- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:216.28-217.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注视亚里士多德《前分析篇》36b19–24,考察了在第一格中必然命题/现相命题与可能命题的混合推论通过归谬法证明时在第二格和第三格中发生的推导结构,探讨了将可能前提转换为现相命题所引发的疑难,并解释了这些推论何以是不完全推论。
τοῦτο δὲ συνέβαινε διὰ τὸ κεῖσθαι τῆς μείζονος οὔσης ἀναγκαίας ἐν τῇ ἐξ ἀναγκαίας τε καὶ ὑπαρχούσης μίξει ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα.1 εἰ δὲ τεθείη ὑπάρχον γίνεσθαι τὸ συμπέρασμα ἐπὶ τῇ τοιαύτῃ μίξει, οὐδὲ ἀναγκαίας οὔσης ἀποφατικῆς διὰ τοῦ δευτέρου σχήματος ἀδύνατόν τι συναχθήσεται, ὡς οὐδὲ ὑπαρχούσης. τὸ γὰρ Β τινὶ τῷ Γ οὐχ ὑπάρξει ἢ οὐδενὶ ὑπάρξει· ἔκειτο δὲ ἐνδέχεσθαι παντί, ὃ οὐκ ἀδύνατον. διὰ μέντοι τοῦ τρίτου σχήματος γίνεται, ἐπεί, τῇ ὑποθέσει τῇ τὸ Α τῷ Γ τινὶ ὑπάρχειν λαμβανούσῃ εἰ προσληφθείη ἡ Β καθόλου οὖσα καταφατικὴ ἐνδεχομένη, ὡς ἔκειτο, ἢ μεταληφθεῖσα εἰς τὴν ὑπάρχουσαν, ἀμφοτέρως ἀδύνατόν τι συναχθήσεται. τὸ γὰρ Α τῷ Β τινὶ ὑπάρξει κείμενον ἢ παντὶ αὐτῷ μὴ ὑπάρχειν, ὡς ἐν τῇ πρώτῃ μίξει, ἢ παντὶ αὐτῷ ἐξ ἀνάγκης μὴ ὑπάρχειν, ὡς ἐν τῇ δευτέρᾳ μίξει. 〈ἢ〉 ἐκ τῆς ‘τὸ Α τινὶ τῷ Γ’ καὶ ‘τὸ Β παντὶ τῷ Γ ἐνδέχεται’ εἰ συνάγεται ἐν τρίτῳ σχήματι ‘τὸ Α τῷ Β ἐνδέχεται τινὶ ὑπάρχειν’, [δ] ἐπὶ μὲν τῆς μίξεως τῆς ἐξ ὑπαρχούσης καὶ ἐνδεχομένης οὐδὲν ἀδύνατον συναχθήσεται, ἐπὶ δὲ τῆς ἐξ ἀναγκαίας καὶ ἐνδεχομένης ἀδύνατον· τοῦ γὰρ Α τῷ Β ἐξ ἀνάγκης οὐδενὶ ὑπάρχοντος ἀδύνατον τὸ τὸ Α ἐνδέχεσθαι τινὶ τῷ Β. Ἐπιζητήσαι δ’ ἄν τις εὐλόγως ἐνταῦθα, πῶς ἐν τῇ μίξει τῇ ἐξ ὑπαρχούσης τῆς μείζονος καθόλου ἀποφατικῆς καὶ ἐνδεχομένης τῆς ἐλάττονος καθόλου καταφατικῆς ἐν πρώτῳ σχήματι οὐ παρὰ τὴν μετάληψιν2 τῆς ἐνδεχομένης καθόλου καταφατικῆς εἰς τὴν ὑπάρχουσαν γίνεται τὸ συμβαῖνον ἀδύνατον, εἴ γε ἐνδεχομένης μὲν τηρουμένης αὐτῆς καὶ συντεθειμένης τῇ ὑποθέσει οὐδὲν ἀδύνατον συνάγεται, εἰ δὲ μεταληφθείη εἰς ὑπάρχουσαν, μετὰ τῆς αὐτῆς ὑποθέσεως ἀδύνατον γίνεται τὸ συναγόμενον. ἐκ μὲν γὰρ τῶν ‘τὸ Α τῷ Γ τινί’, ‘τὸ Β τῷ Γ παντὶ ἐνδέχεται’ οὐκ ἀδύνατον τὸ συναγόμενον, ὅ ἐστι ‘τὸ Α ἐνδέχεται τινὶ τῷ Β’, ᾧ ἔκειτο μηδενὶ ὑπάρχειν· ἐκ δὲ τῶν ‘τὸ Α τῷ Γ τινί’, ‘τὸ Β τῷ Γ παντὶ ὑπάρχει’ συνάγεται τὸ Α τῷ Β τινὶ ὑπάρχειν ὂν ἀδύνατον· μηδενὶ γὰρ ὑπάρχειν ἔκειτο αὐτῷ. γίνεται γὰρ ἡ τοιαύτη καθόλου ἀποφατικὴ χρόνῳ ὡρισμένον τὸ ἀληθὲς ἔχουσα,3 εἰ μεταληφθείσης τῆς ἐνδεχομένης εἰς ὑπάρχουσαν καταφατικὴν μηκέτ’ ἀληθὴς μένοι. οὐδ’ ἂν ἀδύνατον εἴη τὸ συναγόμενον· ἐπεὶ γὰρ ἡ μετάληψις ψευδής, οὐ μὴν ἀδύνατος οὖσα, οὐ παρὰ τὴν μετάληψιν ταύτην ἀδύνατόν τι εἴη ἑπόμενον.
