← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§214.8-215.18

必然与可能特称混合前提无有效推论的论证

在探讨了大前提为必然、小前提为可能的组合中归谬法的结论之后,亚历山大通过列举具体项表明:当大前提为特称必然且小前提为全称可能、小前提为全称必然且大前提为特称可能,以及两前提均为不定或特称时,均不能成立有效推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.125#3

τὸ ἄρα ἀντικείμενον τοῦ ὑποτεθέντος, ᾧ τὸ ἀδύνατον ἠκολούθησεν, ἐστίν· ἔστι δὲ τὸ ἐνδέχεσθαι μὲν τὸ Α τινὶ τῷ Γ, ὅτι ἴσον δύναται τῷ μὴ ἐνδέχεσθαι τινὶ τὸ ἐξ ἀνάγκης μηδενί, εἰς ὃ μετελήφθη.1 ἔστι δὲ ἄρα τὸ συναγόμενον ἰδίως τὸ οὐκ ἐξ ἀνάγκης μηδενί, ὃ ἀντίκειται τῇ ὑποθέσει. ἂν μέντοι μηδὲ τὸ ἐνδέχεσθαι τινὶ ληφθῇ συνάγεσθαι ἀλλὰ τὸ τινὶ ὑπάρχειν καὶ τούτου ὑποτεθῇ τὸ ἀντικείμενον τὸ μηδενὶ ὑπάρχειν, προσληφθέντος τοῦ τὸ Β τῷ Γ ἐνδέχεσθαι τινὶ συναχθήσεται τὸ τὸ Α τῷ Β τινὶ μὴ ὑπάρχειν ἢ ἐνδέχεσθαι τινὶ μὴ ὑπάρχειν, ἅπερ ἀδύνατα, εἴ γε ἐξ ἀνάγκης αὐτῷ παντὶ ὑπάρχει. ὥστ’ ἀναιρουμένης τῆς ὑποθέσεως συνάγοιτ’ ἂν τὸ Α τῷ Γ τινὶ ὑπάρχειν. λέγει δὲ μὴ γίνεσθαι τοῦ ὑπάρχειν συμπέρασμα ἐν τῇ προκειμένῃ συμπλοκῇ. Ἂν δὲ μηκέθ’ ἡ μείζων ᾖ καθόλου ἀλλ’ ἡ ἐλάττων, ὡς ἂν ληφθῇ ἡ ἐλάττων, εἴτε καταφατικὴ εἴτε ἀποφατικὴ ἐνδεχομένη, τῆς μείζονος οὔσης ἐπὶ μέρους ἀναγκαίας οὐδεὶς ἔσται συλλογισμός. καὶ τοῦτο πάλιν τῇ τῶν ὅρων παραθέσει δείκνυσι. τοῦ μὲν γὰρ παντὶ ὑπάρχειν ἐξ ἀνάγκης ὅροι ζῷον, λευκόν, ἄνθρωπος· τὸ γὰρ ζῷον τινὶ λευκῷ ἐξ ἀνάγκης ὑπάρχει ὡς κύκνῳ, ἀλλὰ καὶ τινὶ λευκῷ οὐχ ὑπάρχει ὡς χιόνι· τὸ δὲ λευκὸν παντὶ ἀνθρώπῳ ἐνδέχεται, ἀλλὰ καὶ ἐνδέχεται μηδενί· καὶ τὸ ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. τοῦ δέ γε μηδενὶ ζῷον, λευκόν, ἱμάτιον· πάλιν γὰρ ὁμοίως ἀληθῶν οὐσῶν ἀμφοτέρων τῶν προτάσεων τὸ ζῷον ἐξ ἀνάγκης οὐδενὶ ἱματίῳ. ἀλλ’ οὐδ’ ἂν τὸ μὲν καθόλου ἀναγκαῖον ᾖ, τουτ’ ἔστιν ἡ ἐλάττων πρότασις (καθόλου γὰρ ἦν αὕτη), τὸ δ’ ἐν μέρει ἐνδεχόμενον, οὐδ’ οὕτως ἔσται τις συλλογισμός. εἰ μὲν γὰρ εἴη στερητικὴ ἡ ἐλάττων καθόλου τε καὶ ἀναγκαία, ὅροι τοῦ μὲν ὑπάρχειν ζῷον, λευκόν, κόραξ· ζῷον γὰρ ἐνδέχεται τινὶ λευκῷ καὶ ἐνδέχεται τινὶ μή, τὸ δὲ λευκὸν ἐξ ἀνάγκης οὐδενὶ κόρακι, 〈καὶ〉 ζῷον [ὁ] ἐξ ἀνάγκης κόρακι παντί. τοῦ δὲ μηδενὶ ζῷον, λευκόν, πίττα· ὁμοίως γὰρ ἐχουσῶν τῶν προτάσεων ζῷον οὐδεμιᾷ πίττῃ. ἂν δ’ ἡ ἐλάττων καθόλου καταφατικὴ ἀναγκαία, ὅροι τοῦ μὲν ὑπάρχειν ζῷον, λευκόν, κύκνος· πάλιν γὰρ ζῷον ἐνδέχεται τινὶ λευκῷ καὶ ἐνδέχεται τινὶ μή, λευκὸν δὲ ἐξ ἀνάγκης παντὶ κύκνῳ, καὶ ζῷον ἐξ ἀνάγκης παντὶ κύκνῳ. τοῦ δὲ μὴ ὑπάρχειν ζῷον, λευκόν, χιών· ὁμοίως γὰρ ἐχουσῶν τῶν προτάσεων τὸ ζῷον ἐξ ἀνάγκης οὐδεμιᾷ χιόνι. ἀλλ’ οὐδ’ ἂν ἀμφότεραι ἢ ἀδιόριστοι ἢ ἐπὶ μέρους ὦσιν, οὐδεὶς ἔσται συλλογισμός, ὡς ἂν ἔχωσι κατὰ τὸ ποιόν. ὅροι κοινοὶ πάντων τῶν ὁπωσοῦν λαμβανομένων τοῦ μὲν ὑπάρχειν δεικτικοὶ ζῷον, λευκόν, ἄνθρωπος· ζῷον γὰρ καὶ τινὶ λευκῷ ἐξ ἀνάγκης ὡς κύκνῳ, καὶ ἐξ ἀνάγκης τινὶ μὴ ὡς χιόνι, καὶ ἐνδέχεται τινὶ καὶ τινὶ μὴ ὡς ἀνθρώπῳ (ἐνδέχεται γὰρ τὸ λευκὸν ἄνθρωπον εἶναι, καὶ ἐνδέχεται τὶ λευκὸν μὴ εἶναι ἄνθρωπον· εἰ δὲ τοῦτο, καὶ τὶ λευκὸν ἂν ἐνδέχοιτο ζῷον καὶ εἶναι2 καὶ μὴ εἶναι)· καὶ τὸ λευκὸν τινὶ ἀνθρώπῳ ἐξ ἀνάγκης μὲν οὔ, ὡς Αἰθίοπι, ἐξ ἀνάγκης δὲ ὡς Γαλάτῃ· ἐνδέχεται δὲ τινὶ καὶ ἐνδέχεται τινὶ μή, ὡς ἐπὶ τῶν πλείστων· καὶ τὸ ζῷον ἐξ ἀνάγκης παντὶ ἀνθρώπῳ. τοῦ δὲ μὴ ὑπάρχειν ζῷον, λευκόν, ἄψυχον· πάλιν γὰρ ὁμοίως λαμβανομένων τῶν προτάσεων τὸ ζῷον ἐξ ἀνάγκης οὐδενὶ ἀψύχῳ. παραθέμενος δὲ τὴν ὕλην τοῦ τε παντὶ καὶ τοῦ μηδενὶ ἐξ ἀνάγκης ἐφ’ ἑκατέρας δείξεως μίαν πρότασιν λαβὼν ἔδειξεν ἐπ’ αὐτῶν πάσας δυναμένας τὰς μεταλήψεις γίνεσθαι ἀδιορίστως τάς τε κατὰ τὸ ἀναγκαῖον καὶ τὰς κατὰ τὸ ἐνδέχεσθαι, ἡμῖν καταλιπὼν τὸ καὶ ἐπὶ τῶν ἄλλων προτάσεων συνορᾶν τὸ ὅμοιον.

