- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:212.28-214.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了在必然与可能命题混合且含有一特称前提的三段论中,结论如何成为依定义而言的可能命题(双向可能);他通过归谬法予以论证,并就结论为何不是必然命题对亚里士多德的观点提出质疑,且提及了自己的著作《论混合》。
Ἄν μέντοι, φησίν, ἐν τῷ ἀποφατικῷ συλλογισμῷ μὴ ᾖ ἡ μείζων πρότασις ἀναγκαία ἀποφατική, ἀλλὰ ἡ ἐλάττων ᾖ ἐπὶ μέρους καταφατικὴ ἀναγκαία, ὡς εἶναι τὴν μείζονα καθόλου ἀποφατικὴν ἐνδεχομένην, ἢ πάλιν ἐν τῷ καταφατικῷ συλλογισμῷ ἡ μείζων ᾖ καθόλου καταφατικὴ ἀναγκαία οὔσης τῆς ἐλάττονος ἐπὶ μέρους ἐνδεχομένης, οὔ φησιν ἔσεσθαι τὸ συμπέρασμα ἔτι τοῦ ὑπάρχοντος, ἀλλὰ δῆλον ὅτι τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου·1 τοῦτο γὰρ προσυπακούειν δεῖ. οὔσης γὰρ τῆς μείζονος ἐνδεχομένης ἀποφατικῆς τῆς δὲ ἐλάττονος ἀναγκαίας ἐπὶ μέρους καταφατικῆς ἐνδεχόμενον ἐπὶ μέρους ἀποφατικὸν δείκνυται γινόμενον τὸ συμπέρασμα διὰ τοῦ κατὰ μηδενὸς τῷ τὶ μὲν Γ ὑπὸ τὸ Β εἶναι τὸ δὲ Α ἐνδέχεσθαι μηδενὶ τῷ Β,2 ὥστε καὶ τινὶ τῷ Γ ἐνδέχεται μὴ ὑπάρχειν. οὕτως γὰρ εἶχε, καὶ ὅτε καθόλου καταφατικὴ ἀναγκαία ἡ ἐλάττων ἔκειτο, ἐφ’ ἧς συζυγίας εἰς δεῖξιν τοῦ ἐνδεχόμενον γίνεσθαι τὸ συμπέρασμα προσεχρήσατο τῷ μὴ δύνασθαι ὑπάρχον δειχθῆναι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. οὐδὲ γὰρ ἐπὶ ταύτης οἷόν τε διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ὑπάρχον ἀποφατικὸν ἐπὶ μέρους δειχθῆναι τὸ συμπέρασμα· ἢ γὰρ ἐν δευτέρῳ σχήματι ἔσται ἀσυλλόγιστος συμπλοκὴ ἢ ἐν τρίτῳ μηδὲν συνάγουσα ἀδύνατον, ὡς καὶ ὅτε ἦν ἡ ἐλάττων ἀναγκαία καθόλου καταφατικὴ τῆς μείζονος οὔσης ἐνδεχομένης ἀποφατικῆς, ὡς ἐδείξαμεν. ἄξιον δ’, ὡς πρόσθεν ἤδη εἶπον, ἐπιζητῆσαι, διὰ τί τῆς μείζονος ἀναγκαίας λαμβανομένης καθόλου ἀποφατικῆς οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον ἀποφατικόν. ἄν τε γὰρ τῆς [εἰς] Α Β οὔσης ἀναγκαίας καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος ἐνδεχομένης καθόλου καταφατικῆς ἀναγκαῖον καθόλου φῶμεν ἀποφατικὸν