而之所以产生这种情况,是因为设定了在必然前提与现相前提的混合中,当大前提为必然命题时,结论成为必然命题。但如果在这种混合中设定结论成为现相命题,那么即使否定前提是必然命题,通过第二格也不会推导出任何不可能,正如否定前提为现相命题时同样推导不出一样。因为B将不属于某些C,或者不属于任何C;但先前曾设定它可能属于所有C,这并不是不可能的。然而通过第三格却确实能产生[不可能的推导];因为对于假设“A属于某些C”而言,如果外加关于B的全称肯定可能前提——无论是依其原先设定,还是转换为现相命题——在两种情况下都会推导出某种不可能。因为A将属于某些B,而先前曾设定它不属于任何B(如在第一种混合中),或出于必然不属于任何B(如在第二种混合中)。或者,如果从“A属于某些C”和“B可能属于所有C”,在第三格中推导出“A可能属于某些B”,那么在现相前提与可能前提的混合中将推导不出任何不可能,但在必然前提与可能前提的混合中却推导出了不可能;因为当A出于必然不属于任何B时,A可能属于某些B是不可能的。但人们在此可能会合理地提出疑问:在第一格中由全称否定现相大前提与全称肯定可能小前提构成的混合中,所产生的不可能为什么不是由于将全称肯定可能前提转换为现相命题所致?既然如果保留其为可能命题并与假设相结合,就推导不出任何不可能,而如果将其转换为现相命题,与同一假设结合所推导出的结论就成为不可能。因为从“A属于某些C”、“B可能属于所有C”推导出的结论并不构成不可能,即“A可能属于某些B”(而先前曾设定它不属于任何B);但从“A属于某些C”、“B属于所有C”则推导出A属于某些B,这是不可能的(因为先前曾设定它不属于任何B)。因为如果当可能前提转换为现相肯定命题时[全称否定前提]不再保持为真,那么这种全称否定命题的真理性就成为受时间限定的了。所推导出的结论也不会是不可能的;因为既然该转换虽假却绝非不可能,那么由这一转换所产生的后承也就不会是某种不可能。
"Δῆλον δὲ καὶ ὅτι πάντες ἀτελεῖς οἱ συλλογισμοί." Ἀτελεῖς οὐχ ἁπλῶς πάντες, ἀλλ’ ἐν οἷς ἡ μείζων ἢ ὑπάρχουσα ἢ ἀναγκαία ἦν εἰλημμένη· τοὺς γὰρ τοιούτους διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἔδειξεν ὄντας συνακτικούς. τελειοῦνται δὲ διὰ τῶν προειρημένων σχημάτων, ὅτι ἡ εἰς ἀδύνατον ἀπαγωγὴ γίνεται διά τινος τῶν κειμένων σχημάτων.
“同样显然的是,所有的推论都是不完全的。” 并非毫无保留地全都是不完全的,而是在那些大前提被取为现相命题或必然命题的推论中;因为他通过归谬法证明了这类推论是能够得出结论的。它们是通过前述诸格得以完全化的,因为归谬法是通过所给出的诸格之一来进行的。
- 2.127διὰ τὸ κεῖσθαι τῆς μείζονος οὔσης ἀναγκαίας ἐν τῇ ἐξ ἀναγκαίας τε καὶ ὑπαρχούσης μίξει ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα
带有定冠词的不定词结构 διά + τὸ κεῖσθαι 以一个宾格加不定词从句(ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα,“结论成为必然命题”)作为其宾语,其中嵌套了独立属格 τῆς μείζονος οὔσης ἀναγκαίας(“当大前提为必然命题时”)以及介词短语 ἐν τῇ ... μίξει 作为条件或限定。
- 2.127οὐ παρὰ τὴν μετάληψιν
介词 παρά 支配宾格表示原因(“由于……”、“起因于……”)。它与本节末尾的 οὐ παρὰ τὴν μετάληψιν ταύτην ἀδύνατόν τι εἴη ἑπόμενον 相呼应,表达了“所产生的不可能结论并非由于可能命题向现相命题的转换所致”这一核心论断。
- 2.127χρόνῳ ὡρισμένον τὸ ἀληθὲς ἔχουσα
分词 ἔχουσα 支配 τὸ ἀληθές 作为直接宾语,χρόνῳ ὡρισμένον(“受时间限定的”)作为修饰语与 τὸ ἀληθές 构成谓词性修饰,指亚里士多德逻辑学中其真值仅随特定时间成立的现相命题。
