← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§211.18-212.28

第一格否定必然小前提的不成立与特称混合

注解亚里士多德《前分析篇》36a25以下内容,解释在大前提肯定、小前提否定的混合中,小前提为必然命题时为何不能得出推论并通过列举词项加以证明,随后讨论前提之一为特称时的归谬论证并对亚里士多德的证明提出保留意见。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.125#1

" Ἐὰν δὲ πρὸς τῷ ἐλάττονι ἄκρῳ τεθῇ τὸ στερητικόν." Ἂν ἡ μὲν μείζων ᾖ καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατικὴ ἐν τῇ ἐξ ἀναγκαίας καὶ ἐνδεχομένης μίξει, οὗ ἂν μὲν στερητικὴ οὖσα ἡ ἐλάττων ᾖ ἐνδεχομένη,1 συλλογιστικήν φησιν ἔσεσθαι συζυγίαν ἀντιστραφέντος τοῦ ἐνδεχομένου ἀποφατικοῦ εἰς τὸ καταφατικόν· ὅταν δὲ ἡ ἐλάττων οὖσα ἀποφατικὴ ἀναγκαία ᾖ τῆς μείζονος οὔσης καταφατικῆς ἐνδεχομένης, οὔ φησιν ἔσεσθαι συλλογισμόν. τὸ δ’ αἴτιον, ὅτι κεῖται ἡμῖν ἀδύνατον ὂν ἐν τῷ πρώτῳ σχήματι ἀποφατικῆς οὔσης τῆς ἐλάττονος γίνεσθαι συλλογισμόν. ὅταν μὲν οὖν ἐνδεχομένη ληφθῇ 〈ἡ〉 ἀποφατική, εἰς καταφατικὴν οἵα τέ ἐστι μεταληφθῆναι· ἂν δὲ ἀναγκαία ληφθῇ, μένουσα ἀποφατικὴ οὐ ποιεῖ συλλογισμόν· ἀλλ’ οὐδ’ ἂν ἀμφότεραι αἱ προτάσεις ἀποφατικαὶ ληφθῶσιν, ἀναγκαία δὲ ἡ ἐλάττων. ἐλέγχει δὲ ἀσυλλογίστους τὰς συζυγίας τὰς ἐχούσας τὴν ἐλάττονα ἀναγκαίαν ἀποφατικὴν τῇ τῶν ὅρων παραθέσει δείξας οὕτως ἐχόντων καὶ τὸ παντὶ ἐξ ἀνάγκης καὶ τὸ μηδενὶ δυνάμενον συνάγεσθαι.2 τοῦ μὲν οὖν παντὶ ὅροι λευκόν, ζῷον, χιών· τὸ γὰρ λευκὸν ἐνδέχεται παντὶ [τῷ] ζῴῳ καὶ ἐνδέχεται μηδενί, τὸ δὲ ζῷον ἐξ ἀνάγκης οὐδεμιᾷ χιόνι, καὶ τὸ λευκὸν πάσῃ χιόνι ἐξ ἀνάγκης. τοῦ δὲ μὴ ὑπάρχειν λευκόν, ζῷον, πίττα· ὁμοίως γὰρ ἐχουσῶν τῶν προτάσεων λευκὸν οὐδεμιᾷ πίττῃ ἐξ ἀνάγκης. ἴσως δὲ ἀληθέστερον ἀντὶ τοῦ ζῴου λαβεῖν ἵππον, ἐπεὶ μὴ ἀληθὲς τὸ τὸ λευκὸν ἐνδέχεσθαι μηδενὶ ζῴῳ. Τὸν αὐτὸν δὲ τρόπον φησὶν ἔσεσθαι καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν, ὅνπερ, ὅτε ἀμφότεραι καθόλου ἦσαν, κἂν εἰ ἡ μὲν καθόλου εἴη τῶν προτάσεων ἡ δὲ ἐπὶ μέρους. ἐν γὰρ ταῖς συλλογιστικαῖς συζυγίαις ἐν τῇ προκειμένῃ μίξει μὴ οὐσῶν ἀμφοτέρων καθόλου, ἂν μὲν ἡ μείζων ᾖ καθόλου ἀποφατικὴ ἀναγκαία ἡ δὲ ἐλάττων ἐπὶ μέρους ἐνδεχομένη καταφατική, ἐπὶ μέρους ἀποφατικόν φησιν ἔσεσθαι τὸ συμπέρασμα, οὐ μὴν ἐνδεχόμενον ἀλλὰ ὑπάρχον. ὃ δείκνυσιν οὕτως· τὸ Α τῷ Β ἐξ ἀνάγκης οὐδενί, τὸ Β τῷ Γ ἐνδεχέσθω τινί· τὸ δὴ Α τινὶ τῷ Γ οὐχ ὑπάρχει· εἰ γὰρ μή, τὸ ἀντικείμενον παντὶ ὑπαρχέτω τὸ Α τῷ Γ· τῷ δὲ Β τὸ Α ἔκειτο ἐξ ἀνάγκης μηδενί· γίνεται ἐν δευτέρῳ σχήματι συζυγία ἐξ ἀναγκαίας ἀποφατικῆς τῆς μείζονος καὶ καθόλου καταφατικῆς ὑπαρχούσης τῆς ἐλάττονος συγκειμένη, ἐν ᾗ ἐδείχθη καθόλου ἀποφατικὸν ἀναγκαῖον γινόμενον τὸ συμπέρασμα. ἀντιστραφείσης γὰρ τῆς ἀναγκαίας γίνεται τὸ Β τῷ Α ἐξ ἀνάγκης οὐδενί· ὑπέκειτο δὲ καὶ τὸ Α τῷ Γ παντὶ ὑπάρχειν· γίνεται τὸ Β ἐξ ἀνάγκης οὐδενὶ τῷ Γ, ὅπερ ἀδύνατον· ἔκειτο γὰρ ἐνδέχεσθαι τινί. ἀδύνατον ἄρα τὸ ὑποτεθὲν συμπέρασμα, ᾧ τοῦτο ἠκολούθησεν· ἦν δὲ τὸ Α παντὶ τῷ Γ. τὸ ἄρα ἀντικείμενον ἀληθὲς τὸ τὸ Α μὴ παντὶ τῷ Γ ὑπάρχειν. ὑπάρχον δὴ τὸ συμπέρασμα. ἀλλὰ ἡ μὲν δεῖξις αὕτη ἐπὶ συγχωρουμένῳ τῷ ἐξ ἀναγκαίας τῆς μείζονος καὶ ὑπαρχούσης τῆς ἐλάττονος ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα.3 ἔνεστι δὲ καὶ χωρὶς τούτου ἐνδεχόμενον ἐπὶ μέρους ἀποφατικὸν δεῖξαι τὸ συμπέρασμα ἐν τῇ προκειμένῃ συζυγίᾳ γινόμενον διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἀναμφιλέκτως. εἰ γὰρ μὴ ἀληθὲς τὸ τὸ Α ἐνδέχεσθαι τινὶ τῷ Γ μὴ ὑπάρχειν, ἀληθὲς ἔσται τὸ ἐξ ἀνάγκης παντί· κεῖται δὲ καὶ τὸ Α τῷ Β ἐξ ἀνάγκης οὐδενί· ἐξ ὧν συνάγεται ἐν δευτέρῳ σχήματι τὸ Β τῷ Γ ἐξ ἀνάγκης οὐδενί, ὅπερ ἀδύνατον· ἐνεδέχετο γὰρ τινί. ἀληθὲς ἄρα τὸ τὸ Α ἐνδέχεσθαι τινὶ τῷ Γ μὴ ὑπάρχειν.