συνάγεσθαι, διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς οὕτως ἔχον δειχθήσεται.3 εἰ γὰρ μὴ τὸ Α τῷ Γ ἐξ ἀνάγκης μηδενὶ ὑπάρξει, ἐνδέξεται οὕτω τινί· ἀλλὰ καὶ τὸ Β τῷ Γ ἐνδέχεται παντί· τὸ Α ἄρα τῷ Β ἐνδέξεται τινί, ὅπερ ἀδύνατον· ἐξ ἀνάγκης γὰρ αὐτῷ ἔκειτο μηδενὶ ὑπάρχειν. ἀλλὰ κἂν ἐπὶ μέρους καταφατικὸν ἐνδεχόμενον ᾖ τὸ Β Γ, καὶ οὕτως ἔσεσθαι λέγειν ἐπὶ μέρους ἀποφατικὸν ἀναγκαῖον ἔσται τὸ συμπέρασμα. τὸ γὰρ Α τινὶ 〈μὴ〉 τῷ Γ ἐξ ἀνάγκης· εἰ γὰρ μή, παντὶ ἐνδέχεται· ἀλλὰ καὶ τὸ Β τῷ Γ τινὶ ἐνδέχεται· τὸ ἄρα Α τῷ Β τινὶ ἐνδέξεται, ὅπερ ἀδύνατον· ἔκειτο γὰρ αὐτῷ ἐξ ἀνάγκης μηδενί. ἀληθὲς ἄρα τὸ Α τῷ Γ ἐξ ἀνάγκης μηδενὶ ὑπάρχειν, εἰ εἴη ἡ Β Γ ἐνδεχομένη καθόλου, ἢ τινὶ οὔ, εἰ ἡ αὐτὴ ἐπὶ μέρους λαμβάνοιτο ἐνδεχομένη. ἀλλὰ περὶ μὲν τούτων, ὡς εἶπον ἤδη, ἐζήτηται ἡμῖν ἐν τῷ Περὶ τῶν μίξεων βιβλίῳ. Πάλιν δὲ ἐὰν ἀμφότεραι μὲν ὦσι καταφατικαί, ἡ δὲ μείζων καθόλου τε καὶ ἀναγκαία, ἡ δὲ ἐλάττων ἐπὶ μέρους ἐνδεχομένη (τοῦτο γάρ ἐστι τὸ ἢ τὸ καθόλου ἐν τῷ κατηγορικῷ), τὸ συμπέρασμα δὴ ἐπὶ μέρους ἐνδεχόμενον καταφατικὸν ἔσεσθαί φησιν, ὥσπερ καὶ ὅτε ἦν τῆς μείζονος οὔσης καθόλου καταφατικῆς ἀναγκαίας ἡ ἐλάττων καθόλου ἐνδεχομένη· διὰ γὰρ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἐδείχθη συμπέρασμα γινόμενον ἐνδεχόμενον καθόλου καταφατικόν. οὐ μὴν ἀλλὰ καὶ ἐπὶ τῆς προκειμένης συζυγίας δεικτέον τοῦτο. κείσθω γὰρ ἐπὶ τοῖς κειμένοις τὸ Α τῷ Γ ἐνδέχεσθαι τινὶ ὑπάρχειν. εἰ γὰρ μή, τὸ ἀντικείμενον οὐκ ἐνδέχεται τινὶ [μὴ] ὑπάρχειν, τοῦτ’ ἔστιν ἐξ ἀνάγκης οὐδενί· ἀλλὰ καὶ τὸ Β τῷ Γ ἐνδέχεται τινί, ὃ μετειλήφθω εἰς τὸ τινὶ ὑπάρχειν· τὸ ἄρα Α τινὶ τῷ Β οὐχ ὑπάρξει ἢ ἐνδέχεται τινὶ μὴ ὑπάρχειν ἐν τρίτῳ σχήματι· οὐδὲν γὰρ διαφέρει, ὁποτέρα ἂν ληφθῇ, * * * ἐνδεχομένη καὶ μεταληφθῇ εἰς τὴν ὑπάρχουσαν, πρόεισιν ὁ λόγος. ἀδύνατον δὲ τὸ Α τῷ Β ἢ μὴ ὑπάρχειν τινὶ ἢ ἐνδέχεσθαι τινὶ αὐτῷ μὴ ὑπάρχειν, ὅπερ ἀδύνατον· ὑπέκειτο γὰρ αὐτῷ παντὶ ἐξ ἀνάγκης ὑπάρχειν.