因此,被假设之命题的对立命题成立,正是由该假设得出了不可能的结论;这就是A可能属于某些C,因为被转换成的“出于必然不属于任何”,与“不可能属于某些”具有同等效力。因此,严格被推导出来的结论其实是与假设对立的“并非出于必然不属于任何”。然而,如果被取为推导出的不是可能属于某些,而是现相属于某些,并且作为其对立命题假设了“现相不属于任何”,那么在附加假定B可能属于某些C之后,将推导出A现相不属于某些B,或者可能不属于某些B,而如果它确实出于必然属于所有B,这些都是不可能的。因此,随着该假设被反驳,就可能推导出A现相属于某些C。但他却说,在所提出的组合中并不产生现相命题的结论。 如果大前提不再是全称命题而是小前提为全称,无论小前提怎样取,无论是肯定可能命题还是否定可能命题,当大前提是特称必然命题时,都不会有任何推论。他再次通过项的并置来证明这一点。因为出于必然属于所有的项是动物、白、人;因为动物出于必然属于某些白(如天鹅),但现相上也不属于某些白(如雪);而白可能属于所有人,但也可能不属于任何人;且动物出于必然属于所有人。另一方面,不属于任何的项是动物、白、衣服;因为同样在两个前提都为真的情况下,动物出于必然不属于任何衣服。 不仅如此,如果全称前提是必然命题,即小前提(因为它是全称的),而特称前提是可能命题,即使这样也不会有任何推论。因为如果小前提是否定、全称且必然的,那么属于的项是动物、白、乌鸦;因为动物可能属于某些白且可能不属于某些,而白出于必然不属于任何乌鸦,动物出于必然属于所有乌鸦。不属于任何的项是动物、白、沥青;因为在前提处于同样情况时,动物不属于任何沥青。如果小前提是全称肯定必然命题,属于的项是动物、白、天鹅;因为同样,动物可能属于某些白且可能不属于某些,而白出于必然属于所有天鹅,动物也出于必然属于所有天鹅。不属于的项是动物、白、雪;因为在前提处于同样情况时,动物出于必然不属于任何雪。 再者,如果两个前提都是不定命题或特称命题,无论它们的质如何,都不会有任何推论。对于以任何方式取得的所有组合,表示属于的共同项是动物、白、人;因为动物既出于必然属于某些白(如天鹅),又出于必然不属于某些白(如雪),并且可能属于某些也可能不属于某些(如人;因为白可能是人,且某些白也可能不是人;如果这样,某些白也可能既是动物又不是动物);白出于必然不属于某些人(如埃塞俄比亚人),却出于必然属于某些人(如加拉太人);但在大多数情况下,它可能属于某些也可能不属于某些;而动物出于必然属于所有人。另一方面,不属于的项是动物、白、无生物;因为同样当把前提取为相似情况时,动物出于必然不属于任何无生物。他列举了出于必然属于所有和不属于任何的质料,在每个证明中取一个前提,指出了在这些项上,无论依必然还是依可能,所有的转化都能够不定地发生,而将对其余前提领会同样情况留给了我们。

语法注2 条
  1. 2.125ὅτι ἴσον δύναται τῷ μὴ ἐνδέχεσθαι τινὶ τὸ ἐξ ἀνάγκης μηδενί, εἰς ὃ μετελήφθη

    主语是带有中性定冠词的主格短语 τὸ ἐξ ἀνάγκης μηδενί(由关系从句 εἰς ὃ μετελήφθη 修饰,指前述归谬论证中转化而成的命题),谓语动词 δύναται 支配与格短语 τῷ μὴ ἐνδέχεσθαι τινί,意为“具有与……等同的效力”。ἴσον 作动词 δύναται 的状语性质的内宾格/副词性宾格。

  2. 2.125εἰ δὲ τοῦτο, καὶ τὶ λευκὸν ἂν ἐνδέχοιτο ζῷον καὶ εἶναι καὶ μὴ εἶναι

    在条件从句 εἰ δὲ τοῦτο 中省略了谓语动词(如 ἔχει 或 ἐστί),意为“如果这是如此”。主句使用非人称潜势希求法 ἂν ἐνδέχοιτο,支配带有不定词的宾格结构(主格语义的主词为 τὶ λευκόν,表语宾格为 ζῷον,不定词为 καὶ εἶναι καὶ μὴ εἶναι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:214.8-215.18