“如果否定词加在小端项上。” 在必然命题与可能命题的混合中,如果大前提为肯定而小前提为否定,在否定性的小前提为可能命题的场合,他说通过否定可能命题换位为肯定命题,该组合将是推论性的;但当作为否定命题的小前提是必然命题而大前提是肯定可能命题时,他说不会产生推论。其原因在于,我们已经设定在第一格中小前提为否定命题时不可能产生推论。因此,当否定命题被取为可能命题时,它能够转化为肯定命题;但若被取为必然命题,则它保持为否定命题便不能产生推论;甚至当两个前提都被取为否定命题而小前提为必然命题时也是如此。他通过列举词项驳斥了具有否定必然小前提的组合是非推论性的,证明了在前提如此的情况下,出于必然属于所有以及不属于任何都是能够被推导出来的。属于所有的词项是:白、动物、雪。因为白可能属于所有动物也可能不属于任何动物,而动物出于必然不属于任何雪,白出于必然属于所有的雪。不属于的词项是:白、动物、沥青;因为在前提同样成立的情况下,白出于必然不属于任何沥青。不过,也许用“马”代替“动物”更为真实,因为“白可能不属于任何动物”并不为真。 并且他说,在特称推论的情形中,即使前提中一个为全称而另一个为特称,情况也与两者皆为全称时完全相同。因为在所提出的混合中,在两者并非皆为全称的推论性组合中,如果大前提是全称否定必然命题而小前提是特称肯定可能命题,他说结论将是特称否定命题,但不是可能命题而是现相命题。他如此证明这一点:设A出于必然不属于任何B,设B可能属于某些C;那么A现相不属于某些C。因为若非如此,设其对立命题A属于所有C成立;而此前设定A出于必然不属于任何B;于是在第二格中产生了一个由大前提是否定必然命题、小前提是全称肯定现相命题所构成的组合,其中已被证明结论将成为全称否定必然命题。因为当必然命题换位后,得出B出于必然不属于任何A;而此前也假定了A属于所有C;于是得出B出于必然不属于任何C,这是不可能的;因为此前设定它可能属于某些。因此,随之得出这一结果的假设结论是不可能的;而该结论本是“A属于所有C”。所以其对立命题“A不属于所有C”为真。因此结论是现相命题。 然而,这一证明建立在承认大前提为必然命题而小前提为现相命题时结论成为必然命题这一让步之上。但即使没有这一点,也可以通过归谬法无可置疑地证明,在所提出的组合中结论成为特称否定可能命题。因为如果“A可能不属于某些C”不为真,那么“出于必然属于所有”将为真;而A也被设定出于必然不属于任何B;由此在第二格中得出B出于必然不属于任何C,这是不可能的;因为它本可能属于某些。因此,“A可能不属于某些C”为真。