然而他说,在否定推论中,如果大前提不是否定必然命题,而小前提是特称肯定必然命题,以致大前提是全称否定可能命题,或者在肯定推论中,小前提为特称可能命题而大前提为全称肯定必然命题,结论就不再是现相命题,而显然是依定义而言的可能命题;因为这一点必须补充理解。因为当大前提是否定可能命题而小前提是特称肯定必然命题时,通过“不属于任何”的规定,由于某些C在B之下且A可能不属于任何B,结论被证明成为特称否定可能命题,因而也可能不属于某些C。因为当小前提被设定为全称肯定必然命题时情况也是如此,在该组合中,为了证明结论成为可能命题,他附带运用了不能通过归谬法证明现相命题这一事实。因为在此组合中,同样不可能通过归谬法证明结论是特称否定现相命题;因为或者在第二格中将出现非推论性的结合,或者在第三格中出现不能得出任何不可能结论的结合,正如我们所表明的,当小前提是全称肯定必然命题而大前提是否定可能命题时一样。 然而,正如我此前已经说过的,值得探讨的是:为什么当大前提被取为全称否定必然命题时,结论不会是否定必然命题。因为如果我们说,当A–B是全称否定必然命题而小前提是全称肯定可能命题时推导出了全称否定必然命题,这将通过归谬法被证明是如此的。因为如果A不是出于必然不属于任何C,那么它将可能属于某些C;但B也可能属于所有C;因此A将可能属于某些B,这是不可能的;因为此前设定它出于必然不属于任何B。即使B–C是特称肯定可能命题,同样可以说结论将是特称否定必然命题。因为A出于必然不属于某些C;若非如此,则可能属于所有;但B也可能属于某些C;因此A将可能属于某些B,这是不可能的;因为此前设定它出于必然不属于任何B。所以,如果B–C是全称可能命题,A出于必然不属于任何C为真;如果该命题被取为特称可能命题,则出于必然不属于某些C为真。但是关于这些问题,正如我已经说过的,我们在《论混合》一书中已经作了探讨。 再者,如果两个前提都是肯定命题,而大前提既是全称又是必然命题,小前提是特称可能命题(因为这就是“或者在肯定推论中的全称前提”的意思),他说结论确实将是特称肯定可能命题,正如当大前提是全称肯定必然命题而小前提是全称可能命题时一样;因为通过归谬法已经证明了结论成为全称肯定可能命题。不仅如此,在所提出的组合中也必须证明这一点。因为在既定的前提下,设A可能属于某些C。若非如此,其对立命题为不可能属于某些,即出于必然不属于任何;但B也可能属于某些C,设其转化为现相属于某些;于是在第三格中,A将不属于某些B,或者可能不属于某些;因为无论取哪一个都没有区别,[……]作为可能命题并转化为现相命题,论证就能继续进行。然而,A要么不属于某些B,要么可能不属于某些B,这是不可能的;因为此前假定它出于必然属于所有的B。
- 2.125τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου
属格短语 τοῦ ... ἐνδεχομένου 与前文的 τοῦ ὑπάρχοντος 并列,作为依附于 ἔσεσθαι τὸ συμπέρασμα 的属格表语。“依定义而言的可能”指的是排除了必然属于和不可能的双向可能(狭义可能)。
- 2.125τῷ τὶ μὲν Γ ὑπὸ τὸ Β εἶναι τὸ δὲ Α ἐνδέχεσθαι μηδενὶ τῷ Β
由带冠词的与格 τῷ 所统辖的两个带不定式宾格短语(τὶ μὲν Γ ... εἶναι 与 τὸ δὲ Α ... ἐνδέχεσθαι)共同构成表示原因或方式的与格短语,修饰主动词 δείκνυται。
- 2.125ἄν τε γὰρ τῆς [εἰς] Α Β οὔσης ἀναγκαίας καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος ἐνδεχομένης καθόλου καταφατικῆς ἀναγκαῖον καθόλου φῶμεν ἀποφατικὸν συνάγεσθαι, διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς οὕτως ἔχον δειχθήσεται
句法骨架为 ἄν τε γὰρ ... φῶμεν(条件从句)与主句 οὕτως ἔχον δειχθήσεται。连词 ἄν τε 与后文的 ἀλλὰ κἂν ...(“即使……也同样”)相呼应。两个独立属格短语(τῆς ... Α Β οὔσης 和 τῆς δὲ ἐλάττονος [οὔσης])作为前提条件置于 φῶμεν 之前。
