἔδειξεν ἑκάστην δείξας

    主句的骨架为主动词 ἔδειξεν 支配 ὅτι 从句作宾语从句;语序上 ὅτι 从句被前置于主动词,紧接着出现分词短语 ἑκάστην δείξας。主动词 ἔδειξεν 的省略主语是亚里士多德,分词 δείξας 表示手段(“通过证明……”)。

  2. 2.127τῷ ἐπὶ τούτων ληφθέντος τοῦ Α τῷ Γ μηδενὶ ὑπάρχειν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς κατὰ τὸ δεύτερον γενομένης σχῆμα μηδὲν δείκνυσθαι ἀδύνατον

    由与格定冠词 τῷ 引导的不定词短语 μηδὲν δείκνυσθαι ἀδύνατον 表原因(“因……不证明任何不可能”),用以说明前句 ὃ οὐκ ἐγίνετο。在该不定词短语内部,嵌套了独立属格 ληφθέντος τοῦ Α τῷ Γ μηδενὶ ὑπάρχειν 以及表示手段的介词短语 διὰ τῆς ... ἀπαγωγῆς。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:215.19-216.28