语法注3 条
  1. 2.125οὗ ἂν μὲν στερητικὴ οὖσα ἡ ἐλάττων ᾖ ἐνδεχομένη

    关系副词 οὗ 加上 ἄν 构成条件性/时间性关系从句(“在……的场合”),与后文的 ὅταν δὲ ἡ ἐλάττων... ᾖ 相对呼应。主语为 ἡ ἐλάττων,στερητικὴ οὖσα 为副词性分词(“作为否定命题”)。

  2. 2.125δείξας οὕτως ἐχόντων καὶ τὸ παντὶ ἐξ ἀνάγκης καὶ τὸ μηδενὶ δυνάμενον συνάγεσθαι

    οὕτως ἐχόντων 为无明确主语的属格独立结构,指代前提的状态(“在前提如此的情况下”)。其后接从属于 δείξας 的宾格不定式结构,以 καὶ τὸ παντὶ ἐξ ἀνάγκης καὶ τὸ μηδενὶ [sc. ὑπάρχειν] 为主语,δυνάμενον συνάγεσθαι 为谓语。

  3. 2.125ἐπὶ συγχωρουμένῳ τῷ ἐξ ἀναγκαίας τῆς μείζονος καὶ ὑπαρχούσης τῆς ἐλάττονος ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα

    介词短语 ἐπί 加上中性与格分词 συγχωρουμένῳ(“基于……被承认/让步的前提”)同格统摄冠词不定式从句 τῷ ... ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα(“结论成为必然命题”)。其中的 ἐξ ἀναγκαίας τῆς μείζονος καὶ ὑπαρχούσης τῆς ἐλάττονος 表示前提条件(“来自大前提为必然命题且小前提为现相命题”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:211.18-212.28